Κυριακή, 29 Ιουλίου 2012

Περὶ τοῦ ἀββᾶ Ἀϊώ.


Περὶ τοῦ ἀββᾶ Ἀϊώ.
Ἔλεγον περί τινος γέροντος εἰς τὴν Θηβαΐδα ἀββᾶ Ἀντιανοῦ, ὅτι πολλὰς πολιτείας ἐποίησεν ἐν τῇ νεότητι αὐτοῦ, καὶ εἰς τὸ γῆρας αὐτοῦ ἠσθένησε, καὶ ἐτυφλώθη, καὶ πολλὴν παράκλησιν οἱ ἀδελφοὶ διὰ τὴν αὐτοῦ ἀσθένειαν ἐποίουν, καὶ ἔβαλον εἰς τὸ στόμα αὐτοῦ· καὶ ἠρώτησαν τὸν ἀββᾶν Ἀϊὼ περὶ τούτου· Τί γίνεται διὰ τὴν πολλὴν παράκλησιν ταύτην; Καὶ λέγει αὐτοῖς· Λέγω ὑμῖν, ὅτι ἐὰν ἡ καρδία αὐτοῦ θέλῃ, καὶ συγκαταβαίνῃ ἡδέως, ἐὰν φάγῃ ἓν φοίνικιν, ὁ Θεὸς αἴρει αὐτὸ ἐκ τοῦ κόπου αὐτοῦ· ἐὰν δὲ μὴ συγκαταβαίνῃ, ἀλλὰ μὴ θέλων λαμβάνῃ, ὁ Θεὸς τηρεῖ τὸν κόπον αὐτοῦ σῶον, ὅτι μὴ θέλων βιάζεται· κἀκεῖνοι τὸν μισθὸν ἔχουσιν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου