Τρίτη, 31 Ιουλίου 2012

Περὶ τοῦ ἀββᾶ Βισαρίωνος.


Περὶ τοῦ ἀββᾶ Βισαρίωνος.
αʹ. Ἔλεγεν ὁ ἀββᾶς Δουλᾶς ὁ μαθητὴς τοῦ ἀββᾶ Βισαρίωνος, ὅτι Ὁδευόντων ἡμῶν ποτε εἰς ὄχθαν τῆς θαλάσσης, ἐδίψησα, καὶ εἶπον τῷ ἀββᾷ Βισαρίωνι· Ἀββᾶ, διψῶ πάνυ. Καὶ ποιήσας εὐχὴν ὁ γέρων, λέγει μοι· Πίε ἐκ τῆς θαλάσσης. Καὶ ἐγλυκάνθη τὸ ὕδωρ, καὶ ἔπιον. Ἐγὼ δὲ ἤντλησα εἰς τὸ ἀγγεῖον, μήποτε παρ' ἐκεῖ διψήσω. Καὶ ἰδὼν ὁ γέρων, λέγει μοι· Διατί ἤντλησας; Λέγω αὐτῷ· Συγχώρησόν μοι, μήποτε παρ' ἐκεῖ διψήσω. Καὶ εἶπεν ὁ γέρων· Ὁ Θεὸς ὧδε, καὶ πάντη Θεός.
βʹ. Ἄλλοτε χρείας αὐτῷ γενομένης, ἐποίησεν εὐχὴν, καὶ διέβη τὸν Χρυσορόαν ποταμὸν πεζῇ, καὶ ἀπῆλθεν εἰς τὸ πέραν. Ἐγὼ δὲ θαυμάσας, μετενόησα αὐτῷ, λέγων· Πῶς ᾐσθάνου τοὺς πόδας σου ἐν τῷ περιπατεῖν σε εἰς τὸ ὕδωρ; Καὶ εἶπεν ὁ γέρων
· Ἕως τῶν ἀστραγάλων ᾐσθανόμην τοῦ ὕδατος· τὸ δὲ λοιπὸν ἦν στερεόν.
γʹ. Ἄλλοτε πάλιν ὑπαγόντων ἡμῶν πρός τινα γέροντα, ἦλθεν ὁ ἥλιος εἰς τὸ δῦναι. Καὶ εὐξάμενος ὁ γέρων εἶπε· Δέομαί σου, Κύριε, στήτω ὁ ἥλιος, ἕως οὗ φθάσω εἰς τὸν δοῦλόν σου. Καὶ ἐγένετο οὕτως.
δʹ. Ἄλλοτε πάλιν ἦλθον εἰς τὸ κελλίον αὐτοῦ καὶ εὗρον αὐτὸν ἑστηκότα εἰς εὐχὴν, καὶ αἱ χεῖρες αὐτοῦ ἐκτεταμέναι εἰς τὸν οὐρανόν· ἔμεινε δὲ ἐπὶ δεκατέσσαρας ἡμέρας τοῦτο ποιῶν. Καὶ μετὰ τοῦτο ἐφώνησέ με, καὶ εἶπέ μοι· Ἀκολούθει μοι. Καὶ ἐξελθόντες ἐπορεύθημεν εἰς τὴν ἔρημον. Καὶ διψήσας, εἶπον· Ἀββᾶ, διψῶ. Καὶ λαβὼν ὁ γέρων τὸ μηλωτάριόν μου ἀπῆλθεν ὡσεὶ λίθου βολήν· καὶ ποιήσας εὐχὴν ἤνεγκέ μοι αὐτὸ μεστὸν ὕδατος. Περιπατοῦντες δὲ ἤλθομεν κατά τινος σπηλαίου· καὶ εἰσελθόντες εὕρομέν τινα ἀδελφὸν καθεζόμενον καὶ ἐργαζόμενον σειρὰν, καὶ μὴ ἀνανεύοντα πρὸς ἡμᾶς, μήτε ἀσπαζόμενον, μήτε ὅλως θέλοντα συνάραι λόγον μεθ' ἡμῶν. Καὶ λέγει μοι ὁ γέρων· Ἄγωμεν ἐντεῦθεν· τάχα οὐ πληροφορεῖται ὁ γέρων λαλῆσαι ἡμῖν. Καὶ ὡδεύσαμεν εἰς τὴν Λυκὼ, ἕως ἤλθομεν εἰς τὸν ἀββᾶν Ἰωάννην. Καὶ ἀσπασάμενοι αὐτὸν ἐποιήσαμεν εὐχήν. Εἶτα ἐκάθισαν λαλεῖν περὶ τῆς θεωρίας ἧς εἶδε. Καὶ εἶπεν ὁ ἀββᾶς Βισαρίων, ὅτι ἀπόφασις ἐξῆλθεν ἵνα καθαιρεθῶσι τὰ ἱερά. Ἐγένετο δὲ οὕτως, καὶ καθῃρέθησαν. Ἐν δὲ τῷ ὑποστρέφειν ἡμᾶς, ἤλθομεν πάλιν κατὰ τοῦ σπηλαίου ὅπου εἴδομεν τὸν ἀδελφόν. Καὶ λέγει μοι ὁ γέρων· Εἰσέλθωμεν πρὸς αὐτὸν, μήπως ὁ Θεὸς ἐπληροφόρησεν αὐτὸν λαλῆσαι ἡμῖν. Καὶ ὡς εἰσήλθομεν, εὕρομεν αὐτὸν τελειωθέντα. Καὶ λέγει μοι ὁ γέρων· Δεῦρο, ἀδελφὲ, συστείλωμεν τὸ σῶμα αὐτοῦ· εἰς γὰρ τοῦτο ἔπεμψεν ἡμᾶς ὁ Θεὸς ὧδε. Συστελλόντων δὲ ἡμῶν εἰς τὸ θάψαι αὐτὸν, εὕρομεν ὅτι γυνὴ ἦν τῇ φύσει. Καὶ ἐθαύμασεν ὁ γέρων, καὶ εἶπεν· Ἴδε πῶς καὶ γυναῖκες καταπαλαίουσι τὸν Σατανᾶν, καὶ ἡμεῖς ἐν ταῖς πόλεσιν ἀσχημονοῦμεν. Καὶ δοξάσαντες τὸν Θεὸν τὸν ὑπερασπιστὴν τῶν ἀγαπώντων αὐτὸν, ἀνεχωρήσαμεν ἐκεῖθεν.
εʹ. Ἦλθέ τίς ποτε δαιμονιζόμενος εἰς τὴν Σκῆτιν, καὶ ἐγένετο εὐχὴ περὶ αὐτοῦ ἐν τῇ ἐκκλησίᾳ, καὶ οὐκ ἐξήρχετο ὁ δαίμων· ἦν γὰρ σκληρός. Καὶ λέγουσιν οἱ κληρικοί· Τί ἔχομεν ποιῆσαι τῷ δαίμονι τούτῳ; οὐδεὶς δύναται αὐτὸν ἐκβαλεῖν, εἰ μὴ ὁ ἀββᾶς Βισαρίων· καὶ ἐὰν αὐτὸν παρακαλέσωμεν, οὐδὲ εἰς τὴν ἐκκλησίαν ἔρχεται. Τοῦτο οὖν ποιήσωμεν· ἰδοὺ ἔρχεται πρωῒ πρὸ πάντων εἰς τὴν ἐκκλησίαν· ποιήσωμεν τὸν πάσχοντα καθευδῆσαι εἰς τὸν τόπον αὐτοῦ· καὶ ὅτε εἰσέρχεται, στῶμεν εἰς εὐχὴν, καὶ εἴπωμεν αὐτῷ· Ἐξύπνησον καὶ τὸν ἀδελφὸν, ἀββᾶ. Ἐποίησαν δὲ οὕτως, καὶ ἐλθόντος τοῦ γέροντος πρωῒ, ἐστάθησαν εἰς εὐχὴν, καὶ λέγουσιν αὐτῷ· Ἐξύπνησον καὶ τὸν ἀδελφόν. Καὶ εἶπεν αὐτῷ ὁ γέρων· Ἀνάστα, ἔξελθε ἔξω. Καὶ εὐθέως ἐξῆλθεν ἀπ' αὐτοῦ ὁ δαίμων, καὶ ἰάθη ἀπὸ τῆς ὥρας ἐκείνης.
ϛʹ. Εἶπεν ὁ ἀββᾶς Βισαρίων, ὅτι Τεσσαράκοντα νυχθήμερα ἔμεινα μέσον ῥάμνων, στήκων, μὴ κοιμώμενος.
ζʹ. Ἀδελφός τις ἁμαρτήσας ἐχωρίζετο ὑπὸ τοῦ πρεσβυτέρου ἐκ τῆς ἐκκλησίας. Ὁ δὲ ἀββᾶς Βισαρίων ἀναστὰς συνεξῆλθεν αὐτῷ, λέγων, ὅτι Κἀγὼ ἁμαρτωλός εἰμι.
ηʹ. Ὁ αὐτὸς ἀββᾶς Βισαρίων εἶπεν, ὅτι Τεσσαράκοντα ἔτη οὐκ ἔθηκα ἑαυτὸν ἐπιπλευρὸν, ἀλλὰ καθήμενος ἢστήκων ἐκοιμώμην.
θʹ. Ὁ αὐτὸς εἶπεν· Ὅταν ἐν εἰρήνῃ τυγχάνῃς καὶ οὐ πολεμῆσαι, τότε μᾶλλον ταπεινοῦ, μήπως χαρᾶς ἀλλοτρίας ἐπεισελθούσης καυχησώμεθα, καὶ παραδοθῶμεν εἰς πόλεμον. Πολλάκις γὰρ ὁ Θεὸς διὰ τὰς ἀσθενείας ἡμῶν οὐ συγχωρεῖ ἡμᾶς παραδοθῆναι, ἵνα μὴ ἀπολώμεθα.
ιʹ. Ἀδελφὸς συνοικῶν ἀδελφοῖς ἠρώτησε τὸν ἀββᾶν Βισαρίωνα· Τί ποιήσω; Λέγει αὐτῷ ὁ γέρων· Σιώπα, καὶ μὴ μετρήσῃς ἑαυτόν.
ιαʹ. Ὁ ἀββᾶς Βισαρίων ἀποθνήσκων ἔλεγεν, ὅτι ὀφείλει εἶναι ὁ μοναχὸς, ὡς τὰ χερουβὶμ καὶ τὰ σεραφὶμ, ὅλος ὀφθαλμός.
ιβʹ. Διηγήσαντο οἱ μαθηταὶ τοῦ ἀββᾶ Βισαρίωνος, τὸν βίον αὐτοῦ οὕτως γεγενῆσθαι, ὡς ἕν τι τῶν ἀερίων πτηνῶν ἢ νηκτῶν ἢ χερσαίων ζώων, ἀταράχως καὶ ἀμερίμνως πάντα τὸν τῆς ζωῆς αὐτοῦ χρόνον διατελέσαντα. Οὐ γὰρ φροντὶς οἴκου παρ' αὐτοῦ ἐμελετᾶτο, οὐ τόπων ἐπιθυμία κεκρατηκέναι ἔδοξε τῆς τούτου ψυχῆς, οὐ κόρος τρυφῆς, οὐ κτίσις οἰκημάτων, οὐ βίβλων περιφοραί· ἀλλ' ὅλος δι' ὅλου τῶν τοῦ σώματος παθῶν ἐφάνη ἐλεύθερος, ἐλπίδι τῶν μελλόντων τρεφόμενος, καὶ πίστεως ὀχυρώματι βεβηκὼς, ἐκαρτέρει ὥσπερ αἰχμάλωτος ὧδε κἀκεῖσε, ἐν ψύχει καὶ γυμνότητι διαμένων, καὶ τῇ φλογὶ τοῦ ἡλίου διακαιόμενος αἴθριος πάντοτε· κρημνοῖς ἐρημιῶν ἑαυτὸν ὡς πλανώμενον περιπείρων, καὶ πλατείᾳ τῇ ἄμμου χώρᾳ ἀοικήτῳ πολλάκις ἑαυτὸν ὡς ἐν πελάγει φέρεσθαι εὐδοκήσας. Εἰ δὲ συμβεβήκει εἰς ἡμερότητα τόπων ἐλθεῖν, ἔνθα οἱ τῆς ὁμοτρόπου ζωῆς μοναχοὶ καὶ κοινὸν τὸν βίον ἔχουσιν, ἔξω θυρῶν καθεζόμενος ἔκλαιε, καὶ ὥσπερ ἐκ ναυαγίου τις ἀποῤῥιφεὶς ὠδύρετο. Εἶτα. ἐξελθών τις τῶν ἀδελφῶν, εἰ εὗρε τοῦτον, ὡς προσαίτην ἕνα τῶν ἐν τῷ κόσμῳ πτωχῶν καθήμενον, καὶ ἐγγίσας, ἐλεεινῶς φησιν αὐτῷ· Τί κλαίεις, ἄνθρωπε; εἰ δέῃ τινὸς τῶν ἀναγκαίων, κατὰ δύναμιν λήψῃ, μόνον εἰσελθὼν ἔνδον κοινώνησον ἡμῖν τραπέζης, παραμυθίας τυχών. Ὁ δὲ ἀπεκρίνατο, μὴ δύνασθαι ὑπὸ στέγην μεῖναι, πρὶν ἂν εὕρω τῆς ἐμῆς οἰκίας τὴν ὕπαρξιν· ἀπολωλεκέναι φήσας πολλὰ χρήματα διαφόροις τρόποις. Καὶ γὰρ πειραταῖς περιέπεσα, καὶ ναυαγίῳ ἐλήφθην, καὶ τῆς εὐγενείας μου ἐξέπεσον, ἄδοξος ἐξ ἐνδόξων γενόμενος. Ὁ δὲ πρὸς τὸν λόγον σχετλιάσας, εἰσελθὼν, καὶ ψωμὸν λαβὼν, παρέσχε, λέγων· Λάβε τοῦτον, πάτερ· τὰ δὲ ἄλλα σοι ὁ Θεὸς, ὡς λέγεις, ἀπονεμεῖ πατρίδα καὶ γένος, καὶ πλοῦτον ὃν ἔφης. Ὁ δὲ ἔτι μᾶλλον πενθῶν ἔβρυξε μέγα, ἐπιφθεγξάμενος· Οὐκ οἶδα εἰπεῖν εἰ δυνηθείην εὑρεῖν ἄπερ ζητῶ ἀπολέσας· ἀλλ' ἔτι μᾶλλον χαρίσομαι, κινδυνεύων ἀεὶ καθ' ἡμέραν εἰς θάνατον, ἀνοχὴν οὐκ ἔχων ἀπὸ τῶν ἀμέτρων ἐμοὶ συμφορῶν. Δεῖ γάρ με συνεχῶς ἀποπλανώμενον, τελειῶσαι τὸν δρόμον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου