Τρίτη, 31 Ιουλίου 2012

Περὶ τοῦ μεγάλου Βασιλείου


Περὶ τοῦ μεγάλου Βασιλείου
Ἔλεγέ τις τῶν γερόντων, ὅτι ὁ ἄγιος Βασίλειος ἐν κοινοβίῳ παραβαλὼν, μετὰ τὴν πρέπουσαν διδασκαλίαν λέγει τῷ ἡγουμένῳ· Ἔχεις ἀδελφὸν ὧδε ἔχοντα ὑπακοήν; Ὁ δὲ λέγει αὐτῷ· Πάντες δοῦλοί σού εἰσι, καὶ σπουδάζουσι σωθῆναι, δέσποτα. Πάλιν λέγει αὐτῷ· Ἔχεις ἐν ἀληθείᾳ τινὰ ἔχοντα ὑπακοήν; Ὁ δὲ ἤνεγκεν αὐτῷ ἕνα ἀδελφόν· καὶ ἐχρήσατο αὐτὸν εἰς τὸ ἄριστον ὑπηρέτην ὁ ἅγιος Βασίλειος. Μετὰ δὲ τὸ γεύσασθαι, ἔδωκεν αὐτῷ νίψασθαι· καὶ λέγει αὐτῷ ὁ ἄγιος Βασίλειος· Δεῦρο, κἀγὼ δώσω σοι νίψασθαι. Ὁ δὲ κατεδέξατο αὐτοῦ ἐπιχέοντος τὸ ὕδωρ. Καὶ λέγει αὐτῷ, ὅτι Ὅταν εἰσέρχωμαι εἰς τὸ ἱερατεῖον, δεῦρο ἵνα ποιήσω σε διάκονον. Καὶ τούτου γενομένου, ἐποίησεν αὐτὸν πρεσβύτερον· καὶ ἔλαβεν αὐτὸν μεθ' ἑαυτοῦ εἰς τὸ ἐπισκοπεῖον, διὰ τὴν ὑπακοὴν αὐτοῦ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου