Πέμπτη, 26 Ιουλίου 2012

Περὶ τοῦ ἀββᾶ Ἀβραάμ.


Περὶ τοῦ ἀββᾶ Ἀβραάμ.
αʹ. Ἔλεγον περί τινος γέροντος, ὅτι ἐποίησε πεντήκοντα ἔτη, μήτε ἄρτον ἐσθίων μήτε οἶνον πίνων ταχύ. Καὶ ἔλεγεν, ὅτι Ἀπέκτεινα τὴν πορνείαν καὶ τὴν φιλαργυρίαν καὶ τὴν κενοδοξίαν. Καὶ ἦλθε πρὸς αὐτὸν ὁ ἀββᾶς Ἀβραὰμ, ἀκούσας ὅτι εἶπε τοῦτο, καὶ λέγει αὐτῷ· Σὺ εἶπας τὸν λόγον τοῦτον; Καὶ λέγει· Ναί. Καὶ εἶπεν αὐτῷ ὁ ἀββᾶς Ἀβραάμ· Ἰδοὺ εἰσέρχῃ εἰς τὸ κελλίον σου, καὶ εὑρίσκεις εἰς τὸ ψιάθιόν σου γυναῖκα, δύνασαι λογίσασθαι ὅτι οὐκ ἔστι γυνή; Λέγει· Οὔ· ἀλλὰ πολεμῶ τῷ λογισμῷ, μὴ ἅψασθαι αὐτῆς. Λέγει οὖν ὁ ἀββᾶς Ἀβραάμ· Ἰδοὺ οὐκ ἀπέκτεινας, ἀλλὰ ζῇ τὸ πάθος, δέδεται δέ. Πάλιν ὡς περιπατεῖς, βλέπεις λίθους καὶ ὄστρακα, μέσον δὲ τούτων χρυσὸν, δύναται ἡ διάνοιά σου λογίσασθαι τοῦτο ὥσπερ ταῦτα; Λέγει· Οὐχί· ἀλλὰ πολεμῶ τῷ λογισμῷ μὴ λαβεῖν αὐτό. Καὶ λέγει ὁ γέρων· Ἰδοὺ ζῇ, ἀλλὰ δέδεται. Λέγει πάλιν ὁ ἀββᾶς Ἀβραάμ· Ἰδοὺ ἀκούεις περὶ δύο ἀδελφῶν, ὅτι ὁ εἷς ἀγαπᾷ σε, ὁ δὲ ἄλλος μισεῖ σε καὶ κακολογεῖ σε· ἐὰν ἔλθωσι πρὸς σὲ, τοὺς δύο ἐξ ἴσης ἔχεις; Λέγει· Οὐχί· ἀλλὰ πολεμῶ τῷ λογισμῷ, ἀγαθοποιῆσαι τῷ μισοῦντί με ὡς τῷ ἀγαπῶντί με. Λέγει αὐτῷ ὁ ἀββᾶς Ἀβραάμ· Ὥστε οὖν ζῶσι τὰ πάθη, μόνον δὲ δεσμοῦνται ὑπὸ τῶν ἁγίων.
βʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ἀβραὰμ, λέγων· Ἐὰν συμβῇ με πολλάκις φαγεῖν, τί ἐστι; Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπε· Τί λαλεῖς, ἀδελφέ; τοσαῦτα ἐσθίεις; ἢ δοκεῖς ὅτι εἰς ἅλωνα ἦλθες;
γʹ. Ἔλεγε περί τινος τῶν Σκητιωτῶν ὁ ἀββᾶς Ἀβραὰμ, ὅτι γραφεὺς ἦν, καὶ οὐκ ἤσθιεν ἄρτον. Ἦλθεν οὖν ἀδελφὸς παρακαλῶν αὐτὸν γράψαὶ αὐτῷ βιβλίον. Ὁ οὖν γέρων ἔχων τὸν νοῦν αὐτοῦ εἰς τὴν θεωρίαν, ἔγραψε παρὰ στίχους, καὶ οὐκ ἔστιξεν. Ὁ δὲ ἀδελφὸς λαβὼν καὶ θέλων στίξαι, εὗρε παρὰ λόγους. Καὶ λέγει τῷ γέροντι· Παρὰ στίχους ἐστὶν, ἀββᾶ. Λέγει αὐτῷ ὁ γέρων· Ὕπαγε, πρῶτον ποίησον τὰ γεγραμμένα, καὶ τότε ἔρχῃ καὶ γράφω σοι καὶ τὴν λοιπάδα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου