Κυριακή, 22 Ιουλίου 2012

Περὶ τοῦ ἀββᾶ Ἀχιλᾶ


Περὶ τοῦ ἀββᾶ Ἀχιλᾶ
αʹ. Παρέβαλόν ποτε τρεῖς γέροντες τῷ ἀββᾷ Ἀχιλᾷ, καὶ ὁ εἷς ἐξ αὐτῶν εἶχε φήμην κακήν. Εἶπε δὲ αὐτῷ εἷς τῶν γερόντων· Ἀββᾶ, ποίησόν μοι μίαν σαγήνην. Ὁ δὲ εἶπεν· Οὐ ποιῶ. Καὶ ὁ ἄλλος εἶπε· Ποίησον ἀγάπην, ἵνα ἔχωμέν σου μνημόσυνον εἰς τὴν μονήν. Ὁ δὲ ἔφη· Οὐ σχολάζω. Λέγει αὐτῷ ὁ ἄλλος ὁ ἔχων τὴν κακὴν φήμην· Ἐμοὶ ποίησον μίαν σαγήνην ἵνα ἐκ τῶν χειρῶν σου ἔχω, ἀββᾶ. Ὁ δὲ ἀποκριθεὶς εὐθέως εἶπεν αὐτῷ· Ἐγώ σοι ποιῶ. Καὶ εἶπον αὐτῷ κατ' ἰδίαν οἱ δύο γέροντες· Πῶς ἡμεῖς παρεκαλέσαμεν σε, καὶ οὐκ ἠθέλησας ἡμῖν ποιῆσαι, καὶ τούτῳ εἶπας· Ἐγώ σοι ποιῶ; Λέγει αὐτοῖς ὁ γέρων· Εἶπον ὑμῖν, Οὐ ποιῶ, καὶ οὐκ ἐλυπήθητε, ὡς μὴ σχολάζοντός μου· τούτῳ δὲ ἐὰν μὴ ποιήσω, ἐρεῖ, ὅτι Διὰ τὴν ἁμαρτίαν μου ἀκούσας ὁ γέρων οὐκ ἠθέλησε ποιῆσαι· καὶ εὐθέως κόπτομεν τὸ σχοινίον. Διήγειρα οὖν αὐτοῦ τὴν ψυχὴν, ἵνα
μὴ τῇ λύπῃ καταποθῇ ὁ τοιοῦτος.
βʹ. Εἶπεν ὁ ἀββᾶς Βητίμης, ὅτι Καταβαίνοντός μού ποτε εἰς Σκῆτιν, ἔδωκάν μοί τινες ὀλίγα μῆλα, ἵνα δώσω τοῖς γέρουσι. Καὶ ἔκρουσα εἰς τὸ κελλίον τοῦ ἀββᾶ Ἀχιλᾶ, ἵνα δώσω αὐτῷ. Ὁ δὲ ἔφη· Φύσει, ἀδελφὲ, οὐκ ἤθελον ἵνα κρούσῃς μοι ἄρτι, εἰ ἦν μάννα· μηδὲ εἰς ἄλλο κελλίον ἀπέλθῃς. Ἀνεχώρησα οὖν εἰς τὸ κελλίον μου, καὶ ἀνήνεγκα αὐτὰ εἰς τὴν ἐκκλησίαν.
γʹ. Ἦλθέ ποτε ὁ ἀββᾶς Ἀχιλᾶς εἰς τὸ κελλίον τοῦ ἀββᾶ Ἡσαΐου ἐν Σκήτει, καὶ εὗρεν αὐτὸν ἐσθίοντα· ἦν δὲ βαλὼν εἰς τὸ πινάκιν ἅλας καὶ ὕδωρ. Ἰδὼν δὲ αὐτὸν ὁ γέρων ὅτι ἔκρυψεν αὐτὸ ὀπίσω τῆς σειρᾶς, λέγει αὐτῷ· Εἰπέ μοι, τί ἤσθιες; Ὁ δὲ εἶπε· Συγχώρησόν μοι, ἀββᾶ, ὅτι θαλλία ἔκοπτον, καὶ ἀνῆλθον εἰς τὸ καῦμα, καὶ ἔβαλον εἰς τὸ στόμα μου ψωμὸν μετὰ ἅλατος· καὶ ἐξηράνθη ὁ φάρυγξ μου ἀπὸ τοῦ καύματος, καὶ οὐ κατέβαινεν ὁ ψωμός· διὰ τοῦτο, ἠναγκάσθην βαλεῖν μικρὸν ὕδωρ εἰς τὸ ἅλας, ἵνα οὕτως δυνηθῶ γεύσασθαι. Ἀλλὰ συγχώρησόν μοι. Καὶ λέγει ὁ γέρων· Δεῦτε, ἴδετε Ἡσαΐαν ζωμὸν ἐσθίοντα ἐν Σκήτει. Εἰ ζωμὸν θέλεις ἐσθίειν, ὕπαγε εἰς Αἴγυπτον.
δʹ. Παρέβαλέ τις τῶν γερόντων τῷ ἀββᾷ Ἀχιλᾷ, καὶ θεωρεῖ αὐτὸν ῥίψαντα αἷμα ἐκ τοῦ στόματος αὐτοῦ· καὶ ἠρώτησεν αὐτόν· Τί ἐστι τοῦτο, Πάτερ; Καὶ εἶπεν ὁ γέρων· ὅτι Λόγος ἐστὶν ἀδελφοῦ λελυπηκότος με, καὶ ἠγωνισάμην τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ, καὶ ἐδεήθην Θεοῦ ἵνα ἀρθῇ ἀπ' ἐμοῦ· καὶ γέγονεν ὁ λόγος ὡς αἷμα ἐν τῷ στόματί μου, καὶ ἔπτυσα αὐτὸν, καὶ ἀνεπάην, καὶ τὴν λύπην ἐπελαθόμην.
εʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἀμμώης, ὅτι Παρεβάλομεν ἐγὼ καὶ ὁ ἀββᾶς Βητίμης τῷ ἀββᾷ Ἀχιλᾷ, καὶ ἠκούσαμεν αὐτοῦ μελετῶντος τὸν λόγον τοῦτον· Μὴ φοβοῦ, Ἰακὼβ, καταβῆναι εἰς Αἴγυπτον. Καὶ ἐπὶ πολὺ ἔμεινε μελετῶν τὸν λόγον τοῦτον. Καὶ ὡς ἐκρούσαμεν, ἤνοιξεν ἡμῖν, καὶ ἐπηρώτησε· Πόθεν ἐστέ; Καὶ φοβηθέντες εἰπεῖν, Ἐκ τῶν Κελλίων, εἴπαμεν, Ἐκ τοῦ ὄρους τῆς Νιτρίας. Καὶ λέγει· Τί ὑμῖν ποιήσω ὅτι ἀπὸ μήκοθέν ἐστε; καὶ εἰσήγαγεν ἡμᾶς. Καὶ εὕρομεν αὐτὸν ἐργαζόμενον τὴν νύκτα πολλὴν σειρὰν, καὶ ἠρωτήσαμεν αὐτὸν εἰπεῖν ἡμῖν λόγον. Ὁ δὲ εἶπεν· Ἐγὼ ἀπὸ ὀψὲ ἕως ἄρτι ἔπλεξα εἴκοσιν ὀργυίας, καὶ φύσει οὐ χρῄζω αὐτῶν· ἀλλὰ μήπως ἀγανακτήσῃ ὁ Θεὸς, καὶ ἐγκαλέσῃ μοι, λέγων· Διατί δυνάμενος ἐργάσασθαι, οὐκ εἰργάσω; διὰ τοῦτο κοπιῶ, καὶ ποιῶ ὅλην τὴν δύναμίν μου. Καὶ ὠφεληθέντες ἀνεχωρήσαμεν.
ζʹ. Ἄλλοτε πάλιν μέγας γέρων παρέβαλε τῷ ἀββᾷ Ἀχιλᾷ ἀπὸ Θηβαΐδος, καὶ λέγει αὐτῷ· Ἀββᾶ πολεμοῦμαι εἰς σέ. Ὁ δὲ λέγει αὐτῷ· Ὕπαγε καὶ σὺ, γέρον, εἰς ἐμὲ ἄρτι πολεμῇ; Ὁ δὲ γέρων ἀπὸ ταπεινώσεως εἶπε· Ναὶ, ἀββᾶ. Ἦν δὲ ἐκεῖ ἐπὶ τῇ θύρᾳ καθήμενος γέρων τυφλὸς καὶ χωλός. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ἤθελον καθίσαι μικρὰς ἡμέρας, καὶ διὰ τὸν γέροντα τοῦτον οὐ δύναμαι καθίσαι. Ἀκούσας οὖν ὁ ἀββᾶς Ἀχιλᾶς, ἐθαύμασε τὴν ταπείνωσιν τοῦ γέροντος, καὶ ἔλεγεν· Αὕτη οὐκ ἔστι πορνεία, ἀλλὰ φθόνος ἐστὶ τῶν πονηρῶν δαιμόνων.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου