Τετάρτη, 18 Ιουλίου 2012

Περὶ τοῦ ἀββᾶ Ἀρσενίου.



Περὶ τοῦ ἀββᾶ Ἀρσενίου.
αʹ. Ὁ ἀββᾶς Ἀρσένιος, ἔτι ὢν ἐν τῷ παλατίῳ, εὔξατο τῷ Θεῷ λέγων· Κύριε, ὁδήγησόν με πῶς σωθῶ. Καὶ ἦλθεν αὐτῷ φωνὴ λέγουσα· Ἀρσένιε, φεῦγε τοὺς ἀνθρώπους, καὶ σώζῃ.
βʹ. Ὁ αὐτὸς ἀναχωρήσας ἐν τῷ μονήρει βίῳ, πάλιν εὔξατο, τὸν αὐτὸν λόγον εἰπών. Καὶ ἤκουσε φωνῆς λεγούσης αὐτῷ· Ἀρσένιε, φεῦγε, σιώπα, ἡσύχαζε· αὗται γάρ εἰσιν αἱ ῥίζαι τῆς ἀναμαρτησίας.
γʹ. Ἐπέστησάν ποτε τῷ ἀββᾷ Ἀρσενίῳ οἱ δαίμονες ἐν τῷ κελλίῳ θλίβοντες αὐτόν. Παραβαλόντες δὲ οἱ διακονοῦντες αὐτῷ, καὶ στάντες ἔξω τῆς κέλλης, ἤκουσαν αὐτοῦ βοῶντος πρὸς τὸν Θεὸν καὶ λέγοντος· Ὁ Θεὸς, μὴ ἐγκαταλίπῃς με· οὐδὲν ἐποίησα
ἐνώπιόν σου ἀγαθόν· ἀλλὰ δός μοι κατὰ τὴν χρηστότητά σου βαλεῖν ἀρχήν.
δʹ. Ἔλεγον περὶ αὐτοῦ, ὅτι ὥσπερ οὐδεὶς τοῦ παλατίου ἐφόρει βελτίονα αὐτοῦ ἐσθῆτα· οὕτως οὐδὲ εἰς τὴν Ἐκκλησίαν εὐτελεστέραν τις αὐτοῦ ἐφόρει.
εʹ. Εἶπέ τις τῷ μακαρίῳ Ἀρσενίῳ· Πῶς ἡμεῖς ἀπὸ τοσαύτης παιδεύσεως καὶ σοφίας οὐδὲν ἔχομεν, οὗτοι δὲ οἱ ἀγροῖκοι καὶ Αἰγύπτιοι τοσαύτας ἀρετὰς κέκτηνται; Λέγει αὐτῷ ὁ ἀββᾶς Ἀρσένιος· Ἡμεῖς ἀπὸ τῆς τοῦ κόσμου παιδεύσεως οὐδὲν ἔχομεν· οὗτοι δὲ οἱ ἀγροῖκοι καὶ Αἰγύπτιοι ἀπὸ τῶν ἰδίων πόνων ἐκτήσαντο τὰς ἀρετάς.
ϛʹ. Ἐρωτῶντός ποτε τοῦ ἀββᾶ Ἀρσενίου τινὰ γέροντα Αἰγύπτιον περὶ ἰδίων λογισμῶν, ἕτερος ἰδὼν αὐτὸν εἶπεν· Ἀββᾶ Ἀρσένιε, πῶς τοσαύτην παίδευσιν Ῥωμαϊκὴν καὶ Ἑλληνικὴν ἐπιστάμενος, τοῦτον τὸν ἀγροῖκον περὶ τῶν σῶν λογισμῶν ἐρωτᾷς; Ὁ δὲ εἶπε πρὸς αὐτόν· Τὴν μὲν Ῥωμαϊκὴν καὶ Ἑλληνικὴν ἐπίσταμαι παίδευσιν· τὸν δὲ ἀλφάβητον τοῦ ἀγροίκου τούτου οὔπω μεμάθηκα.
ζʹ. Παρέβαλέ ποτε ὁ μακάριος Θεόφιλος ἀρχιεπίσκοπος τῷ ἀββᾷ Ἀρσενίῳ, μετὰ ἄρχοντός τινος· ἠρώτα δὲ τὸν γέροντα, ἀκοῦσαι παρ' αὐτοῦ λόγον. Μικρὸν δὲ σιωπήσας ὁ γέρων, ἀπεκρίνατο πρὸς αὐτόν· Καὶ ἐὰν ὑμῖν εἴπω, φυλάσσετε; Οἱ δὲ συνέθεντο φυλάττειν. Καὶ εἶπεν αὐτοῖς ὁ γέρων· Ὅπου ἐὰν ἀκούσητε Ἀρσένιον, μὴ πλησιάσητε.
ηʹ. Ἄλλοτε πάλιν βουληθεὶς ὁ ἀρχιεπίσκοπος παραβαλεῖν αὐτῷ, ἀπέστειλε πρῶτον εἰδέναι εἰ ἀνοίγει ὁ γέρων. Καὶ ἐδήλωσεν αὐτῷ λέγων· Ἐὰν ἔλθῃς, ἀνοίγω σοι· καὶ ἐάν σοι ἀνοίξω, πᾶσιν ἀνοίγω· καὶ τότε οὐκέτι καθέζομαι ὧδε. Ταῦτα ἀκούσας ὁ ἀρχιεπίσκοπος εἶπεν· Εἰ διῶξαι αὐτὸν ἀπέρχομαι, οὐκ ἔτι ἀπέρχομαι πρὸς αὐτόν.
θʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ἀρσένιον ἀκοῦσαι παρ' αὐτοῦ λόγον. Καὶ εἶπεν αὐτῷ ὁ γέρων· Ὅση δύναμίς σοί ἐστιν, ἀγώνισαι, ἵνα ἡ ἔνδον σου ἐργασία κατὰ Θεὸν ᾗ, καὶ νικήσῃ τὰ ἔξω πάθη.
ιʹ. Εἶπε πάλιν· Ἐὰν τὸν Θεὸν ζητήσωμεν, φανήσεται ἡμῖν· καὶ ἐὰν αὐτὸν κατάσχωμεν, παραμενεῖ ἡμῖν.
ιαʹ. Εἶπέ τις τῷ ἀββᾷ Ἀρσενίῳ· Οἱ λογισμοί μου θλίβουσί με λέγοντες· Οὐ δύνασαι νηστεύειν οὐδὲ ἐργάσασθαι· κἂν ἐπισκέπτου τοὺς ἀσθενοῦντας· καὶ τοῦτο γὰρ ἀγάπη ἐστίν. Ὁ δὲ γέρων εἰδὼς τὰς σπορὰς τῶν δαιμόνων, λέγει αὐτῷ· Ὕπαγε, φάγε, πίε, κοιμῶ, καὶ μὴ ἐργάσῃ· μόνον τοῦ κελλίου μὴ ἀποστῇς. Ἤδει γὰρ ὅτι ἡ ὑπομονὴ τοῦ κελλίου φέρει τὸν μοναχὸν εἰς τὴν τάξιν αὐτοῦ.
ιβʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἀρσένιος, ὅτι ξένος μοναχὸς εἰς ἀλλοτρίαν χώραν μηδὲν μεσαζέτω. καὶ ἀναπαύεται.
ιγʹ. Εἶπεν ὁ ἀββᾶς Μάρκος τῷ ἀββᾷ Ἀρσενίῳ· Διατί φεύγεις ἡμᾶς; Λέγει αὐτῷ ὁ γέρων· Ὁ Θεὸς οἶδεν, ὅτι ἀγαπῶ ὑμᾶς· ἀλλ' οὐ δύναμαι εἶναι μετὰ τοῦ Θεοῦ καὶ μετὰ τῶν ἀνθρώπων. Αἱ ἄνω χιλιάδες καὶ μυριάδες ἓν θέλημα ἔχουσιν, οἱ δὲ ἄνθρωποι πολλὰ θελήματα ἔχουσιν. Οὐ δύναμαι οὖν ἀφεῖναι τὸν Θεὸν, καὶ ἐλθεῖν μετὰ τῶν ἀνθρώπων.
ιδʹ. Ἔλεγεν ὁ ἀββᾶς Δανιὴλ περὶ τοῦ ἀββᾶ Ἀρσενίου, ὅτι ὅλην τὴν νύκτα διετέλει ἀγρυπνῶν· καὶ ὅτε ἦλθε περὶ τὸ πρωῒ διὰ τὴν φύσιν καθευδῆσαι, ἔλεγε τῷ ὕπνῳ· Δεῦρο, κακὲ δοῦλε· καὶ ἥρπαζε μικρὸν καθεζόμενος, καὶ εὐθέως ἠγείρετο.
ιεʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἀρσένιος, ὅτι ἀρκετὸν τῷ μοναχῷ, ἵνα κοιμᾶται μίαν ὥραν, ἐὰν ᾖ ἀγωνιστής.
ιϛʹ. Ἔλεγον οἱ γέροντες, ὅτι ἐδόθη ποτὲ εἰς Σκῆτιν πρὸς ὀλίγα ἰσχάδια, καὶ ὡς μηδὲν ὄντα, οὐκ ἀπέστειλαν τῷ ἀββᾷ Ἀρσενίῳ, ὡς ἵνα μὴ ὕβριν πάθῃ. Ὁ δὲ γέρων ἀκούσας οὐκ ἦλθεν εἰς τὴν σύναξιν. λέγων· Ἀφορίσατέ με τοῦ μὴ δοῦναί μοι τὴν εὐλογίαν ἣν ἔπεμψεν ὁ Θεὸς τοῖς ἀδελφοῖς, ἣν οὐκ ἤμην ἄξιος λαβεῖν. Καὶ ἤκουσαν πάντες καὶ ὠφελήθησαν εἰς τὴν ταπείνωσιν τοῦ γέροντος. Καὶ ἀπελθὼν ὁ πρεσβύτερος ἀπήνεγκεν αὐτῷ τὰ ἰσχάδια, καὶ ἤνεγκεν αὐτὸν εἰς τὴν σύναξιν μετὰ χαρᾶς.
ιζʹ. Ἔλεγεν ὁ ἀββᾶς Δανιὴλ, ὅτι Τοσαῦτα ἔτη ἔμεινε μεθ' ἡμῶν, καὶ μόνον θαλλὶν σίτου ἐποιοῦμεν αὐτῷ τοῦ ἐνιαυτοῦ· καὶ ὅτε παρεβάλομεν αὐτῷ, ἐξ αὐτοῦ ἠσθίομεν.
ιηʹ. Ἔλεγε πάλιν περὶ τοῦ αὐτοῦ ἀββᾶ Ἀρσενίου, ὅτι εἰ μὴ ἅπαξ τοῦ ἐνιαυτοῦ οὐκ ἤλλασσε τὸ ὕδωρ τῶν βαΐων, ἀλλὰ μόνον προσετίθει· ἔπλεκε γὰρ σειρὰν καὶ ἔῤῥαπτεν ἕως ὥρας ἕκτης. Καὶ παρεκάλεσαν αὐτὸν οἱ γέροντες λέγοντες· Διατί οὐκ ἀλλάσσεις τὸ ὕδωρ τῶν βαΐων, ὅτι ὄζει; Καὶ εἶπεν αὐτοῖς· Ὅτι ἀντὶ τῶν θυμιαμάτων καὶ τῶν ἀρωμάτων ὧν ἀπέλαυσα ἐν τῷ κόσμῳ, χρὴ ἀπολαβεῖν με τὴν ὀσμὴν ταύτην.
ιθʹ. Εἶπε πάλιν, ὅτι ὡς ἤκουεν ὅτι ἐτελέσθη πᾶν γένος ὀπώρας, ἔλεγεν ἀφ' ἑαυτοῦ· Φέρετέ μοι. Καὶ ἐγεύετο ἅπαξ μόνον ἀπὸ πάντων μικρὸν, εὐχαριστῶν τῷ Θεῷ.
κʹ. Ἠσθένησέ ποτε ὁ ἀββᾶς Ἀρσένιος εἰς Σκῆτιν, καὶ ἔχρῃζεν εἰς πρᾶγμα ἕως λίνου ἑνός· καὶ μὴ ἔχων ὅθεν ἀγοράσαι, ἔλαβε παρά τινος ἀγάπην, καὶ εἶπεν· Εὐχαριστῶ σοι, Κύριε, ὅτι ἠξίωσάς με λαβεῖν ἀγάπην διὰ τὸ ὄνομά σου.
καʹ. Ἔλεγον περὶ αὐτοῦ, ὅτι εἶχε τὸ διάστημα τοῦ κελλίου αὐτοῦ μίλια τριακονταδύο· οὐκ ἐξήρχετο δὲ ταχέως· ἄλλοι γὰρ ἐποίουν αὐτῷ τὸ διακόνημα. Ὅτε δὲ ἠρημώθη ἡ Σκῆτις, ἐξῆλθε κλαίων, καὶ ἔλεγεν· Ἀπώλεσεν ὁ κόσμος τὴν Ῥώμην, καὶ οἱ μοναχοὶ τὴν Σκῆτιν.
κβʹ. Ἠρώτησεν ὁ ἀββᾶς Μάρκος τὸν ἀββᾶν Ἀρσένιον λέγων· Καλὸν τὸν μὴ ἔχειν τινὰ ἐν τῷ κελλίῳ αὐτοῦ παράκλησιν; εἶδον γὰρ ἀδελφόν τινα ἔχοντα μικρὰ λάχανα, καὶ ἐκριζοῦντα αὐτά. Καὶ εἶπεν ὁ ἀββᾶς Ἀρσένιος· Καλὸν μέν ἐστιν, ἀλλὰ πρὸς τὴν ἕξιν τοῦ ἀνθρώπου· ἐὰν γὰρ μὴ ἔχῃ ἰσχὺν ἐν τῷ τοιούτῳ τρόπῳ, πάλιν φυτεύει ἄλλα.
κγʹ. Διηγήσατο ὁ ἀββᾶς Δανιὴλ ὁ μαθητὴς τοῦ ἀββᾶ Ἀρσενίου λέγων, ὅτι Εὑρέθην ποτὲ ἐγγὺς τοῦ ἀββᾶ Ἀλεξάνδρου· καὶ ἐκράτησεν αὐτὸν πόνος, καὶ ἥπλωσεν αὐτὸν ἄνω βλέπων διὰ τὸν πόνον. Συνέβη δὲ τὸν μακάριον Ἀρσένιον ἐλθεῖν τοῦ λαλῆσαι αὐτῷ· καὶ εἶδεν αὐτὸν ἡπλωμένον. Ὡς οὖν ἐλάλησε, λέγει αὐτῷ· Καὶ τίς ἦν κοσμικὸς ὃν εἶδον ὧδε; Λέγει αὐτῷ ὁ ἀββᾶς Ἀλέξανδρος· Ποῦ ἑώρακας αὐτόν; Καὶ εἶπεν· Ὡς κατηρχόμην ἀπὸ τοῦ ὄρους, προσέσχον ὧδε ἐπὶ τὸ σπήλαιον, καὶ εἶδόν τινα ἡπλωμένον ἄνω βλέποντα. Καὶ ἔβαλεν αὐτῷ μετάνοιαν λέγων· Συγχώρησόν μοι, ἐγὼ ἤμην· πόνος γάρ με κατέσχε. Καὶ λέγει αὐτῷ ὁ γέρων· Οὐκοῦν σὺ ἦς; καλῶς. Ἐγὼ ὑπενόησα ὅτι κοσμικός ἐστι, καὶ διὰ τοῦτο ἠρώτησα.
κδʹ. Ἄλλοτε εἶπεν ὁ ἀββᾶς Ἀρσένιος τῷ ἀββᾷ Ἀλεξάνδρῳ, ὅτι Ἂν ἀποσχίσῃς τὰ θαλλία σου, ἐλθὲ γεῦσαι μετ' ἐμοῦ· ἐὰν δὲ ἔλθωσι ξένοι, φάγε μετ' αὐτῶν. Ὁ οὖν ἀββᾶς Ἀλέξανδρος ὁμαλῶς εἰργάζετο καὶ ἐπιεικῶς. Καὶ ὡς γέγονεν ἡ ὥρα, ἀκμὴν εἶχε θαλλία· καὶ θέλων τηρῆσαι τὸν λόγον τοῦ γέροντος, ἀνέμεινε πληρῶσαι τὰ θαλλία. Ὁ οὖν ἀββᾶς Ἀρσένιος, ὡς εἶδεν ὅτι ἐχρόνισεν, ἐγεύσατο, λογισάμενος μήποτε ξένους ἔσχεν. Ὁ δὲ ἀββᾶς Ἀλέξανδρος ὡς ἐτέλεσεν ὀψὲ, ἀπῆλθε. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ξένους ἔσχες; Λέγει· Οὐχί. Εἶπε δὲ αὐτῷ· Πῶς οὖν οὐκ ἦλθες; Ὁ δὲ λέγει· Ὅτι εἶπές μοι, ὅταν ἀποσχίσῃς τὰ θαλλία σου, ἐλθέ· καὶ τηρῶν τὸν λόγον σου, οὐκ ἦλθον, ὅτι ἄρτι ἐπλήρωσα. Καὶ ἐθαύμασεν ὁ γέρων τὴν ἀκρίβειαν αὐτοῦ, καὶ λέγει αὐτῷ· Ταχύτερον κατάλυε, ἵνα καὶ τὴν σύναξίν σου βάλῃς, καὶ τοῦ ὕδατός σου μεταλάβῃς· εἰ δὲ μήγε, ταχέως ἔχει τὸ σῶμά σου ἀσθενῆσαι.
κεʹ. Παρέβαλέ ποτε ὁ ἀββᾶς Ἀρσένιος εἰς τόπον, καὶ ἦσαν ἐκεῖ κάλαμοι, καὶ ἐκινήθησαν ὑπὸ τοῦ ἀνέμου. Καὶ λέγει ὁ γέρων τοῖς ἀδελφοῖς· Τί ἐστιν ὁ σεισμὸς οὗτος; Καὶ λέγουσι· Κάλαμοί εἰσι. Λέγει οὖν αὐτοῖς ὁ γέρων· Φύσει ἐὰν κάθηταί τις ἐν ἡσυχίᾳ, ἀκούσει δὲ φωνὴν στρουθίου, οὐκ ἔχει ἡ καρδία τὴν αὐτὴν ἡσυχίαν· πόσῳ μᾶλλον ὑμεῖς ἔχοντες τὸν σεισμὸν τῶν καλάμων τούτων
κϛʹ. Ἔλεγεν ὁ ἀββᾶς Δανιὴλ, ὅτι τινὲς ἀδελφοὶ μέλλοντες ὑπάγειν εἰς Θηβαΐδα διὰ λινάρια, λέγουσι· Δι' ἀφορμῆς ἴδωμεν καὶ τὸν ἀββᾶν Ἀρσένιον. Καὶ εἰσῆλθεν ὁ ἀββᾶς Ἀλέξανδρος, καὶ εἶπε τῷ γέροντι· Ἀδελφοὶ ἐλθόντες ἀπὸ Ἀλεξανδρείας θέλουσί σε ἰδεῖν. Λέγει ὁ γέρων· Μάθε παρ' αὐτῶν δι' ἣν αἰτίαν παραγεγόνασι. Καὶ μαθὼν ὅτι εἰς Θηβαΐδα διὰ λινάρια ὑπάγουσιν, ἀπήγγειλε τῷ γέροντι. Λέγει καὶ αὐτός· Φύσει οὐ βλέπουσι τὸ πρόσωπον Ἀρσενίου, ὅτι δι' ἐμὲ οὐκ ἦλθον, ἀλλὰ διὰ τὸ ἔργον αὐτῶν. Ἀνάπαυσον αὐτοὺς, καὶ ἀπόλυσον ἐν εἰρήνῃ, εἰπὼν αὐτοῖς, ὅτι Ὁ γέρων οὐ δύναται ἀπαντῆσαι.
κζʹ. Ἀδελφός τις ἀπῆλθεν εἰς τὸ κελλίον τοῦ ἀββᾶ Ἀρσενίου ἐν Σκήτει, καὶ προσέσχε διὰ τῆς θυρίδος, καὶ θεωρεῖ τὸν γέροντα ὅλον ὡς πῦρ· ἦν δὲ ἄξιος ὁ ἀδελφὸς τοῦ ἰδεῖν. Καὶ ὡς ἔκρουσεν, ἐξῆλθεν ὁ γέρων, καὶ θεωρεῖ τὸν ἀδελφὸν ὡς ἔκθαμβον. Καὶ λέγει αὐτῷ· Ἔχεις πολλὴν ὥραν κρούων; μή τί ποτε εἶδες ὧδε; Καὶ εἶπε· Οὐχί. Καὶ λαλήσας αὐτὸν ἀπέλυσεν.
κηʹ. Καθημένου ποτε τοῦ ἀββᾶ Ἀρσενίου εἰς τὸν Κάνωπον, ἦλθε μία συγκλητικὴ παρθένος πλουσία σφόδρα καὶ φοβουμένη τὸν Θεὸν, ἀπὸ Ῥώμης ἰδεῖν αὐτόν· καὶ ὑπεδέξατο αὐτὴν Θεόφιλος ὁ ἀρχιεπίσκοπος· καὶ παρεκάλεσεν αὐτὸν, ἵνα πείσῃ τὸν γέροντα δέξασθαι αὐτήν. Καὶ ἐλθὼν πρὸς αὐτὸν παρεκάλεσε λέγων· Ἡ δεῖνα ἡ συγκλητικὴ ἦλθεν ἀπὸ Ῥώμης, καὶ θέλει σε ἰδεῖν. Ὁ δὲ γέρων οὐ κατεδέξατο ἀπαντῆσαι αὐτῇ. Ὡς οὖν ἀνηγγέλη αὐτῇ ταῦτα, κελεύει στρωθῆναι κτήνη, λέγουσα· Πιστεύω τῷ Θεῷ ἰδεῖν αὐτόν. Οὐ γὰρ ἄνθρωπον ἦλθον ἰδεῖν· εἰσὶ γὰρ καὶ ἐν τῇ πόλει ἡμῶν πολλοὶ ἄνθρωποι· ἀλλὰ προφήτην ἦλθον ἰδεῖν. Καὶ ὡς ἔφθασε περὶ τὴν κέλλαν τοῦ γέροντος, κατ' οἰκονομίαν Θεοῦ εὐκαίρησεν ὁ γέρων ἔξω τῆς κέλλης· καὶ ἰδοῦσα αὐτὸν προσέπεσε τοῖς ποσὶν αὐτοῦ. Ὁ δὲ ἤγειρεν αὐτὴν μετ' ὀργῆς· καὶ προσέσχεν αὐτῇ λέγων· Εἰ τὸ πρόσωπόν μου θέλεις ἰδεῖν, ἰδοὺ βλέπε. Ἡ δὲ ἀπὸ αἰσχύνης οὐ κατενόησε τὸ πρόσωπον αὐτοῦ. Καὶ λέγει αὐτῇ ὁ γέρων· Οὐκ ἤκουσας τὰ ἔργα μου; ταῦτα βλέπειν ἀναγκαῖόν ἐστι. Πῶς δὲ ἐτόλμησας τοσοῦτον ποιῆσαι πλοῦν; οὐκ οἶδας ὅτι γυνὴ εἶ; οὐκ ὀφείλεις ἐξέρχεσθαί πού ποτε; Ἢ ἵνα ἀπέλθῃς εἰς Ῥώμην, καὶ εἴπῃς ταῖς ἄλλαις γυναιξὶν, ὅτι Ἑώρακα Ἀρσένιον, καὶ ποιήσωσι τὴν θάλασσαν ὁδὸν γυναικῶν ἐρχομένων πρὸς μέ; Ἡ δὲ εἶπεν· Ἐὰν θέλῃ ὁ Κύριος, οὐκ ἀφῶ τινα ἐλθεῖν ὧδε· ἀλλ' εὔχου ὑπὲρ ἐμοῦ, καὶ μνημόνευέ μου διαπαντός. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῇ· Εὔχομαι τῷ Θεῷ, ἵνα ἐξαλείψῃ τὸ μνημόσυνόν σου ἐκ τῆς καρδίας μου. Καὶ ταῦτα ἀκούσασα, ἐξῆλθε τεταραγμένη. Καὶ ὡς ἦλθεν εἰς τὴν πόλιν, ἀπὸ τῆς λύπης ἔβαλε πυρέσσειν· καὶ ἀνηγγέλη τῷ μακαρίῳ Θεοφίλῳ τῷ ἀρχιεπισκόπῳ ὅτι ἀσθενεῖ. Καὶ ἐλθὼν πρὸς αὐτὴν, παρεκάλει μαθεῖν τί ἐστιν ὃ ἔχει. Ἡ δὲ εἶπεν αὐτῷ· Εἴθε μὴ ἀπήντησα ὧδε· εἶπον γὰρ τῷ γέροντι· Μνημόνευέ μου· καὶ εἶπέ μοι· Εὔχομαι τῷ Θεῷ, ἵνα ἐξαλειφθῇ τὸ μνημόσυνόν σου ἐκ τῆς καρδίας μου. Καὶ ἰδοὺ ἐγὼ ἀποθνήσκω ἐκ τῆς λύπης. Καὶ λέγει αὐτῇ ὁ ἀρχιεπίσκοπος· Οὐκ οἶδας ὅτι γυνὴ εἶ, καὶ διὰ τῶν γυναικῶν ὁ ἐχθρὸς πολεμεῖ τοὺς ἁγίους; διὰ τοῦτο εἶπεν ὁ γέρων· περὶ γὰρ τῆς ψυχῆς σου εὔχεται διαπαντός. Καὶ οὕτως ἐθεραπεύθη ὁ λογισμὸς αὐτῆς, καὶ ἀπῆλθε μετὰ χαρᾶς εἰς τὰ ἴδια.
κθʹ. Διηγήσατο ὁ ἀββᾶς Δανιὴλ περὶ τοῦ ἀββᾶ Ἀρσενίου, ὅτι ἦλθέ ποτε μαγιστριανὸς, φέρων αὐτῷ διαθήκην τινὸς συγκλητικοῦ συγγενοῦς αὐτοῦ, ὃς κατέλιπεν αὐτῷ κληρονομίαν πολλὴν σφόδρα· καὶ λαβὼν αὐτὴν, ἤθελε σχίσαι. Καὶ ἔπεσεν ὁ μαγιστριανὸς εἰς τοὺς πόδας αὐτοῦ, λέγων· Δέομαί σου, μὴ σχίσῃς αὐτὴν, ἐπεὶ αἴρεταί μου ἡ κεφαλή. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Ἀρσένιος· Ἐγὼ πρὸ ἐκείνου ἀπέθανον· αὐτὸς δὲ ἄρτι ἀπέθανε. Καὶ ἀντέπεμψεν αὐτὴν, μηδὲν δεξάμενος.
λʹ. Ἔλεγον πάλιν περὶ αὐτοῦ, ὅτι ὀψὲ σαββάτων ἐπιφωσκούσης Κυριακῆς, ἤφιε τὸν ἥλιον ὀπίσω αὐτοῦ, καὶ ἔτεινε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν εὐχόμενος, ἕως πάλιν ἔλαμψεν ὁ ἥλιος εἰς τὸ πρόσωπον αὐτοῦ· καὶ οὕτως ἐκαθέζετο.
λαʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἀρσενίου καὶ τοῦ ἀββᾶ Θεοδώρου τοῦ τῆς Φέρμης, ὅτι ὑπὲρ πάντας ἐμίσουν τὴν τῶν ἀνθρώπων δόξαν. Ὁ μὲν οὖν ἀββᾶς Ἀρσένιος οὐχ ὑπήντα ταχέως τινί· ὁ δὲ ἀββᾶς Θεόδωρος ὑπήντα μὲν, ἀλλὰ ὡς ῥομφαία ἦν.
λβʹ. Καθεζομένου ποτὲ τοῦ ἀββᾶ Ἀρσενίου ἐν τοῖς κάτω μέρεσι, καὶ ὀχλουμένου ἐκεῖσε, ἔδοξεν αὐτῷ καταλιπεῖν τὸ κελλίον. Μηδὲ δὲ ἐξ αὐτοῦ λαβὼν, οὕτως ἐπορεύθη μαθητὰς τοὺς Φαρανίτας Ἀλέξανδρον καὶ Ζώϊλον. Εἶπεν οὖν τῷ Ἀλεξάνδρῳ· Ἀναστὰς ἀνάπλευσον. Καὶ ἐποίησεν οὕτως. Καὶ τῷ Ζωΐλῳ εἶπε· Δεῦρο μετ' ἐμοῦ ἕως τοῦ ποταμοῦ, καὶ ζήτησόν μοι πλοῖον ἐπὶ τὴν Ἀλεξάνδρειαν καταπλέον, κα οὕτως ἀνάπλευσον καὶ σὺ πρὸς τὸν ἀδελφόν σου. Ὁ δὲ Ζώϊλος, ἐπὶ τῷ λόγῳ ταραχθεὶς, ἐσιώπησε. Καὶ οὕτως ἐχωρίσθησαν ἀπ' ἀλλήλων. Κατῆλθεν οὖν ὁ γέρων ἐπὶ τὰ μέρη Ἀλεξανδρείας, καὶ ἠσθένησεν ἀῤῥωστίαν μεγάλην. Οἱ δὲ τούτου διακονηταὶ εἶπον πρὸς ἀλλήλους· Μὴ ἄρα τις ἡμῶν ἐλύπησε τὸν γέροντα, καὶ διὰ τοῦτο ἐχωρίσθη ἀφ' ἡμῶν; Καὶ οὐχ εὗρον ἐν ἑαυτοῖς οὐδὲν, οὔτε ὅτι παρήκουσαν αὐτοῦ ποτε. Ὑγιάνας δὲ ὁ γέρων εἶπε· Πορεύσομαι πρὸς τοὺς ἐμοὺς Πατέρας. Καὶ οὕτως ἀναπλεύσας ἦλθεν εἰς τὴν Πέτραν ὅπου ἦσαν οἱ διακονηταὶ αὐτοῦ. Ὄντος δὲ αὐτοῦ πλησίον τοῦ ποταμοῦ, παιδίσκη τις Αἰθιόπισσα ἐλθοῦσα, ἥψατο τῆς μηλωτῆς αὐτοῦ. Ὁ δὲ γέρων ἐπετίμησεν αὐτῇ. Ἡ οὖν παιδίσκη εἶπεν αὐτῷ· Εἰ μοναχὸς εἶ, πορεύου εἰς τὸ ὄρος. Ὁ δὲ γέρων ἐπὶ τῷ λόγῳ κατανυγεὶς ἔλεγεν ἐν ἑαυτῷ· Ἀρσένιε, εἰ μοναχὸς εἶ, πορεύου εἰς τὸ ὄρος. Καὶ ἐπὶ τούτῳ ἀπήντησαν αὐτῷ ὅτε Ἀλέξανδρος καὶ Ζώϊλος· καὶ ἐπιπεσόντων αὐτῶν τοῖς ποσὶν αὐτοῦ, ἔῤῥιψεν ἑαυτὸν καὶ ὁ γέρων· καὶ ἔκλαυσαν ἀμφότεροι. Εἶπε δὲ ὁ γέρων· Οὐκ ἠκούσατε ὅτι ἠσθένησα; Καὶ εἶπον αὐτῷ· Ναί. Καὶ λέγει ὁ γέρων· Καὶ διατί οὐκ ἤλθετε ἰδεῖν με; Καὶ λέγει ὁ ἀββᾶς Ἀλέξανδρος ὅτι Ὁ χωρισμός σου ἀφ' ἡμῶν οὐ γέγονε πιθανὸς, καὶ πολλοὶ οὐκ ὠφελήθησαν, λέγοντες, ὅτι Εἰ μὴ παρήκουσαν τοῦ γέροντος, οὐκ ἂν ἐχωρίσθη ἐξ αὐτῶν. Λέγει αὐτοῖς· Πάλιν οὖν μέλλουσι λέγειν οἱ ἄνθρωποι, ὅτι Οὐχ εὗρεν ἡ περιστερὰ ἀνάπαυσιν τοῖς ποσὶν αὐτῆς, καὶ ἀνέστρεψε πρὸς τὸν Νῶε, εἰς τὴν κιβωτόν. Καὶ οὕτως ἐθεραπεύθησαν· καὶ ἔμεινε μετ' αὐτῶν ἕως τῆς τελευτῆς αὐτοῦ.
λγʹ. Εἶπεν ὁ ἀββᾶς Δανιὴλ, ὅτι Διηγήσατο ἡμῖν ὁ ἀββᾶς Ἀρσένιος ὡς περὶ ἄλλου τινός· τάχα δὲ αὐτὸς ἦν· ὅτι καθημένου τινὸς γέροντος εἰς τὸ κελλίον αὐτοῦ, ἦλθεν αὐτῷ φωνὴ λέγουσα· Δεῦρο, καὶ δείξω σοι τὰ ἔργα τῶν ἀνθρώπων. Καὶ ἀναστὰς ἐξῆλθε· καὶ ἀπήνεγκεν αὐτὸν εἰς τόπον τινὰ, καὶ ἔδειξεν Αἰθίοπα κόπτοντα ξύλα, καὶ ποιήσαντα φορτίον μέγα· ἐπειρᾶτο δὲ αὐτὸ βαστάσαι, καὶ οὐκ ἠδύνατο· καὶ ἀντὶ τοῦ ἆραι ἐξ αὐτοῦ, πάλιν ἔκοπτε ξύλα, καὶ προσετίθει τῷ φορτίῳ. Τοῦτο δὲ ἐπὶ πολὺ ἐποίει. Καὶ προβὰς ὀλίγον πάλιν ἔδειξεν αὐτῷ ἄνθρωπον ἱστάμενον ἐπὶ λάκκου, καὶ ἀντλοῦντα ὕδωρ ἐξ αὐτοῦ, καὶ μεταβάλλοντα εἰς δεξαμενὴν τετρημμένην, καὶ τὸ αὐτὸ ὕδωρ ἐκχέουσαν εἰς τὸν λάκκον. Καὶ λέγει αὐτῷ πάλιν· Δεῦρο, δείξω σοι ἄλλο. Καὶ θεωρεῖ ἱερὸν, καὶ δύο ἄνδρας καθημένους ἵπποις, καὶ βαστάζοντας ξύλον πλαγίως, ἕνα κατέναντι τοῦ ἑνός· ἤθελον δὲ διὰ τῆς πύλης εἰσελθεῖν, καὶ οὐκ ἠδύναντο, διὰ τὸ εἶναι τὸ ξύλον πλάγιον. Οὐκ ἐταπείνωσεν δὲ ὁ εἷς ἑαυτὸν ὀπίσω τοῦ ἑτέρου ἐνέγκαι τὸ ξύλον ἐπ' εὐθείας· καὶ διὰ τοῦτο ἔμειναν ἔξω τῆς πύλης. Οὗτοί εἰσι, φησὶν, οἱ βαστάζοντες ὡς δικαιοσύνης ζυγὸν μετὰ ὑπερηφανίας, καὶ οὐκ ἐταπεινώθησαν τοῦ διορθώσασθαι ἑαυτοὺς, καὶ πορευθῆναι τῇ ταπεινῇ ὁδῷ τοῦ Χριστοῦ· διὸ καὶ μένουσιν ἔξω τῆς βασιλείας τοῦ Θεοῦ. Ὁ δὲ κόπτων τὰ ξύλα ἄνθρωπός ἐστιν ἐν ἁμαρτίαις πολλαῖς· καὶ ἀντὶ τοῦ μετανοῆσαι, ἄλλας ἀνομίας προστιθεῖ ἐπάνω τῶν ἁμαρτιῶν αὐτοῦ. Καὶ ὁ τὸ ὕδωρ ἀντλῶν ἄνθρωπός ἐστι καλὰ μὲν ἔργα ποιῶν, ἀλλ' ἐπειδὴ εἶχεν ἐν αὐτοῖς πονηρὰν συμμιγὴν, ἐν τούτῳ ἀπώλεσε καὶ τὰ καλὰ αὐτοῦ ἔργα. Χρὴ οὖν νήφειν πάντα ἄνθρωπον εἰς τὰ ἕργα αὐτοῦ, ἵνα μὴ εἰς κενὸν κοπιάσῃ.
λδʹ. Ὁ αὐτὸς διηγήσατο, ὅτι ποτὲ ἦλθόν τινες τῶν Πατέρων ἀπὸ Ἀλεξανδρείας, ἰδεῖν τὸν ἀββᾶν Ἀρσένιον· καὶ ἦν εἷς ἐξ αὐτῶν θεῖος τοῦ παλαιοῦ Τιμοθέου ἀρχιεπισκόπου Ἀλεξανδρείας τοῦ λεγομένου ἀκτήμονος, καὶ εἶχεν ἕνα ἐκ τῶν τεκναδέλφων αὐτοῦ. Εἶχε δὲ τότε ὁ γέρων ἀσθένειαν, καὶ οὐκ ἠθέλησεν ἀπαντῆσαι αὐτοῖς, ἵνα μὴ καὶ ἄλλοι ἔλθωσι καὶ παρενοχλήσωσιν αὐτόν. Ἦν δὲ τότε εἰς τὴν Πέτραν τῆς Τρώης. Καὶ ἀνέκαμψαν λυπούμενοι. Συνέβη δὲ ἐπίστασιν βαρβάρων γενέσθαι, καὶ θέλων ἔμεινεν ἐν τοῖς κάτω μέρεσι. Καὶ ἀκούσαντες πάλιν ἦλθον ἰδεῖν αὐτόν. Καὶ μετὰ χαρᾶς προσελάβετο αὐτούς. Καὶ λέγει αὐτῷ ὁ ἀδελφὸς ὃς ἦν μετ' αὐτῶν· Οὐκ οἶδας, ἀββᾶ, ὅτι ἤλθομεν παραβαλεῖν σοι εἰς Τρώην, καὶ οὐκ ἐδέξω ἡμᾶς; Καὶ λέγει αὐτῷ ὁ γέρων· Ὑμεῖς ἐγεύσασθε ἄρτου καὶ ἐπίετε ὕδωρ· φύσει δὲ ἐγὼ, τέκνον, οὔτε ἄρτου οὔτε ὕδατος ἐγευσάμην, οὔτε μὴν ἐκάθισα, κολάζων ἐμαυτὸν, ἕως οὗ ἐδοκίμασα ὅτι ἐφθάσατε εἰς τὸν τόπον ὑμῶν. ὅτι δι' ἐμὲ καὶ ὑμεῖς ἐσκύλητε· ἀλλὰ συγχωρήσατέ μοι, ἀδελφοί. Καὶ παρακληθέντες ἀνεχώρησαν.
λεʹ. Ὁ αὐτὸς ἔλεγεν, ὅτι Ἐκάλεσέ με μίαν ὁ ἀββᾶς Ἀρσένιος, καὶ λέγει μοι· Ἀνάπαυσον τὸν πατέρα σου, ἵνα ὅταν ἀπέλθῃ πρὸς Κύριον, παρακαλέσῃ ὑπὲρ σοῦ, καὶ εὖ σοι γένηται.
λϛʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἀρσενίου, ὅτι, ἀσθενήσαντος αὐτοῦ ποτε εἰς Σκῆτιν, ἀπῆλθεν ὁ πρεσβύτερος, καὶ ἤνεγκεν αὐτὸν εἰς τὴν ἐκκλησίαν, καὶ ἔθηκεν αὐτὸν εἰς χαλάδριον, μικρὸν προσκεφάλαιον πρὸς τῇ κεφαλῇ αὐτοῦ. Καὶ ἰδοὺ εἷς τῶν γερόντων ἐλθὼν ἐπισκέψασθαι αὐτὸν, καὶ ἰδὼν αὐτὸν εἰς τὸ χαλάδριον, καὶ τὸ προσκεφάλαιον ὑποκάτω αὐτοῦ, ἐσκανδαλίσθη, λέγων· Οὗτός ἐστιν ὁ ἀββᾶς Ἀρσένιος; καὶ εἰς ταῦτα ἀνάκειται; Λαβὼν δὲ αὐτὸν πρεσβύτερος κατ' ἰδίαν, λέγει αὐτῷ· Τί ἦν τὸ ἔργον σου ἐν τῇ κώμῃ σου; Ὁ δὲ εἶπε· Ποιμὴν ἤμην. Πῶς οὖν, φησὶ, διῆγες τὸν βίον σου; Ὁ δὲ ἔφη· Ἐν πολλῷ κόπῳ διῆγον. Καὶ λέγει αὐτῷ· Νῦν οὖν πῶς διάγεις ἐν τῷ κελλίῳ; Ὁ δὲ ἔφη· Μᾶλλον ἀναπαύομαι. Καὶ λέγει αὐτῷ· Βλέπεις τοῦτον τὸν ἀββᾶν Ἀρσένιον; πατὴρ βασιλέων ὑπῆρχεν ὢν ἐν τῷ κόσμῳ, καὶ χίλιοι δοῦλοι χρυσόζωνοι καὶ ὅλοι μανιάκια καὶ ὁλοσήρικα φοροῦντες παρειστήκεισαν αὐτῷ· πολύτιμα δὲ στρώματα ὑποκάτω αὐτοῦ ἦν· σὺ δὲ ποιμὴν ὢν, οὐκ εἶχες ἐν τῷ κόσμῳ ἣν νῦν ἔχεις ἀνάπαυσιν· καὶ οὗτος τὴν τρυφὴν ἣν εἶχεν ἐν τῷ κόσμῳ, ὧδε οὐκ ἔχει. Ἰδοὺ οὖν σὺ ἀναπαύῃ, κἀκεῖνος θλίβεται. Ὁ δὲ ἀκούσας ταῦτα, κατενύγη, καὶ ἔβαλε μετάνοιαν, λέγων· Συγχώρησόν μοι, ἀββᾶ, ἡμάρτηκα· ἀληθῶς γὰρ αὕτη ἐστὶν ἡ ἀληθινὴ ὁδὸς, ὅτι οὗτος ἦλθεν εἰς ταπείνωσιν, ἐγὼ δὲ εἰς ἀνάπαυσιν. Καὶ ὠφεληθεὶς ὁ γέρων ἀνεχώρησεν.
λζʹ. Ἦλθέ τις τῶν Πατέρων πρὸς τὸν ἀββᾶν Ἀρσένιον· καὶ ὡς ἔκρουσε τὴν θύραν, ἀνέῳξεν ὁ γέρων, νομίζων ὅτι διακονητὴς αὐτοῦ ἐστι. Καὶ ὡς εἶδεν αὐτὸν ἄλλον, ἔπεσεν ἐπὶ πρόσωπον. Ὁ δὲ λέγει αὐτῷ· Ἀνάστα, ἀββᾶ, ἵνα σε ἀσπάσωμαι. Καὶ ἔφη αὐτῷ ὁ γέρων· Οὐκ ἐγείρομαι ἐὰν μὴ ἀναχωρήσῃς. Καὶ ἐπὶ πολὺ παρακληθεὶς οὐκ ἀνέστη ἕως οὗ ἀνεχώρησεν.
ληʹ. Ἔλεγον περί τινος ἀδελφοῦ ἐλθόντος ἰδεῖν εἰς Σκῆτιν τὸν ἀββᾶν Ἀρσένιον, ὅτι ἐλθὼν εἰς τὴν ἐκκλησίαν, παρεκάλει τοὺς κληρικοὺς συντυχεῖν τῷ ἀββᾷ Ἀρσενίῳ. Ἔλεγον οὖν αὐτῷ· Ἀναπαύου μικρὸν, ἀδελφὲ, καὶ βλέπεις αὐτόν. Ὁ δὲ ἔφη· Οὐ γεύομαί τινος, ἐὰν μὴ αὐτῷ ἀπαντήσω. Ἔπεμψαν οὖν ἀδελφὸν καταστῆσαι αὐτὸν, ὅτι μακρὰν ἦν ἡ κέλλα αὐτοῦ. Καὶ κρούσαντες τὴν θύραν εἰσῆλθον, καὶ ἀσπασάμενοι τὸν γέροντα ἐκάθησαν σιωπῶντες. Εἶπεν οὖν ὁ ἀδελφὸς ὁ τῆς Ἐκκλησίας· Ἐγὼ ὑπάγω, εὔξασθε ὑπὲρ ἐμοῦ. Ὁ δὲ ἀδελφὸς ὁ ξένος, μὴ εὑρὼν παῤῥησίαν πρὸς τὸν γέροντα, εἶπε τῷ ἀδελφῷ· Ἔρχομαι κἀγὼ μετὰ σοῦ. Καὶ ἐξῆλθον ὁμοῦ. Παρεκάλεσεν οὖν αὐτὸν, λέγων· Λάβε με καὶ πρὸς τὸν ἀββᾶν Μωσῆν τὸν ἀπὸ λῃστῶν. Καὶ ἐλθόντων αὐτῶν πρὸς αὐτὸν, ἐδέξατο αὐτοὺς μετὰ χαρᾶς, καὶ φιλοφρονήσας αὐτοὺς ἀπέλυσε. Καὶ λέγει αὐτῷ ὁ ἀδελφὸς ὁ ἐνεγκὼν αὐτόν· Ἰδοὺ ἀπένεγκά σε πρὸς τὸν ξενικὸν καὶ πρὸς τὸν Αἰγύπτιον. Τίς ἐκ τῶν δύο ἤρεσέ σοι; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἐμοὶ τέως ὁ Αἰγύπτιος ἤρεσεν. Ἀκούσας δέ τις τῶν Πατέρων ταῦτα εὔξατο τῷ Θεῷ, λέγων· Κύριε, δεῖξόν μοι τὸ πρᾶγμα τοῦτο ὅτι ὃς μὲν φεύγει διὰ τὸ ὄνομά σου· ὃς δὲ ἐναγκαλίζεται διὰ τὸ ὄνομά σου. Καὶ ἰδοὺ ἐδείχθη αὐτῷ δύο πλοῖα μεγάλα ἐν τῷ ποταμῷ, καὶ θεωρεῖ τὸν ἀββᾶν Ἀρσένιον καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ πλέον ἐν ἡσυχίᾳ εἰς ἕνα· καὶ ὁ ἀββᾶς Μωσῆς καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ πλέοντες εἰς ἕνα, καὶ ἐψώμιζον αὐτὸν μελικηρίδας.
λθʹ. Ἔλεγεν ὁ ἀββᾶς Δανιὴλ, ὅτι μέλλων τελευτᾷν ὁ ἀββᾶς Ἀρσένιος, παρήγγειλεν ἡμῖν λέγων· Μὴ φροντίσητε ποιεῖν ἀγάπας ὑπὲρ ἐμοῦ· ἐγὼ γὰρ εἰ ἐποίησα ἐμαυτῷ ἀγάπην, ταύτην ἔχω εὑρεῖν.
μʹ. Μέλλοντος τελευτᾷν τοῦ ἀββᾶ Ἀρσενίου, ἐταράχθησαν οἱ μαθηταὶ αὐτοῦ. Καὶ λέγει αὐτοῖς· Οὔπω ἦλθεν ἡ ὥρα· ὅτε δὲ ἔλθῃ ὥρα, λέγω ὑμῖν. Κριθῆναι δὲ ἔχω μεθ' ὑμῶν ἐπὶ τοῦ βήματος τοῦ φοβεροῦ, ἐὰν δῶτε τὸ λείψανόν μού τινι. Οἱ δὲ εἶπον· Τί οὖν ποιήσομεν, ὅτι οὐκ οἴδαμεν ἐνταφιάσαι; Καὶ λέγει αὐτοῖς ὁ γέρων· Οὐκ οἴδατε βαλεῖν σχοινίον εἰς τὸν πόδα μου, καὶ ἆραί με εἰς τὸ ὅρος; Οὗτος δὲ ὁ λόγος τοῦ γέροντος ἦν· Ἀρσένιε, διὸ ἐξῆλθες; λαλήσας, πολλάκις μετεμελήθην, σιωπήσας δὲ οὐδέποτε. Ὡς δὲ ἐγγὺς ἦν τοῦ τελευτᾷν, εἶδον αὐτὸν οἱ ἀδελφοὶ κλαίοντα· καὶ λέγουσιν αὐτῷ· Ἐν ἀληθείᾳ καὶ σὺ φοβῇ, Πάτερ; Καὶ εἶπεν αὐτοῖς· Ἐν ἀληθείᾳ, ὁ φόβος ὁ νῦν μετ' ἐμοῦ ἐν τῇ ὥρᾳ ταύτῃ, μετ' ἐμοῦ ἐστιν ἀφ' οὗ ἐγενόμην μοναχός. Καὶ οὕτως ἐκοιμήθη.
μαʹ. Ἔλεγον δὲ ὅτι ὅλον τὸν χρόνον τῆς ζωῆς αὐτοῦ, καθεζόμενος εἰς τὸ ἐργόχειρον αὐτοῦ, ῥάκκος εἶχεν ἐν τῷ κόλπῳ, χάριν τῶν δακρύων τῶν πιπτόντων ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ. Ἀκούσας δὲ ὁ ἀββᾶς Ποιμὴν ὅτι ἐκοιμήθη, δακρύσας εἶπε· Μακάριος εἶ, ἀββᾶ Ἀρσένιε, ὅτι ἔκλαυσας ἑαυτὸν εἰς τὸν ὧδε κόσμον. Ὁ γὰρ μὴ κλαίων ἑαυτὸν ὧδε, αἰωνίως ἐκεῖ κλαύσεται. Εἴτε οὖν ὧδε ἑκὼν, εἴτε ἐκεῖ ἀπὸ βασάνων, ἀδύνατον μὴ κλαῦσαι.
μβʹ. Διηγήσατο δὲ ὁ ἀββᾶς Δανιὴλ περὶ αὐτοῦ, ὅτι οὐδέποτε ἤθελε λαλεῖν τι ζήτημα ἐκ τῆς Γραφῆς, καίπερ δυνάμενος λαλῆσαι εἰ ἤθελεν· ἀλλ' οὐδὲ ἐπιστολὴν ταχέως ἔγραφεν. Ὅτε δὲ ἤρχετο εἰς τὴν ἐκκλησίαν διὰ χρόνου, ὀπίσω τοῦ στύλου ἐκαθέζετο, ἵνα μηδεὶς ἰδῇ τὸ πρόσωπον αὐτοῦ, μηδὲ αὐτὸς ἄλλῳ πρόσχῃ. Ἦν δὲ τὸ εἶδος αὐτοῦ, ἀγγελικὸν, ὥσπερ τοῦ Ἰακώβ· ὁλοπόλιος, ἀστεῖος τῷ σώματι· ξηρὸς δὲ ὑπῆρχεν· εἶχε δὲ τὸ πώγωνα μέγαν φθάνοντα ἕως τῆς κοιλίας· αἱ δὲ τρίχες τῶν ὀφθαλμῶν αὐτοῦ ἔπεσον ἀπὸ τοῦ κλαυθμοῦ· μακρὸς δὲ ἦν, ἀλλ' ἐκυρτώθη ἀπὸ τοῦ γήρως. Ἐγένετο δὲ ἐτῶν ἐνενήκοντα πέντε. Ἐποίησε δὲ εἰς τὸ παλάτιον τοῦ τῆς θείας μνήμης Θεοδοσίου τοῦ μεγάλου ἔτη τεσσαράκοντα, πατὴρ γενόμενος τῶν θειοτάτων Ἀρκαδίου καὶ Ὁνωρίου· καὶ ἐν τῇ Σκήτει ἐποίησεν ἔτη τεσσαράκοντα· καὶ δέκα εἰς Τρώην τῆς ἄνω Βαβυλῶνος κατέναντι Μέμφεως· καὶ τρία ἔτη εἰς τὸν Κάνωπον Ἀλεξανδρείας· καὶ τὰ ἄλλα δύο ἔτη, ἦλθε πάλιν εἰς Τρώην, καὶ ἐκεῖ ἐκοιμήθη, τελέσας ἐν εἰρήνῃ καὶ ἐν φόβῳ Θεοῦ τὸν δρόμον αὐτοῦ· ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος ἁγίου καὶ πίστεως. Κατέλιπε δέ μοι τὸν χιτῶνα αὐτοῦ τὸν δερμάτινον, καὶ τρίχινον καμάσιν λευκὸν, καὶ σανδάλια σεβένινα. Καὶ ἐγὼ ἀνάξιος ἐφόρεσα αὐτὰ, ἵνα εὐλογηθῶ.
μγʹ. Διηγήσατο πάλιν ὁ ἀββᾶς Δανιὴλ περὶ τοῦ ἀββᾶ Ἀρσενίου, ὅτι ποτὲ ἐκάλεσε τοὺς Πατέρας μου, τόν τε ἀββᾶν Ἀλέξανδρον καὶ Ζώϊλον· καὶ ταπεινῶν ἑαυτὸν εἶπεν αὐτοῖς· Ἐπειδὴ οἱ δαίμονες πολεμοῦσί με, καὶ οὐκ οἶδα εἰ κλέπτουσί με ἐν ὕπνῳ, ἀλλὰ τὴν νύκτα ταύτην κοπιάσατε μετ' ἐμοῦ, καὶ τηρήσατέ με εἰ νυστάζω ἐν τῇ ἀγρυπνίᾳ· Καὶ ἐκάθισεν εἷς ἐκ δεξιῶν αὐτοῦ, καὶ εἷς ἐξ εὐωνύμων, ἀπὸ ὀψὲ σιωπῶντες. Καὶ εἶπον οἱ Πατέρες μου, ὅτι Ἡμεῖς ἐκοιμήθημεν καὶ ἀνέστημεν, καὶ οὐκ ᾐσθάνθημεν αὐτὸν νυστάξαντα. Καὶ ἐπὶ τὸ πρωῒ (ὁ Θεὸς οἶδεν εἰ ἀφ' ἑαυτοῦ ἐποίησεν, ἵνα νοήσωμεν ὅτι ἐνύσταξεν, ἢ κατὰ ἀλήθειαν ἡ φύσις τοῦ ὕπνου ἦλθεν) ἐφύσησε τρεῖς πνοὰς, καὶ εὐθέως ἀνέστη λέγων· Ἐνύσταξα, ναί. Καὶ ἀπεκρίθημεν ἡμεῖς, λέγοντες· Οὐκ οἴδαμεν. 
μδʹ. Ἦλθόν ποτε γέροντες πρὸς τὸν ἀββᾶν Ἀρσένιον, καὶ πολλὰ παρεκάλεσαν ἵνα συντύχωσιν αὐτῷ. Ὁ δὲ ἤνοιξεν αὐτοῖς. Καὶ παρεκάλεσαν αὐτὸν εἰπεῖν αὐτοῖς λόγον περὶ τῶν ἡσυχαζόντων καὶ μηδενὶ ἀπαντώντων. Λέγει αὐτοῖς ὁ γέρων· Ὅταν ἡ παρθένος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς ᾖ, πολλοὶ θέλουσιν αὐτῇ μνηστευθῆναι· ἐπὰν δὲ λάβῃ ἄνδρα, οὐ πᾶσιν ἀρέσκει· οἱ μὲν ἐξουθενοῦσιν, ἄλλοι δὲ ἐπαινοῦσι· καὶ οὐχ οὕτως ἔχει τιμὴν ὡς τὸ πρῶτον, ὅτε ἦν κεκρυμμένη. Οὕτως καὶ τὰ τῆς ψυχῆς· ἀφ' ὅτε δημοσιεύεται, οὐ πάντας δύναται πληροφορῆσαι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου