Κυριακή, 29 Ιουλίου 2012

Περὶ τοῦ ἀββᾶ Ἀμμωναθᾶ.


Περὶ τοῦ ἀββᾶ Ἀμμωναθᾶ.
Ἦλθέ ποτέ τις ἄρχων εἰς τὸ Πηλούσιον, καὶ ἤθελεν ἀπαιτῆσαι ἐπικεφάλαια τοὺς μοναχοὺς, καθάπερ καὶ τοὺς κοσμικούς. Καὶ συνήχθησαν ὅλοι οἱ ἀδελφοὶ πρὸς τὸν ἀββᾶν Ἀμμωναθᾶν περὶ τούτου, καὶ ἐψηφίσαντό τινας τῶν Πατέρων ἀνελθεῖν πρὸς τὸν βασιλέα. Καὶ λέγει αὐτοῖς ὁ ἀββᾶς Ἀμμωναθᾶς· Οὐ χρεία τοῦ σκυλμοῦ τούτου· ἀλλὰ μᾶλλον ἡσυχάσατε εἰς τὰ κελλία ὑμῶν, καὶ νηστεύσατε δύο ἑβδομάδας, καὶ τῇ χάριτι τοῦ Χριστοῦ ἐγὼ μόνος ποιῶ τὸ πρᾶγμα. Καὶ ἀπῆλθον οἱ ἀδελφοὶ εἰς τὰ κελλία ἑαυτῶν· καὶ ὁ γέρων ἡσύχασεν εἰς τὸ ἴδιον κελλίον. Ὡς οὖν ἐπληρώθησαν δεκατέσσαρες ἡμέραι, ἐλυπήθησαν οἱ ἀδελφοὶ κατὰ τοῦ γέροντος, ὅτι οὐκ εἶδον αὐτὸν πώποτε κινηθέντα, καὶ ἔλεγον· Κατήργησεν ὁ γέρων τὸ πρᾶγμα ἡμῶν. Τῇ δὲ πεντεκαιδεκάτῃ ἡμέρᾳ συνήχθησαν οἱ ἀδελφοὶ κατὰ τὰς συνταγάς· καὶ ὁ γέρων ἦλθε πρὸς αὐτοὺς ἔχων τὴν Σάκραν ὑπὸ τοῦ βασιλέως ἐσφραγισμένην. Ἰδόντες δὲ οἱ ἀδελφοὶ ἐξέστησαν, λέγοντες· Πότε ταύτην ἤνεγκας, ἀββᾶ; Καὶ λέγει ὁ γέρων· Πιστεύσατέ μοι, ἀδελφοὶ, ὅτι ἐν ταύτῃ τῇ νυκτὶ ἀπῆλθον πρὸς τὸν βασιλέα, καὶ ἔγραψε τὴν Σάκραν ταύτην· καὶ ἐλθὼν εἰς Ἀλεξάνδρειαν ὑπέγραψα αὐτὴν παρὰ τῶν ἀρχόντων· καὶ οὕτως ἦλθον πρὸς ὑμᾶς. Ἀκούσαντες δὲ φοβήθησαν, καὶ ἔβαλον αὐτῷ μετάνοιαν· καὶ ἠνύσθη αὐτῶν τὸ πρᾶγμα, καὶ οὐκ ἠνώχλησεν αὐτοῖς ὁ ἄρχων.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου