Πέμπτη, 19 Ιουλίου 2012

Περὶ τοῦ ἀββᾶ Ἀντωνίου.


Περὶ τοῦ ἀββᾶ Ἀντωνίου.
αʹ. Ὁ ἅγιος ἀββᾶς Ἀντώνιος, καθεζόμενός ποτε ἐν τῇ ἐρήμῳ, ἐν ἀκηδίᾳ γέγονε καὶ πολλῇ σκοτώσει λογισμῶν· καὶ ἕλεγε πρὸς τὸν Θεόν· Κύριε, θέλω σωθῆναι, καὶ οὐκ ἐῶσί με οἱ λογισμοί· τί ποιήσω ἐν τῇ θλίψει μου; πῶς σωθῶ; Καὶ μικρὸν διαναστὰς ἐπὶ τὰ ἔξω, θεωρεῖ τινα ὁ Ἀντώνιος ὡς ἑαυτὸν, καθεζόμενον καὶ ἐργαζόμενον, εἶτα ἀνιστάμενον ἀπὸ τοῦ ἔργου καὶ προσευχόμενον, καὶ πάλιν καθεζόμενον καὶ τὴν σειρὰν πλέκοντα, εἶτα πάλιν εἰς προσευχὴν ἀνιστάμενον· ἦν δὲ ἄγγελος Κυρίου, ἀποσταλεὶς πρὸς διόρθωσιν καὶ ἀσφάλειαν Ἀντωνίου. Καὶ ἤκουσε τοῦ ἀγγέλου λέγοντος· Οὕτως ποίει, καὶ σώζῃ. Ὁ δὲ τοῦτο ἀκούσας, πολλὴν χαρὰν ἔσχε καὶ θάρσος, καὶ οὔτως ποιῶν ἐσώζετο.
βʹ. Ὁ αὐτὸς ἀββᾶς Ἀντώνιος, ἀτενίσας πρὸς τὸ βάθος τῶν τοῦ Θεοῦ κριμάτων, ᾔτησε λέγων· Κύριε, πῶς τινες ὀλιγόβιοι ἀποθνήσκουσι, τινὲς δὲ ὑπεργηρῶσι; καὶ διατί
τινὲς μὲν πένονται, ἄλλοι δὲ πλουτοῦσι; καὶ πῶς ἄδικοι μὲν πλουτοῦσι, δίκαιοι δὲ πένονται; Ἦλθε δὲ αὐτῷ φωνὴ λέγουσα· Ἀντώνιε, σεαυτῷ πρόσεχε· ταῦτα γὰρ κρίματα Θεοῦ εἰσι, καὶ οὐ συμφέρει σοι αὐτὰ μαθεῖν.
γʹ. Ἠρώτησέ τις τὸν ἀββᾶν Ἀντώνιον, λέγων· Τί φυλάξας τῷ Θεῷ εὐαρεστήσω; καὶ ἀποκριθεὶς ὁ γέρων εἶπεν· ἃ ἐντέλλομαί σοι φύλαξον· ὅπου δὲ ἂν ἀπέρχῃ, τὸν Θεὸν ἔχε πρὸ ὀφθαλμῶν σου πάντοτε· καὶ ὅπερ ἂν πράττεις, ἔχε ἐκ τῶν ἁγίων Γραφῶν τὴν μαρτυρίαν· καὶ ἐν οἵῳ δ' ἂν καθέζῃ τόπῳ, μὴ ταχέως κινοῦ. Τὰ τρία ταῦτα φύλαξον, καὶ σώζῃ.
δʹ. Εἶπεν ὁ ἀββᾶς Ἀντώνιος τῷ ἀββᾷ Ποιμένι, ὅτι Αὕτη ἐστὶν ἡ μεγάλη ἐργασία τοῦ ἀνθρώπου, ἵνα τὸ σφάλμα ἑαυτοῦ ἐπάνω ἑαυτοῦ βάλῃ ἐνώπιον τοῦ Θεοῦ, καὶ προσδοκήσῃ πειρασμὸν ἕως ἐσχάτης ἀναπνοῆς.
εʹ. Ὁ αὐτὸς εἶπεν· Οὐδεὶς ἀπείραστος δυνήσεται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἔπαρον γὰρ, φησὶ, τοὺς πειρασμοὺς, καὶ οὐδεὶς ὁ σωζόμενος.
ϛʹ. Ἠρώτησεν ὁ ἀββᾶς Παμβὼ τὸν ἀββᾶν Ἀντώνιον· Τί ποιήσω; Λέγει αὐτῷ ὁ γέρων· Μὴ ἔσο πεποιθὼς τῇ δικαιοσύνῃ σου, μηδὲ μεταμελοῦ ἐπὶ πράγματι παρελθόντι, καὶ ἐγκρατὴς γενοῦ γλώσσης καὶ κοιλίας.
ζʹ. Εἶπεν ὁ ἀββᾶς Ἀντώνιος· Εἶδον πάσας τὰς παγίδας τοῦ ἐχθροῦ ἡπλωμένας ἐπὶ τῆς γῆς· καὶ στενάξας εἶπον· Τίς ἄρα παρέρχεται ταύτας; Καὶ ἤκουσα φωνῆς λεγούσης μοι· Ἡ ταπεινοφροσύνη.
ηʹ. Εἶπε πάλιν, ὅτι Εἰσί τινες κατατρίψαντες τὰ ἐαυτῶν σώματα ἐν ἀσκήσει, καὶ διὰ τὸ μὴ ἐσχηκέ ναι αὐτοὺς διάκρισιν, μακρὰν τοῦ Θεοῦ γεγόνασιν.
θʹ. Εἶπεν πάλιν, ὅτι Ἐκ τοῦ πλησίον ἐστὶν ἡ ζωὴ καὶ ὁ θάνατος. Ἐὰν γὰρ κερδήσωμεν τὸν ἀδελφὸν, τὸν Θεὸν κερδαίνομεν· ἐὰν δὲ σκανδαλίσωμεν τὸν ἀδελφὸν, εἰς Χριστὸν ἁμαρτάνομεν.
ιʹ. Εἶπε πάλιν· Ὥσπερ οἱ ἰχθύες ἐγχρονίζοντες τῇ ξηρᾷ τελευτῶσιν, οὕτως καὶ οἱ μοναχοὶ, βραδύνοντες ἔξω τοῦ κελλίου, ἢ μετὰ κοσμικῶν διατρίβοντες, πρὸς τὸν τῆς ἡσυχίας τόνον ἐκλύονται. Δεῖ οὖν, ὥσπερ τὸν ἰχθὺν εἰς τὴν θάλασσαν, οὕτως καὶ ἡμᾶς εἰς τὸ κελλίον ἐπείγεσθαι, μήποτε βραδύνοντες ἔξω ἐπιλαθώμεθα τῆς ἔνδον φυλακῆς.
ιαʹ. Εἶπε πάλιν, ὅτι Ὁ καθήμενος ἐν τῇ ἐρήμῳ καὶ ἡσυχάζων, τριῶν ἀπαλλάττεται πολέμων, τῆς ἀκοῆς, καὶ τῆς λαλιᾶς, καὶ τοῦ βλέπειν· πρὸς ἕνα μόνον ἔχει, τὸν τῆς πορνείας.
ιβʹ. Ἀδελφοί τινες παρέβαλον τῷ ἀββᾷ Ἀντωνίῳ, ἀναγγεῖλαι αὐτῷ φαντασίας ἃς ἔβλεπον, καὶ μαθεῖν παρ' αὐτοῦ εἰ ἀληθιναί εἰσιν, ἢ ἀπὸ δαιμόνων. Εἶχον δὲ ὄνον, καὶ ἀπέθανεν ἐν τῇ ὁδῷ. Ὡς οὖν ἦλθον πρὸς τὸν γέροντα, προλαβὼν εἶπεν αὐτοῖς· Πῶς ἀπέθανεν ὁ μικρὸς ὄνος ἐν τῇ ὁδῷ; Λέγουσιν αὐτῷ· Πόθεν οἶδας, ἀββᾶ; Ὁ δὲ εἶπεν αὐτοῖς· Οἱ δαίμονες ἔδειξάν μοι. Καὶ λέγουσιν αὐτῷ· Ἡμεῖς διὰ τοῦτο ἤλθομεν ἐρωτῆσαί σε, ὅτι βλέπομεν φαντασίας, καὶ πολλάκις γίνονται ἀληθιναὶ, μήπως πλανώμεθα. Καὶ ἐπληροφόρησεν αὐτοὺς ὁ γέρων ἐκ τοῦ κατὰ τὸν ὄνον ἀποδείγματος, ὅτι ἀπὸ δαιμόνων εἰσίν.
ιγʹ. Ἦν δέ τις κατὰ τὴν ἔρημον θηρεύων ἄγρια ζῶα, καὶ εἶδε τὸν ἀββᾶν Ἀντώνιον χαριεντιζόμενον μετὰ τῶν ἀδελφῶν. Θέλων δὲ αὐτὸν πληροφορῆσαι ὁ γέρων, ὅτι χρὴ μίαν συγκαταβαίνειν τοῖς ἀδελφοῖς, λέγει αὐτῷ· Βάλε βέλος εἰς τὸ τόξον σου, καὶ τεῖνον· καὶ ἐποίησεν οὕτως. Λέγει αὐτῷ· Πάλιν τεῖνον· καὶ ἔτεινεν. Καὶ πάλιν φησί· Τεῖνον. Λέγει αὐτῷ ὁ θηρευτής· Ἐὰν ὑπὲρ τὸ μέτρον τείνω, κλᾶται τὸ τόξον. Λέγει αὐτῷ ὁ γέρων· Οὕτως καὶ εἰς τὸ ἔργον τοῦ Θεοῦ· ἐὰν πλεῖον τοῦ μέτρου τείνωμεν κατὰ τῶν ἀδελφῶν, ταχὺ προσρήσσουσι. Χρὴ οὖν μίαν μίαν συγκαταβαίνειν τοῖς ἀδελφοῖς. Ταῦτα ἀκούσας ὁ θηρευτὴς, κατενύγη, καὶ πολλὰ ὠφεληθεὶς παρὰ τοῦ γέροντος, ἀπῆλθε· καὶ οἱ ἀδελφοὶ στηριχθέντες ἀνεχώρησαν εἰς τὸν τόπον αὐτῶν.
ιδʹ. Ἤκουσεν ὁ ἀββᾶς Ἀντώνιος περί τινος νεωτέρου μοναχοῦ, ποιήσαντος σημεῖον ἐν τῇ ὁδῷ· ὡς τούτου ἑωρακότος γέροντάς τινας ὁδεύοντας καὶ κάμνοντας ἐν τῇ ὁδῷ, καὶ ὀνάγρους ἐπιτάξαντος ἐλθεῖν καὶ βαστάσαι τοὺς γέροντας, ἕως οὗ φθάσωσι πρὸς Ἀντώνιον. Οἱ οὖν γέροντες ἀνήγγειλαν τῷ ἀββᾷ Ἀντωνίῳ ταῦτα. Καὶ λέγει αὐτοῖς· Ἔοικέ μοι ὁ μοναχὸς οὗτος πλοῖον εἶναι μεστὸν ἀγαθῶν, οὐκ οἶδα δὲ εἰ ἥξει εἰς τὸν λιμένα. Καὶ μετὰ χρόνον ἄρχεται ἐξαίφνης ὁ ἀββᾶς Ἀντώνιος κλαίειν καὶ τίλλειν τὰς τρίχας αὐτοῦ καὶ ὀδύρεσθαι. Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Τί κλαίεις, ἀββᾶ; Καὶ εἶπεν ὁ γέρων· Μέγας στύλος τῆς Ἐκκλησίας ἄρτι ἔπεσεν (ἔλεγε δὲ περὶ τοῦ νεωτέρου μοναχοῦ)· ἀλλὰ ἀπέλθετε, φησὶν, ἕως αὐτοῦ, καὶ βλέπετε τὸ γεγονός. Ἀπέρχονται οὖν οἱ μαθηταὶ, καὶ εὑρίσκουσι τὸν μοναχὸν ἐπὶ ψιαθίου καθήμενον, καὶ κλαίοντα τὴν ἁμαρτίαν ἣν εἰργάσατο. Ἑωρακὼς δὲ τοὺς μαθητὰς τοῦ γέροντος, λέγει· Εἴπατε τῷ γέροντι ἵνα παρακαλέσῃ τὸν Θεὸν, δέκα μόνας ἡμέρας ἐνδοῦναί μοι, καὶ ἐλπίζω ἀπολογήσασθαι. Καὶ ἐντὸς ἡμερῶν πέντε ἐτελεύτησεν.
ιεʹ. Ἐπῃνέθη τις μοναχὸς ὑπὸ τῶν ἀδελφῶν πρὸς τὸν ἀββᾶν Ἀντώνιον. Ὁ δὲ παραβαλόντα αὐτὸν ἐπείρασεν, εἰ φέρει ἀτιμίαν· καὶ εὑρὼν ὅτι οὐ βαστάζει, εἶπεν αὐτῷ· Ἔοικας κώμῃ, τὰ ἔμπροσθεν κεκαλλωπισμένῃ, τὰ δὲ ὄπισθεν ὑπὸ λῃστῶν συλουμένῃ.
ιϛʹ. Ἀδελφὸς εἶπε τῷ ἀββᾷ Ἀντωνίῳ· Εὖξαι ὑπὲρ ἐμοῦ. Λέγει αὐτῷ ὁ γέρων· Οὐδὲ ἐγώ σε ἐλεῶ, οὐδὲ ὁ Θεὸς, ἐὰν μὴ σὺ αὐτὸς σπουδάσῃς, καὶ αἰτήσῃς τὸν Θεόν.
ιζʹ. Παρέβαλόν ποτε γέροντες τῷ ἀββᾷ Ἀντωνίῳ, καὶ ἦν ὁ ἀββᾶς Ἰωσὴφ μετ' αὐτῶν. Καὶ θέλων ὁ γέρων δοκιμάσαι αὐτοὺς, προεβάλετο ῥῆμα ἐκ τῆς Γραφῆς, καὶ ἤρξατο ἐρωτᾷν ἀπὸ τῶν μικροτέρων, τί ἐστι τὸ ῥῆμα τοῦτο. Καὶ ἕκαστος ἔλεγε κατὰ τὴν ἰδίαν δύναμιν. Ὁ δὲ γέρων ἑκάστῳ ἔλεγεν· Οὔπω εὗρες. Ὕστερον ὅλων λέγει τῷ ἀββᾷ Ἰωσήφ· Σὺ πῶς λέγεις εἶναι τὸν λόγον τοῦτον; Ἀποκρίνεται· Οὐκ οἶδα. Λέγει οὖν ὁ ἀββᾶς Ἀντώνιος· Πάντως ἀββᾶς Ἰωσὴφ εὗρε τὴν ὁδὸν, ὅτι εἶπεν, Οὐκ οἶδα.
ιηʹ. Ἀδελφοὶ παρέβαλον τῷ ἀββᾷ Ἀντωνίῳ ἀπὸ Σκήτεως, καὶ ἐμβάντες εἰς πλοῖον ἀπελθεῖν πρὸς αὐτὸν, εὗρον γέροντα θέλοντα καὶ αὐτὸν ἀπελθεῖν ἐκεῖ. Ἠγνόουν δὲ αὐτὸν οἱ ἀδελφοί. Καὶ καθήμενοι ἐν τῷ πλοίῳ ἐλάλουν λόγους Πατέρων, καὶ ἐκ τῆς Γραφῆς, καὶ πάλιν περὶ ἐργοχείρων ἑαυτῶν. Ὁ δὲ γέρων ἐσιώπα. Ἐλθόντων δὲ αὐτῶν ἐπὶ τοῦ ὅρμου, εὑρέθη καὶ ὁ γέρων ὑπάγων πρὸς τὸν ἀββᾶν Ἀντώνιον. Ὡς δὲ ἦλθον πρὸς αὐτὸν, λέγει αὐτοῖς· Καλὴν συνοδίαν εὕρετε, τὸν γέροντα τοῦτον. Εἶπε δὲ καὶ τῷ γέροντι· Καλοὺς ἀδελφοὺς εὗρες μετὰ σοῦ, ἀββᾶ. Λέγει ὁ γέρων· Καλοὶ μέν εἰσιν, ἀλλ' ἡ αὐλὴ αὐτῶν οὐκ ἔχει θύραν, καὶ ὁ θέλων εἰσέρχεται εἰς τὸν σταῦλον, καὶ λύει τὸν ὄνον. Τοῦτο δὲ ἔλεγεν, ὅτι τὰ ἐρχόμενα εἰς τὸ στόμα αὐτῶν λαλοῦσιν.
ιθʹ. Παρέβαλον ἀδελφοὶ τῷ ἀββᾷ Ἀντωνίῳ, καὶ λέγουσιν αὐτῷ· Εἰπὲ ἡμῖν λόγον, πῶς σωθῶμεν; Λέγει αὐτοῖς ὁ γέρων· Ἠκούσατε τὴν Γραφήν; καλῶς ὑμῖν ἔχει. Οἱ δὲ εἶπον· Καὶ παρὰ σοῦ θέλομεν ἀκοῦσαι, Πάτερ. Εἶπε δὲ αὐτοῖς ὁ γέρων· Λέγει τὸ Εὐαγγέλιον· Ἐὰν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Λέγουσιν αὐτῷ· Οὐ δυνάμεθα τοῦτο ποιῆσαι. Λέγει αὐτοῖς ὁ γέρων· Εἰ μὴ δύνασθε στρέψαι καὶ τὴν ἄλλην, κἂν τὴν μίαν ὑπομείνατε. Λέγουσιν αὐτῷ· Οὐδὲ τοῦτο δυνάμεθα. Λέγει ὁ γέρων· Εἰ οὐδὲ τοῦτο δύνασθε, μὴ δότε ἀνθ' οὗ ἐλάβετε. Καὶ εἶπον· Οὐδὲ τοῦτο δυνάμεθα. Λέγει οὖν ὁ γέρων τῷ μαθητῇ αὐτοῦ· Ποίησον αὐτοῖς μικρὰν ἀθήραν· ἀσθενοῦσι γάρ. Εἰ τοῦτο οὐ δύνασθε, κἀκεῖνο οὐ θέλετε, τί ὑμῖν ποιήσω; Εὐχῶν χρεία.
κʹ. Ἀδελφὸς ἀποταξάμενος τῷ κόσμῳ καὶ διαδοὺς τὰ ὑπάρχοντα αὐτοῦ πτωχοῖς, παρακατασχὼν δὲ ὀλίγα εἰς λόγον ἑαυτοῦ, παρέβαλε τῷ ἀββᾷ Ἀντωνίῳ. Καὶ τοῦτο μαθὼν, λέγει αὐτῷ ὁ γέρων· Εἰ θέλεις μοναχὸς γενέσθαι, ἄπελθε εἰς τήνδε τὴν κώμην, καὶ ἀγόρασον κρέας, καὶ περίθες τῷ σώματί σου γυμνῷ, καὶ οὕτως ἐλθὲ ἐνταῦθα. Καὶ ποιήσαντος οὕτως τοῦ ἀδελφοῦ, οἱ κύνες καὶ τὰ ὄρνεα τὸ σῶμα αὐτοῦ κατέτεμνον. Ἀπαντήσαντος δὲ αὐτοῦ πρὸς τὸν γέροντα, ἐπύθετο εἰ γέγονεν ὡς συνεβούλευσεν. Ἐκείνου δὲ ἐπιδεικνυμένου τὸ σῶμα διεσπαραγμένον, λέγει ὁ ἅγιος Ἀντώνιος· Οἱ ἀποταξάμενοι τῷ κόσμῳ, καὶ θέλοντες ἔχει χρήματα, οὕτως ἀπὸ τῶν δαιμόνων κατακόπτονται πολεμούμενοι.
καʹ. Ἀδελφῷ ποτε συνέβη πειρασμὸς εἰς τὸ κοινόβιον τοῦ ἀββᾶ Ἠλίτ· καὶ διωχθεὶς ἐκεῖθεν ἀπῆλθεν εἰς ὄρος πρὸς τὸν ἀββᾶν Ἀντώνιον. Καὶ μείναντος τοῦ ἀδελφοῦ χρόνον πρὸς αὐτὸν, ἀπέστειλεν αὐτὸν, εἰς τὸ κοινόβιον ὅθεν ἐξέβη. Οἱ δὲ ἰδόντες αὐτὸν, πάλιν ἐδίωξαν· ὁ δὲ ἀνέκαμψε πρὸς τὸν ἀββᾶν Ἀντώνιον, λέγων· Οὐκ ἠθέλησάν με δέξασθαι, Πάτερ. Ἀπέστειλεν οὖν ὁ γέρων λέγων· Πλοῖον ἐναυάγησεν ἐν τῷ πελάγει, καὶ ἀπώλεσε τὸν γόμον, καὶ μετὰ καμάτου ἐσώθη ἐπὶ τὴν γῆν· ὑμεῖς δὲ τὰ σωθέντα ἐπὶ τὴν γῆν θέλετε καταποντίσαι. Οἱ δὲ ἀκούσαντες ὅτι ὁ ἀββᾶς Ἀντώνιος αὐτὸν ἀπέστειλεν, εὐθέως ἐδέξαντο αὐτόν.
κβʹ. Εἶπεν ὁ ἀββᾶς Ἀντώνιος· Λογίζομαι ὅτι ἔχει τὸ σῶμα κίνησιν φυσικὴν συναναφυρεῖσαν αὐτῷ· ἀλλ' οὐκ ἐνεργεῖ, μὴ θελούσης τῆς ψυχῆς· μόνον δὲ σημαίνει ἐν τῷ σώματι ἀπαθῆ κίνησιν. Ἔστι δὲ καὶ ἄλλη κίνησις, ἐκ τοῦ τρέφειν καὶ θάλπειν τὸ σῶμα βρώμασι καὶ πόμασιν· ἐξ ὧν ἡ θέρμη τοῦ αἵματος διεγείρει τὸ σῶμα πρὸς ἐνέργειαν. Διὸ καὶ ἔλεγεν ὁ Ἀπόστολος· Μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία. Καὶ πάλιν ὁ Κύριος ἐν τῷ Εὐαγγελίῳ τοῖς μαθηταῖς ἐντελλόμενος εἶπε· Βλέπετε μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ. Ἔστι δέ τις καὶ ἑτέρα κίνησις τοῖς ἀγωνιζομένοις, ἐξ ἐπιβουλῆς καὶ φθόνου δαιμόνων ἐπιγινομένη, ὥστε εἰδέναι δεῖ, ὅτι τρεῖς εἰσι σωματικαὶ κινήσεις, μία μὲν φυσικὴ, ἑτέρα δὲ ἐξ ἀδιαφορίας τροφῶν, ἡ δὲ τρίτη ἀπὸ δαιμόνων.
κγʹ. Εἶπε πάλιν, ὅτι ὁ Θεὸς οὐκ ἀφίει τοὺς πολέμους ἐπὶ τὴν γενεὰν ταύτην, ὥσπερ ἐπὶ τῶν ἀρχαίων. Οἶδε γὰρ ὅτι ἀσθενεῖς εἰσι καὶ οὐ βαστάζουσιν.
κδʹ. Τῷ ἀββᾷ Ἀντωνίῳ ἀπεκαλύφθη ἐν τῇ ἐρήμῳ, ὅτι Ἐν τῇ πόλει ἐστί τις ὅμοιός σοι, ἰατρὸς τὴν ἐπιστήμην, τὴν περισσείαν αὐτοῦ διδοὺς τοῖς χρείαν ἔχουσι, καὶ πᾶσαν τὴν ἡμέραν τὸ Τρισάγιον ψάλλων μετὰ τῶν ἀγγέλων.
κεʹ. Εἶπεν ὁ ἀββᾶς Ἀντώνιος, ὅτι Ἔρχεται καιρὸς, ἵνα οἱ ἄνθρωποι μανῶσι, καὶ ἐπὰν ἴδωσί τινα μὴ μαινόμενον, ἐπαναστήσονται αὐτῷ λέγοντες, ὅτι Σὺ μαίνῃ, διὰ τὸ μὴ εἶναι ὅμοιον αὐτοῖς.
κϛʹ. Ἀδελφοὶ παρέβαλον τῷ ἀββᾷ Ἀντωνίῳ, καὶ εἶπον αὐτῷ ῥῆμα τοῦ Λευϊτικοῦ. Ἐξῆλθεν οὖν ὁ γέρων εἰς τὴν ἔρημον, καὶ ἠκολούθησεν αὐτῷ ἀββᾶς Ἀμμωνᾶς κρυφῆ, εἰδὼς τὴν συνήθειαν αὐτοῦ. Καὶ μακρύνας πολὺ ὁ γέρων, στὰς εἰς προσευχὴν ἔκραξε φωνῇ μεγάλῃ· Ὁ Θεὸς, ἀπόστειλον τὸν Μωϋσῆν, καὶ διδάξει με τὸ ῥῆμα τοῦτο. Καὶ ἦλθεν αὐτῷ φωνὴ λαλοῦσα μετ' αὐτοῦ. Εἶπεν οὖν ὁ ἀββᾶς Ἀμμωνᾶς, ὅτι Τὴν μὲν φωνὴν ἤκουσα τὴν λαλοῦσαν μετ' αὐτοῦ, τὴν δὲ δύναμιν τοῦ λόγου οὐκ ἔμαθον.
κζʹ. Τρεῖς τῶν Πατέρων εἶχον ἔθος κατ' ἐνιαυτὸν ὑπάγειν πρὸς τὸν μακάριον Ἀντώνιον· καὶ οἱ μὲν δύο ἠρώτων αὐτὸν περὶ λογισμῶν καὶ σωτηρίας ψυχῆς· ὁ δὲ εἷς πάντα ἐσιώπα μηδὲν ἐρωτῶν. Μετὰ δὲ πολὺν χρόνον λέγει αὐτῷ ὁ ἀββᾶς Ἀντώνιος· Ἰδοὺ τοσοῦτον χρόνον ἔχεις ἐρχόμενος ὧδε, καὶ οὐδὲν ἐρωτᾷς με. Καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ· Ἀρκεῖ μοι μόνον τοῦ βλέπειν σε, Πάτερ.
κηʹ. Ἔλεγον, ὅτι τις τῶν γερόντων ἠρώτησε τὸν Θεὸν ἰδεῖν τοὺς Πατέρας· καὶ εἶδεν αὐτοὺς χωρὶς τοῦ ἀββᾶ Ἀντωνίου. Λέγει οὖν τῷ δεικνύοντι αὐτῷ· Ποῦ ἐστιν ὁ ἀββᾶς Ἀντώνιος; Ὁ δὲ εἶπεν αὐτῷ, ὅτι εἰς τὸν τόπον ὅπου ὁ Θεὸς, ἐκεῖ ἐστιν.
κθʹ. Ἐσυκοφαντήθη ἀδελφὸς εἰς κοινόβιον περὶ πορνείας, καὶ ἀναστὰς ἦλθε πρὸς τὸν ἀββᾶν Ἀντώνιον· καὶ ἦλθον οἱ ἀδελφοὶ ἀπὸ τοῦ κοινοβίου θεραπεῦσαι αὐτὸν καὶ λαβεῖν· καὶ ἤρξαντο ἐλέγχειν ὅτι Οὕτως ἐποίησας. Ὁ δὲ ἀπελογεῖτο ὅτι Οὐδὲν τοιοῦτον ἐποίησα. Εὐκαίρησε δὲ ἐκεῖ ὁ ἀββᾶς Παφνούτιος ὁ Κεφαλᾶς, καὶ εἶπε παραβολὴν τοιαύτην· Εἶδον εἰς τὴν ὄχθαν τοῦ ποταμοῦ ἄνθρωπον βληθέντα εἰς βόρβορον ἕως τῶν γονάτων αὐτοῦ, καὶ ἐλθόντες τινὲς δοῦναι αὐτῷ χεῖρα κατεπόντισαν αὐτὸν ἕως τοῦ τραχήλου. Καὶ λέγει αὐτοῖς ὁ ἀββᾶς Ἀντώνιος περὶ τοῦ ἀββᾶ Παφνουτίου· Ἰδοὺ ἄνθρωπος ἀληθινὸς, δυνάμενος θεραπεῦσαι καὶ σῶσαι ψυχάς. Κατανυγέντες οὖν τῷ λόγῳ τῶν γερόντων, ἔβαλον μετάνοιαν τῷ ἀδελφῷ. Καὶ παρακληθέντες ὑπὸ τῶν Πατέρων ἔλαβον τὸν ἀδελφὸν εἰς τὸ κοινόβιον.
λʹ. Ἔλεγόν τινες περὶ τοῦ ἀββᾶ Ἀντωνίου, ὅτι γέγονε Πνευματοφόρος, ἀλλ' οὐκ ἤθελε λαλεῖν διὰ τοὺς ἀνθρώπους· καὶ γὰρ τὰ γινόμενα ἐν τῷ κόσμῳ καὶ τὰ μέλλοντα ἐλθεῖν ἐμήνυεν.
λαʹ. Ποτὲ ὁ ἀββᾶς Ἀντώνιος ἐδέξατο Κωνσταντίου τοῦ βασιλέως γράμματα, ἵνα ἔλθῃ εἰς Κωνσταντινούπολιν· καὶ ἐσκόπει τί ποιῆσαι. Λέγει οὖν τῷ ἀββᾷ Παύλῳ τῷ μαθητῇ αὐτοῦ· Ὤφειλον ἀπελθεῖν; Καὶ λέγει αὐτῷ· Ἐὰν ἀπέλθῃς, Ἀντώνιος λέγῃ· εἰ δὲ μὴ ἀπέλθῃς, ἀββᾶς Ἀντώνιος.
λβʹ. Εἶπεν ὁ ἀββᾶς Ἀντώνιος· Ἐγὼ οὐκέτι φοβοῦμαι τὸν Θεὸν, ἀλλ' ἀγαπῶ αὐτόν. Ἡ γὰρ ἀγάπη ἔξω βάλλει τὸν φόβον.
λγʹ. Ὁ αὐτὸς εἶπε· Πρὸ ὀφθαλμῶν ἔχε πάντοτε τὸν φόβον τοῦ Θεοῦ. Μνημόνευε τοῦ θανατοῦντος καὶ ζωογονοῦντος. Μισήσατε τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ. Μισήσατε πᾶσαν σαρκικὴν ἀνάπαυσιν. Ἀποτάξασθε τῇ ζωῇ ταύτῃ, ἵνα ζήσητε τῷ Θεῷ. Μνημονεύετε τί ἐπηγγείλασθε τῷ Θεῷ· ζητεῖ γὰρ αὐτὸ παρ' ὑμῶν ἐν ἡμέρᾳ κρίσεως. Πεινάσατε, διψήσατε, γυμνητεύσατε, ἀγρυπνήσατε, πενθήσατε, κλαύσατε, στενάξατε τῇ καρδίᾳ ὑμῶν· δοκιμάσατε εἰ ἄξιοί ἐστε τοῦ Θεοῦ· καταφρονήσατε τῆς σαρκὸς, ἵνα σώσητε ὑμῶν τὰς ψυχάς.
λδʹ. Παρέβαλέ ποτε ὁ ἀββᾶς Ἀντώνιος τῷ ἀββᾷ Ἀμοῦν εἰς τὸ ὄρος τῆς Νιτρίας, καὶ μετὰ τὸ συντυχεῖν ἀλλήλοις, λέγει αὐτῷ ὁ ἀββᾶς Ἀμοῦν· Ἐπειδὴ διὰ τῶν εὐχῶν σου ἐπληνθύθησαν οἱ ἀδελφοὶ, καὶ θέλουσί τινες αὐτῶν οἰκοδομῆσαι κελλία μακρὰν ἵνα ἡσυχάσωσι, πόσον κελεύεις ἵνα ἀπέχῃ διάστημα τὰ κτιζόμενα κελλία τῶν ἐνταῦθα; Ὁ δὲ εἶπε· Γευσώμεθα ὥραν ἐνάτην, καὶ ἐξέλθωμεν, καὶ διακινήσωμεν τὴν ἔρημον, καὶ σκοποῦμεν τὸν τόπον. Ὡς δὲ ὥδευσαν τὴν ἔρημον ἕως οὗ ἐλθεῖν δῦναι τὸν ἤλιον, λέγει αὐτῷ ὁ ἀββᾶς Ἀντώνιος· Ποιήσωμεν εὐχὴν καὶ στήσωμεν ὧδε σταυρὸν, ἵνα ὧδε κτίσωσιν οἱ θέλοντες κτίσαι, ἵνα καὶ οἱ ἐκεῖθεν, ὅταν παραβάλωσι τούτοις, γευσάμενοι τὸ μικρὸν βουκὶν αὐτῶν ὥραν ἐνάτην, οὕτως παραβάλωσι, καὶ οἱ ἔνθεν ἀπερχόμενοι, τὸ αὐτὸ ποιοῦντες, ἀπερίσπαστοι μένωσιν ἐν τῷ παραβάλλειν ἀλλήλοις. Ἔστι δὲ τὸ διάστημα σημεῖα δεκαδύο.
λεʹ. Εἶπεν ὁ ἀββᾶς Ἀντώνιος· Ὁ τύπτων τὸ μαζὶν τοῦ σιδήρου, πρῶτον σκοπεῖ τὸν λογισμὸν τί μέλλει ποιεῖν, δρέπανον, μάχαιραν, πέλυκα. Οὕτως καὶ ἡμεῖς ὀφείλομεν λογίζεσθαι ποίαν ἀρετὴν μετερχόμεθα, ἵνα μὴ εἰς κενὸν κοπιάσωμεν.
λϛʹ. Εἶπε πάλιν, ὅτι ἡ ὑποταγὴ μετὰ ἐγκρατείας ὑποτάσσει θηρία.
λζʹ. Εἶπε πάλιν· Οἶδα μοναχοὺς μετὰ πολλοὺς κόπους πεσόντας, καὶ εἰς ἔκστασιν φρενῶν ἐλθόντας, διὰ τὸ ἠλπικέναι ἐπὶ τὸ ἔργον αὐτῶν, καὶ παραλογισαμένους τὴν ἐντολὴν τοῦ εἰπόντος· Ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι.
ληʹ. Εἶπε πάλιν· Εἰ δυνατὸν, ὅσα βήματα βάλλει ὁ μοναχὸς, ἢ ὅσας σταγόνας πίνει εἰς τὸ κελλίον αὐτοῦ, ὀφείλει θαῤῥεῖν τοῖς γέρουσιν, εἰ ἄρα οὐ πταίει ἐν αὐτοῖς.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου