Κυριακή, 29 Ιουλίου 2012

Περὶ τοῦ ἀββᾶ Ἀπολλώ.


Περὶ τοῦ ἀββᾶ Ἀπολλώ.
αʹ. Ἦν τις γέρων εἰς τὰ Κελλία ὀνόματι Ἀπολλώς· καὶ εἰ ἤρχετό τις αἰτῶν αὐτὸν εἰς οἱονδήποτε ἔργον, μετὰ χαρᾶς ἀπῄει, λέγων· Μετὰ τοῦ Χριστοῦ ἔχω σήμερον ἐργάσασθαι ὑπὲρ τῆς ψυχῆς μου· οὗτος γάρ ἐστιν ὁ μισθὸς αὐτῆς.
βʹ. Ἔλεγον περί τινος ἀββᾶ Ἀπολλὼ εἰς Σκῆτιν, ὅτι ποιμὴν ἦν ἄγροικος· καὶ ἰδὼν γυναῖκα ἐν γαστρὶ ἔχουσαν ἐν τῷ ἀγρῷ, ἐνεργηθεὶς ὑπὸ τοῦ διαβόλου εἶπε· Θέλω ἰδεῖν πῶς τὸ βρέφος κεῖται ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἀναῤῥήξας αὐτὴν, εἶδε τὸ βρέφος. Καὶ εὐθέως ἐπάταξεν αὐτὸν ἡ καρδία αὐτοῦ· καὶ κατανυγεὶς, ἦλθεν εἰς Σκῆτιν, καὶ ἀνήγγειλε τοῖς Πατράσιν ὃ ἐποίησεν. Ἤκουσε δὲ αὐτῶν ψαλλόντων· Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη· ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα· καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. Καὶ εἶπεν αὐτοῖς. Εἰμὶ τεσσαράκοντα ἐτῶν, μίαν εὐχὴν μὴ ποιήσας καὶ νῦν ἐὰν ζήσω ἄλλα τεσσαράκοντα ἔτη, οὐ παύομαι εὐχόμενος τῷ Θεῷ, ἵνα συγχωρήσῃ μοι τὰς ἁμαρτίας μου. Οὐδὲ γὰρ ἐργόχειρον ἐποίει, ἀλλὰ πάντοτε ηὔχετο, λέγων· Ἥμαρτον ὡς ἄνθρωπος, ὡς Θεὸς ἱλάσθητι. Καὶ γέγονεν αὐτῷ ἡ εὐχὴ αὕτη, εἰς μελέτην νυκτὸς καὶ ἡμέρας. Ἦν δὲ ἀδελφὸς μένων μετ' αὐτοῦ, καὶ ἤκουσεν αὐτοῦ λέγοντος· Ὤχλησά σοι, Κύριε, ἄφες μοι, ἵνα ἀναπαύσωμαι μικρόν. Καὶ ἐγένετο αὐτῷ πληροφορία, ὅτι συνεχώρησεν αὐτῷ ὁ Θεὸς πάσας τὰς ἁμαρτίας αὐτοῦ, καὶ τὸ τῆς γυναικός· εἰς δὲ τὸ παιδίον οὐκ ἐπληροφορήθη. Καὶ εἶπεν αὐτῷ τις τῶν γερόντων, ὅτι καὶ τὸ τοῦ παιδίου συνεχώρησέ σοι ὁ Θεός· ἀλλὰ ἀφίεισε ἐν τῷ πόνῳ, ὅτι συμφέρει τῇ ψυχῇ σου.
γʹ. Ὁ αὐτὸς εἶπεν περὶ τῆς ὑποδοχῆς τῶν ἀδελφῶν, ὅτι Δεῖ ἐρχομένους τοὺς ἀδελφοὺς προσκυνεῖν· οὐ γὰρ αὐτοὺς, ἀλλὰ τὸν Θεὸν προσκυνοῦμεν. Εἶδες γὰρ, φησὶ, τὸν ἀδελφόν σου, εἶδες Κύριον τὸν Θεόν σου· καὶ τοῦτο, φησὶ, παρὰ τοῦ Ἁβραὰμ παρειλήφαμεν. Καὶ ὅτε δέχεσθε, πρὸς ἀνάπαυσιν παραβιάζεσθε· καὶ τοῦτο γὰρ παρὰ τοῦ Λὼτ μεμαθήκαμεν παραβιασαμένου τοὺς ἀγγέλους.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου