Τρίτη, 24 Ιουλίου 2012

Περὶ τοῦ ἀββᾶ Ἀμμοῦν τοῦ Νιτριώτου.


Περὶ τοῦ ἀββᾶ Ἀμμοῦν τοῦ Νιτριώτου.
αʹ. Ὁ ἀββᾶς Ἀμμοῦν ὁ Νιτριώτης παρέβαλε τῷ ἀββᾷ Ἀντωνίῳ, καὶ λέγει αὐτῷ, ὅτι Ἐγὼ πλείονά σου κόπον ἔχω, καὶ πῶς τὸ ὄνομά σου ἐμεγαλύνθη ἐν τοῖς ἀνθρώποις ὑπὲρ ἐμέ; Λέγει αὐτῷ ὁ ἀββᾶς Ἀντώνιος· Ἐπειδὴ ἐγὼ ἀγαπῶ τὸν Θεὸν ὑπὲρ σέ.
βʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἀμμοῦν, ὅτι ἐποίησεν εἰς μετὴν κριθῆς, μῆνας δύο. Παρέβαλε δὲ αὐτὸς τῷ ἀββᾷ Ποιμένι, καὶ λέγει αὐτῷ· Ἐὰν ἀπέλθω εἰς τὸ κελλίον τοῦ πλησίον, ἢ καὶ αὐτός μοι παραβάλῃ διά τινα χρείαν, εὐλαβούμεθα συλλαλῆσαι ἀλλήλοις, μή τις ἀνακύψῃ ξένη ὁμιλία. Λέγει αὐτῷ ὁ γέρων· Καλῶς ποιεῖς· χρῄζει γὰρ ἡ νεότης φυλακῆς. Λέγει αὐτῷ ὁ ἀββᾶς Ἀμμοῦν· Οἱ γέροντες οὖν τί ἐποίουν; Καὶ εἶπεν αὐτῷ· Οἱ γέροντες προκόψαντες, οὐκ εἶχον ἐν αὐτοῖς ἕτερόν τι, ἢ ξένον ἐν τῷ στόματι, ἵνα αὐτὸ λαλήσωσιν. Ἐὰν οὖν γένηται ἀνάγκη, φησὶ, λαλῆσαι μετὰ τοῦ πλησίον, θέλεις λαλήσω ἐν ταῖς Γραφαῖς, ἢ ἐν τοῖς λόγοις τῶν γερόντων; Λέγει ὁ γέρων· Εἰ οὐ δύνασαι σιωπᾷν, καλόν ἐστι μᾶλλον ἐν τοῖς λόγοις τῶν γερόντων, καὶ μὴ ἐν τῇ Γραφῇ. Κίνδυνος γάρ ἐστι οὐ μικρός.
γʹ. Ἀδελφὸς ἦλθεν ἀπὸ Σκήτεως πρὸς τὸν ἀββᾶν Ἀμμοῦν, καὶ λέγει αὐτῷ· Πέμπει με ὁ Πατήρ μου εἰς διακονίαν, καὶ φοβοῦμαι τὴν πορνείαν. Λέγει αὐτῷ ὁ γέρων· Οἵαν ὥραν ἔρχεταί σοι πειρασμὸς, εἰπέ· Ὁ Θεὸς τῶν δυνάμεων, εὐχαῖς τοῦ Πατρός μου ἐξελοῦ με. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν ἔκλεισε παρθένος τὴν θύραν ἐπάνω αὐτοῦ· καὶ βοήσας φωνῇ μεγάλῃ εἶπεν· Ὁ Θεὸς τοῦ Πατρός μου, ἐξελοῦ με· Καὶ εὐθέως εὑρέθη εἰς τὴν ὁδὸν τῆς Σκήτεως.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου