Παρασκευή, 20 Ιουλίου 2012

Περὶ τοῦ ἀββᾶ Ἀγάθωνος.


Περὶ τοῦ ἀββᾶ Ἀγάθωνος.
αʹ. Εἶπεν ὁ ἀββᾶς Πέτρος ὁ τοῦ ἀββᾶ Λὼτ, ὅτι Ἐν τῷ κελλίῳ τοῦ ἀββᾶ Ἀγάθωνος ἤμην ποτὲ, καὶ ἦλθε πρὸς αὐτὸν ἀδελφὸς λέγων· Θέλω οἰκῆσαι μετὰ ἀδελφῶν· εἶπόν μοι πῶς μετ' αὐτῶν οἰκήσω. Λέγει αὐτῷ ὁ γέρων· Ὡς ἐν τῇ πρώτῃ ἡμέρᾳ ὅτε εἰσέρχῃ πρὸς αὐτοὺς, οὕτως φύλαξον τὴν ξενιτείαν σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, ἵνα μὴ παῤῥησιασθῇς μετ' αὐτῶν. Λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· Τί γὰρ ποιεῖ ἡ παῤῥησία; Λέγει αὐτῷ ὁ γέρων· Ἔοικεν ἡ παῤῥησία καύσωνι μεγάλῳ· ὃς ὅταν γένηται, πάντες φεύγουσιν ἀπὸ προσώπου αὐτοῦ, καὶ τῶν δένδρων τὸν καρπὸν διαφθείρει. Λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· Οὕτως χαλεπή ἐστιν ἡ παῤῥησία; Καὶ εἶπεν ὁ ἀββᾶς Ἀγάθων· Οὐκ ἔστιν ἕτερον πάθος χαλεπώτερον τῆς παῤῥησίας· γενήτρια γάρ ἐστι πάντων τῶν παθῶν. Πρέπει δὲ
τῷ ἐργάτῃ μὴ παῤῥησιάζεσθαι, κἂν μόνος ᾖ ἐν τῷ κελλίῳ. Οἶδα γὰρ ὅτι ἀδελφὸς ποιήσας χρόνον ἐν τῷ κελλίῳ οἰκῶν, ἔχων τι κοιτωνάριον, εἶπεν, ὅτι Μετέβην ἐκ τοῦ κελλίου, μὴ γνοὺς αὐτὸ τὸ κοιτωνάριον, εἰ μὴ ἕτερός μοι εἶπεν. Ὁ τοιοῦτος ἐργάτης ἐστὶ καὶ πολεμιστής.
βʹ. Εἶπεν ὁ ἀββᾶς Ἀγάθων· Χρὴ τὸν μοναχὸν μὴ ἐάσαι τὴν συνείδησιν αὐτοῦ κατηγορῆσαι αὐτοῦ εἰς οἱονδήποτε πρᾶγμα.
γʹ. Εἶπε πάλιν, ὅτι ἄνευ φυλακῆς τῶν θείων ἐντολῶν οὐ προβαίνει ἄνθρωπος οὐδὲ εἰς μίαν ἀρετήν.
δʹ. Εἶπε πάλιν, ὅτι Οὐδέποτε ἐκοιμήθην ἔχων κατά τινος· οὐδὲ ἀφῆκά τινα κοιμηθῆναι ἔχοντα κατ' ἐμοῦ, κατὰ τὴν δύναμίν μου.
εʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἀγάθωνος, ὅτι ἀπῆλθον τινες πρὸς αὐτὸν, ἀκούσαντες ὅτι μεγάλην διάκρισιν ἔχει· καὶ θέλοντες δοκιμάσαι εἰ ὀργίζεται, λέγουσιν αὐτῷ· Σὺ εἶ Ἀγάθων; ἀκούομεν περὶ σοῦ ὅτι πόρνος εἶ, καὶ ὑπερήφανος. Ὁ δὲ εἶπεν· Ναὶ, φλύαρος καὶ κατάλαλος; Ὁ δὲ εἶπεν· Ἐγώ εἰμι. Λέγουσι πάλιν· Σὺ εἶ Ἀγάθων ὁ αἱρετικός; Καὶ ἀπεκρίθη· Οὐκ εἰμὶ αἱρετικός. Καὶ παρεκάλεσαν αὐτὸν, λέγοντες· Εἰπὲ ἡμῖν διατί τοσαῦτα εἴπομέν σοι, καὶ κατεδέξω, τὸν δὲ λόγον τοῦτον οὐκ ἐβάστασας; Λέγοντες· Εἰπὲ ἡμῖν διατί τοσαῦτα εἴπομέν σοι, καὶ κατεδέξω, τὸν δὲ λόγον τοῦτον οὐκ ἐβάστασας; Λέγει αὐτοῖς· Τὰ πρῶτα ἐμαυτῷ ἐπιγράφω· ὄφελος γάρ ἐστι τῇ ψυχῇ μου· τὸ δὲ αἱρετικὸς, χωρισμός ἐστιν ἀπὸ τοῦ Θεοῦ, καὶ οὐ θέλω χωρισθῆναι ἀπὸ Θεοῦ. Οἱ δὲ ἀκούσαντες, ἐθαύμασαν τὴν διάκρισιν αὐτοῦ, καὶ ἀπῆλθον οἰκοδομηθέντες.
ϛʹ. Διηγήσαντο περὶ τοῦ ἀββᾶ Ἀγάθωνος, ὅτι ἔμεινε χρόνον ἱκανὸν οἰκοδομῶν κελλίον μετὰ τῶν μαθητῶν αὐτοῦ· καὶ τελειωσάντων αὐτῶν τὸ κελλίον, ἦλθον λοιπὸν τοῦ καθίσαι. Εἶδε δὲ εἰς τὴν πρώτην ἑβδομάδα πρᾶγμα μὴ ὠφελοῦν αὐτὸν, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν. Ἐταράχθησαν δὲ σφόδρα, λέγοντες· Εἰ ὅλως λογισμὸν εἶχες τοῦ μεταβῆναι, τί τοσοῦτον κόπον ὑπεμείναμεν οἰκοδομήσαντες τὸ κελλίον; καὶ μέλλουσι πάλιν οἱ ἄνθρωποι, σκανδαλισθέντες εἰς ἡμᾶς, λέγειν· Ἰδοὺ μετέβησαν πάλιν οἱ ἀκάθιστοι. Ἰδὼν δὲ αὐτοὺς ὀλιγοψυχοῦντας, λέγει αὐτοῖς· Εἰ καὶ σκανδαλίζονταί τινες, ἀλλὰ πάλιν οἰκοδομηθήσονται ἕτεροι, λέγοντες· Μακάριοι οἱ τοιοῦτοι, ὅτι διὰ τὸν Θεὸν μετέβησαν, καὶ πάντων κατεφρόνησαν. Πλὴν ὁ θέλων ἐλθεῖν, ἔλθῃ, ἐγὼ τέως ὑπάγω. Ἔβαλον οὖν ἑαυτοὺς εἰς τὸ ἔδαφος, ἀξιοῦντες, ἕως οὗ συγχωρηθῶσιν σὺν αὐτῷ ὁδεῦσαι.
ζʹ. Εἶπον πάλιν περὶ αὐτοῦ, ὅτι πολλάκις μετέβη ἔχων τὴν σμίλαν ἑαυτοῦ μόνην εἰς τὸ μαννάδιν.
ηʹ. Ἠρωτήθη ὁ ἀββᾶς Ἀγάθων, τί μεῖζον, ὁ σωματικὸς κόπος, ἢ ἡ φυλακὴ τῶν ἔνδον. Εἶπε δὲ ὁ γέρων· Ἔοικε δένδρῳ ὁ ἄνθρωπος ὁ τοίνυν σωματικὸς κόπος φύλλα ἐστίν· ἡ δὲ τῶν ἔνδον φυλακὴ ὁ καρπός ἐστιν. Ἐπειδὴ δὲ κατὰ τὸ γεγραμμένον, Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται, φανερόν ἐστιν ὅτι διὰ τὸν καρπόν ἐστιν ἡμῶν ἡ σπουδὴ πᾶσα, τουτέστι τὴν τοῦ νοὸς φυλακήν. Χρεία δέ ἐστι καὶ τῆς ἐκ τῶν φύλλων σκέπης καὶ εὐκοσμίας, ἅτινά ἐστιν ὁ σωματικὸς κόπος.
θʹ. Ἠρώτησαν αὐτὸν πάλιν οἱ ἀδελφοὶ λέγοντες· Ποία ἀρετή ἐστι, Πάτερ, ἐν ταῖς πολιτείαις, ἔχουσα πλείονα κάματον; Λέγει αὐτοῖς· Συγχωρήσατέ μοι, λογίζομαι ὅτι οὐκ ἔστιν ἕτερος κάματος, ὡς τὸ εὔξασθαι τῷ Θεῷ. Πάντοτε γὰρ ὅτε θέλῃ ὁ ἄνθρωπος προσεύξασθαι, βούλονται οἱ ἐχθροὶ ἐκκόψαι αὐτόν· οἴδασι γὰρ ὅτι οὐδαμόθεν ἐμποδίζονται, εἰ μὴ ἀπὸ τοῦ εὔξασθαι τῷ Θεῷ. Καὶ πᾶσαν δὲ πολιτείαν ἣν ἂν μετέλθῃ ἄνθρωπος, ἐγκαρτερῶν ἐν αὐτῇ, κτᾶται ἀνάπαυσιν· τὸ δὲ εὔξασθαι, ἕως ἐσχάτης ἀναπνοῆς ἀγῶνος χρῄζει.
ιʹ. Ἦν δὲ ὁ ἀββᾶς Ἀγάθων σοφὸς ἐν τῷ διανοητικῶ, καὶ ἄοκνος ἐν τῷ σωματικῷ, καὶ αὐτάρκης ἐν πᾶσιν, ἔν τε τῷ ἐργοχείρῳ καὶ τῇ τροφῇ καὶ τῇ ἐσθῆτι.
ιαʹ. Ὁ αὐτὸς ὥδευε μετὰ τῶν μαθητῶν αὐτοῦ· καὶ εὑρὼν εἷς ἐξ αὐτῶν μικρὸν ἀράκιον χλωρὸν ἐν τῇ ὁδῷ, λέγει τῷ γέροντι· Πάτερ, κελεύεις λάβω αὐτό; προσέσχεν οὖν ὁ γέρων αὐτῷ θαυμάζων, καὶ λέγει· Σὺ ἔθηκας αὐτὸ ἐκεῖ; Λέγει ὁ ἀδελφός· Οὐχί. Καὶ λέγει ὁ γέρων· Πῶς οὖν θέλεις λαβεῖν ὃ οὐκ ἔθηκας;
ιβʹ. Ἀδελφὸς ἦλθε πρὸς τὸν ἀββᾶν Ἀγάθωνα, λέγων· Ἔασόν με οἰκεῖν μετὰ σοῦ. Ἐρχόμενος δὲ ἐν τῇ ὁδῷ εὗρε μικρὸν νίτρον, καὶ ἤνεγκεν αὐτό. Καὶ λέγει ὁ γέρων· Πόθεν εὗρες τὸ νίτρον; Λέγει ὁ ἀδελφός· Ἐν τῇ ὁδῷ εὗρον αὐτὸ, περιπατῶν, καὶ ἔλαβον αὐτό. Λέγει αὐτῷ ὁ γέρων· Εἰ μετ' ἐμοῦ ἦλθες οἰκῆσαι, ὃ οὐκ ἔθηκας, πῶς εἴληφας; Καὶ ἔπεμψεν αὐτὸν ἀπενεγκεῖν αὐτὸ, ὅθεν εἴληφεν αὐτό.
ιγʹ. Ἀδελφὸς ἠρώτησε τὸν γέροντα λέγων· Ἐντολή μοι ἔφθασε, καὶ ἔστι πόλεμος ὅπου ἐστὶν ἡ ἐντολή. Θέλω οὖν ἀπελθεῖν δι' αὐτὴν, καὶ φοβοῦμαι τὸν πόλεμον. Καὶ λέγει αὐτῷ ὁ γέρων· Εἰ ἦν Ἀγάθων, ἐποίει τὴν ἐντολὴν, καὶ ἐνίκα τὸν πόλεμον.
ιδʹ. Ὁ αὐτὸς Ἀγάθων, συνεδρίου γενομένου περὶ πράγματός τινος ἐν Σκήτει, καὶ λαβόντος τύπον, ὕστερον ἐλθὼν εἶπεν αὐτοῖς· Οὐ καλῶς ἐτυπώσατε τὸ πρᾶγμα. Οἱ δὲ εἶπον πρὸς αὐτόν· Σὺ τίς εἶ ὅτι ὅλως λαλεῖς; Ὁ δὲ εἶπεν· Υἱὸς ἀνθρώπου. Γέγραπται γάρ· Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθείας κρίνατε, υἱοὶ τῶν ἀνθρώπων.
ιεʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἀγάθωνος, ὅτι τρία ἔτη ἐποίησεν, ἔχων λίθον εἰς τὸ στόμα αὐτοῦ, ἕως οὗ κατώρθωσε τὸ σιωπᾷν.
ιϛʹ. Ἔλεγον πάλιν περὶ αὐτοῦ καὶ τοῦ ἀββᾶ Ἀμοῦν, ὅτι ὅτε ἐπίπρασκον σκεῦος, ἅπαξ ἔλεγον τὴν τιμὴν, καὶ τὸ διδόμενον αὐτοῖς ἐλάμβανον σιωπῶντες μετὰ ἀναπαύσεως· καὶ πάλιν ὅτε ἤθελον ἀγοράσαι τίποτε, τὸ λεγόμενον αὐτοῖς παρεῖχον μετὰ σιωπῆς, καὶ ἐλάμβανον τὸ σκεῦος, καθόλου μὴ φθεγγόμενοι.
ιζʹ. Ὁ αὐτὸς ἀββᾶς Ἀγάθων εἶπεν, ὅτι Οὐδέποτε ἔδωκα ἀγάπην· ἀλλὰ τὸ δοῦναι καὶ λαβεῖν ἀγάπη μοι ἦν· λογιζόμενος ὅτι τὸ κέρδος τοῦ ἀδελφοῦ μου, ἔργον καρποφορίας ἐστίν.
ιηʹ. Ὁ αὐτὸς ὅτε ἔβλεπε πρᾶγμα, καὶ ἤθελεν ὁ λογισμὸς αὐτοῦ κρῖναι, ἔλεγεν ἑαυτῷ· Ἀγάθων, μὴ ποιήσῃς αὐτὸ σύ. Καὶ οὗτος ὁ λογισμὸς αὐτοῦ ἡσύχαζεν.
ιθʹ. Ὁ αὐτὸς εἶπεν· Ἐὰν ὀργίλος νεκρὸν ἐγείρῃ, οὐκ ἔστι δεκτὸς παρὰ τῷ Θεῷ.
κʹ. Ἔσχε ποτὲ ὁ ἀββᾶς Ἀγάθων δύο μαθητὰς ἀναχωροῦντας κατ' ἰδίαν. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν, ἠρώτησε τὸν ἕνα· Πῶς διάγεις ἐν τῷ κελλίῳ σου; Ὁ δὲ ἔφη· Νηστεύω ἔως ὀψὲ, καὶ ἐσθίω δύο παξαμάτια. Λέγει αὐτῷ· Καλὴ δίαιτα, οὐ πάνυ ἔχουσα κόπον. Λέγει καὶ τῷ ἄλλῳ· Σὺ πῶς; Ὁ δὲ ἔφη· Δύο δύο νηστεύω, καὶ δύο παξαμάτια ἐσθίω. Καὶ λέγει αὐτῷ ὁ γέρων· Κοπιᾷς τόνῳ, δύο πολέμους βαστάζων· ὅτι ἐάν τις ἐσθίῃ καθ' ἡμέραν καὶ οὐ χορτάζηται, κοπιᾷ. Ἔστι δὲ ἄλλος, νηστεύειν θέλων δύο δύο καὶ χορτάζεσθαι· σὺ δὲ διπλᾶς νηστεύων οὐ χορτάζῃ.
καʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶ Ἀγάθωνα περὶ τῆς πορνείας. Καὶ λέγει αὐτῷ· Ὕπαγε, ῥίψον ἐνώπιον τοῦ Θεοῦ τὴν ἀδυναμίαν σου, καὶ ἕξεις ἀνάπαυσιν.
κβʹ. Ἠσθένησέ ποτε ὁ ἀββᾶς Ἀγάθων καὶ ἄλλος τις τῶν γερόντων· Ἀνακειμένων δὲ αὐτῶν ἐν τῷ κελλίῳ, ἀνεγίνωσκεν ὁ ἀδελφὸς εἰς τὴν Γένεσιν, καὶ ἔρχεται εἰς τὸ κεφάλαιον ὅπου λέγει ὁ Ἰακώβ· Ἰωσὴφ οὐκ ἔστι, Συμεὼν οὐκ ἔστι, καὶ τὸν Βενιαμὶν λήψεσθε· καὶ καθέξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου. Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπεν· Οὐκ ἀρκοῦσί σοι οἱ ἄλλοι δέκα, ἀββᾶ Ἰακώβ; Λέγει ὁ ἀββᾶς Ἀγάθων· Παῦσαι, γέρων. Εἰ ὁ Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων;
κγʹ. Εἶπεν ὁ ἀββᾶς Ἀγάθων· Ἀγαπητός μού τις ἐὰν ᾖ καθ' ὑπερβολὴν, καὶ γνῶ ὅτι κατάγει με εἰς ἐλάττωμα, ἀποκόπτω αὐτὸν ἀπ' ἐμοῦ.
κδʹ. Εἶπε πάλιν· Χρὴ τὸν ἄνθρωπον εἶναι πᾶσαν ὥραν προσέχοντα τῷ κριτηρίῳ τοῦ Θεοῦ.
κεʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἰωσὴφ, ἀδελφῶν λαλούντων περὶ ἀγάπης, ὅτι Ἡμεῖς οἴδαμεν τί ἐστιν ἀγάπη; Καὶ εἶπε περὶ τοῦ ἀββᾶ Ἀγάθωνος, ὅτι σμιλίον εἶχε, καὶ ἦλθε πρὸς αὐτὸν ἀδελφὸς, καὶ ἐπῄνεσεν αὐτὸ, καὶ οὐκ ἀφῆκεν αὐτὸν, ἐξελθεῖν, εἰ μὴ ἔλαβε τὸ σμιλίον.
κϛʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἀγάθων, ὅτι Εἰ δυνατὸν ἦν μοι εὑρεῖν κελεφὸν, καὶ δοῦναι αὐτῷ τὸ ἐμὸν σῶμα, καὶ λαβεῖν τὸ αὐτοῦ, ἡδέως εἶχον. Αὕτη γάρ ἐστιν ἡ τελεία ἀγάπη.
κζʹ. Ἔλεγον πάλιν περὶ αὐτοῦ, ὅτι ἐλθών ποτε πωλῆσαι σκεύη ἐν τῇ πόλει, εὗρεν ἄνθρωπον ξένον ἐν τῇ πλατείᾳ ἐῤῥιμμένον ἄῤῥωστον, μὴ ἔχοντα τὸν ἐπιμελούμενον· καὶ ἔμεινε σὺν αὐτῷ ὁ γέρων λαβὼν ἐνοικίου κελλίον, καὶ ἐκ τοῦ ἐργοχείρου παρεῖχε τὸ ἐνοίκιον, καὶ τὰ λοιπὰ εἰς τὴν τοῦ ἀῤῥώστου χρείαν ἀνήλισκε· καὶ ἔμεινε τετράμηνον, ἕως οὗ ἰάθη ὁ ἄῤῥωστος. Καὶ οὕτως ὁ γέρων ἀπῆλθεν εἰς τὸ κελλίον αὐτοῦ μετ' εἰρήνης.
κηʹ. Ἔλεγεν ὁ ἀββᾶς Δανιὴλ, ὅτι Πρὶν ἔλθῃ ὁ ἀββᾶς Ἀρσένιος πρὸς τοὺς Πατέρας μου, καὶ αὐτοὶ ἔμειναν μετὰ τοῦ ἀββᾶ Ἀγάθωνος. Ἠγάπα δὲ ὁ ἀββᾶς Ἀγάθων τὸν ἀββᾶν Ἀλέξανδρον, ὅτι ἀσκητὴς ἦν καὶ ἐπιεικής. Συνέβη δὲ ὅλους τοὺς μαθητὰς αὐτοῦ πλύνειν τὰ θρύα εἰς τὸν ποταμόν· καὶ ὁ ἀββᾶς Ἀλέξανδρος ἐπιεικῶς ἔπλυνεν. Οἱ δὲ λοιποὶ ἀδελφοὶ εἶπον τῷ γέροντι· Ὁ ἀδελφὸς Ἀλέξανδρος οὐδὲ ποιεῖ. Καὶ θέλων αὐτοὺς θεραπεῦσαι, εἶπεν αὐτῷ· Ἀδελφὲ Ἀλέξανδρε, καλῶς πλῦνον αὐτὰ ὅτι λινάριά εἰσι. Καὶ ὡς ἤκουσεν ἐλυπήθη. Καὶ μετὰ ταῦτα παρεκάλεσεν αὐτὸν ὁ γέρων, λέγων· Μὴ γὰρ οὐκ ᾔδειν ὅτι καλῶς ποιεῖς; ἀλλὰ τοῦτο εἶπόν σοι ἐπὶ αὐτῶν, ἵνα θεραπεύσω αὐτῶν τὸν λογισμὸν ἐν τῇ σῇ ὑπακοῇ, ἀδελφέ.
κθʹ. Διηγήσαντο περὶ τοῦ ἀββᾶ Ἀγάθωνος, ὅτι ἐσπούδαζε ποιεῖν πᾶσαν ἐντολήν. Καὶ εἰ διέβαινεν εἰς πορθμεῖον, αὐτὸς πρῶτος ἐκράτει τὴν κώπην· καὶ ὅτε παρέβαλον αὐτῷ ἀδελφοὶ, εὐθέως ἀπὸ τῆς εὐχῆς ἡ χεὶρ αὐτοῦ τὴν τράπεζαν ἐτίθει· ἦν γὰρ μεστὸς ἀγάπης Θεοῦ. Μέλλοντος δὲ αὐτοῦ τελευτᾷν, ἔμεινε τρεῖς ἡμέρας ἀνεῳγμένους ἔχων τοὺς ὀφθαλμοὺς μὴ κινουμένους. Ἔνυξαν δὲ αὐτὸν οἱ ἀδελφοὶ λέγοντες· Ἀββᾶ Ἀγάθων, ποῦ εἶ; Λέγει αὐτοῖς· Ἐνώπιον τοῦ κριτηρίου τοῦ Θεοῦ ἵσταμαι. Λέγουσιν αὐτῷ· Καὶ σὺ φοβῇ, Πάτερ; Λέγει αὐτοῖς· Τέως ἐποίησα τὴν δύναμίν μου εἰς τὸ φυλάξαι τὰς ἐντολὰς τοῦ Θεοῦ· ἀλλ' ἄνθρωπός εἰμι· πόθεν οἶδα εἰ τὸ ἔργον μου εὐηρέστησε τῷ Θεῷ; Λέγουσιν αὐτῷ οἱ ἀδελφοί· Οὐκ εἶ πεποιθὼς ἐπὶ τὸ ἔργον σου, ὅτι κατὰ Θεόν ἐστιν; Λέγει ὁ γέρων· Οὐ θαῤῥῶ, εἰ μὴ τῷ Θεῷ ἀπαντήσω. Ἕτερον γάρ ἐστι τὸ τοῦ Θεοῦ κριτήριον, καὶ ἕτερον τὸ τῶν ἀνθρώπων. Ὡς δὲ ἤθελον ἐρωτῆσαι αὐτὸν ἕτερον λόγον, λέγει αὐτοῖς· Ποιήσατε ἀγάπην, μὴ λαλεῖτε ἄρτι μετ' ἐμοῦ, ὅτι ἀσχολοῦμαι. Καὶ ἐτελειώθη ἐν χαρᾷ. Ἑώρων γὰρ αὐτὸν ἀναγόμενον, ὃν τρόπον τις ἀσπάζεται τοὺς ἐαυτοῦ φίλους καὶ ἀγαπητούς. Εἶχε δὲ φυλακὴν μεγάλην ἐν πᾶσι, καὶ ἔλεγεν· Ἄνευ φυλακῆς μεγάλης οὐ προβαίνει ἄνθρωπος οὔτε εἰς μίαν ἀρετήν.
λʹ. Εἰσῆλθέ ποτε ὁ ἀββᾶς Ἀγάθων εἰς τὴν πόλιν πωλῆσαι μικρὰ σκεύη, καὶ εὑρίσκει τινὰ λελωβημένον παρὰ τὴν ὁδόν. Λέγει αὐτῷ ὁ λελωβημένος· Ποῦ ὑπάγεις; Λέγει αὐτῷ ὁ ἀββᾶς Ἀγάθων· Εἰς τὴν πόλιν πωλῆσαι σκεύη. Λέγει αὐτῷ· Ποίησον ἀγάπην, καὶ ἆρόν με ἐκεῖ. Καὶ βαστάσας αὐτὸν, ἀπήνεγκεν εἰς τὴν πόλιν. Λέγει αὐτῷ· Ὅπου πωλεῖς τὰ σκεύη, ἐκεῖ με θές. Ἐποίησε δὲ οὕτως. Καὶ ὅτε ἐπώλησε σκεῦος, ἔλεγεν αὐτῷ ὁ λελωβημένος· Πόσου ἐπώλησας αὐτό; Καὶ ἔλεγε τόσου. Καὶ ἔλεγεν αὐτῷ· Ἀγόρασόν μοι πλακοῦντιν. Καὶ ἠγόραζε. Καὶ πάλιν ἐπώλει ἄλλο σκεῦος. Καὶ ἔλεγε· καὶ Τοῦτο πόσου; Καὶ ἔλεγε· Τόσου. Καὶ ἔλεγεν αὐτῷ· Ἀγόρασόν μοι τόδε. Καὶ ἠγόραζε. Μετὰ οὖν τὸ πωλῆσαι ὅλα τὰ σκεύη, καὶ θέλειν ἀπελθεῖν, λέγει αὐτῷ ὁ λελωβημένος· Ὑπάγεις; Λέγει αὐτῷ· Ναί. Καὶ λέγει· Ποίησον πάλιν ἀγάπην, καὶ ἆρον ὅπου με εὗρες. Καὶ βαστάσας αὐτὸν, ἤνεγκεν εἰς τὸν τόπον αὐτοῦ. Καὶ λέγει αὐτῷ· Εὐλογημένος εἶ, Ἀγάθων, ὑπὸ Κυρίου ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Καὶ ἄρας τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐδένα εἶδεν· ἦν γὰρ ἄγγελος Κυρίου ἐλθὼν δοκιμάσαι αὐτόν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου