Σάββατο, 28 Ιουλίου 2012

Περὶ τοῦ ἀββᾶ Ἄρη.


Περὶ τοῦ ἀββᾶ Ἄρη.
Παρέβαλε ὁ ἀββᾶς Ἀβραὰμ τῷ ἀββᾷ Ἄρῃ· καὶ καθημένων αὐτῶν, ἦλθεν ἀδελφὸς πρὸς τὸν γέροντα, καὶ λέγει αὐτῷ· Εἰπέ μοι τί ποιήσω ἵνα σωθῶ. Ὁ δὲ λέγει αὐτῷ· Ὕπαγε, ποίησον τὸν ἐνιαυτὸν τοῦτον, κατ' ὀψὲ ἐσθίων ἄρτον καὶ ἅλας, καὶ δεῦρο πάλιν, καὶ λαλῶ σοι. Καὶ ἀπελθὼν ἐποίησεν οὕτως. Πληρωθέντος δὲ τοῦ ἐνιαυτοῦ, ἦλθε πάλιν ὁ ἀδελφὸς πρὸς τὸν ἀββᾶν Ἄρην. Εὐκαίρησε δὲ τότε καὶ ὁ ἀββᾶς Ἀβραὰμ ἐκεῖ. Καὶ εἶπε πάλιν ὁ γέρων τῷ ἀδελφῷ· Ὕπαγε, νήστευσον καὶ τοῦτον τὸν ἐνιαυτὸν δύο δύο. Καὶ ὡς ἀπῆλθεν ὁ ἀδελφὸς, λέγει ὁ ἀββᾶς Ἀβραὰμ τῷ ἀββᾷ Ἄρῃ· Διατί ὅλοις τοῖς ἀδελφοῖς μετὰ ζυγοῦ ἐλαφροῦ λαλεῖς, τῷ δὲ ἀδελφῷ τούτῳ φορτία βαρέα ἐπιτιθεῖς; Λέγει αὐτῷ ὁ γέρων· Οἱ ἀδελφοὶ καθὼς ἔρχονται ζητοῦντες, οὕτως καὶ ὑπάγουσιν· οὗτος δὲ διὰ τὸν Θεὸν ἔρχεται ἀκοῦσαι λόγον. Ἐργάτης γάρ ἐστιν· καὶ εἴ τι δ' ἂν εἴπω αὐτῷ, μετὰ σπουδῆς ποιεῖ· διὰ τοῦτο κἀγὼ λαλῶ αὐτῷ τὸν λόγον τοῦ Θεοῦ.
Περὶ τοῦ ἀββᾶ Ἀλωνίου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Ἀλώνιος· Ἐὰν μὴ εἴπῃ ἐν τῇ καρδίᾳ αὐτοῦ ἄνθρωπος, ὅτι Ἐγὼ μόνος καὶ ὁ Θεὸς ἐσμὲν ἐν τῷ κόσμῳ, οὐχ ἕξει ἀνάπαυσιν.
βʹ. Εἶπε πάλιν· Εἰ μὴ τὸ ὅλον κατέστρεψα, οὐκ ἂν ἠδυνήθην ἐμαυτὸν οἰκοδομῆσαι.
γʹ. Εἶπε πάλιν, ὅτι ἐὰν θέλῃ ὁ ἄνθρωπος, ἀπὸ πρωῒ ἔως ἐσπέρας, γίνεται εἰς μέτρον θεῖον.
δʹ. Ἠρώτησέ ποτε ὁ ἀββᾶς Ἀγάθων τὸν ἀββᾶν Ἀλώνιον, λέγων· Πῶς θέλω κρατεῖν τῆς γλώσσης μου, ἵνα μὴ λαλῇ ψευδῆ; Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Ἀλώνιος· Ἐὰν μὴ ψεύδῃ, πολλὰς ἁμαρτίας μέλλεις ποιεῖν. Ὁ δὲ εἶπε· Πῶς; Καὶ λέγει αὐτῷ ὁ γέρων· Ἰδοὺ δύο ἄνθρωποι ἐπὶ σοῦ φόνον ἐποίησαν, καὶ ὁ εἷς ἔφυγεν εἰς τὸ κελλίον σου· καὶ ἰδοὺ ὁ ἄρχων ζητεῖ αὐτὸν, καὶ ἐρωτᾷ σε λέγων· Ἐπὶ σοῦ φόνος γέγονεν; ἐὰν μὴ ψεύσῃ, παραδιδεῖς τὸν ἄνθρωπον εἰς θάνατον. Μᾶλλον ἄφες αὐτὸν ἐνώπιον τοῦ Θεοῦ χωρὶς δεσμῶν· αὐτὸς γὰρ οἶδε τὰ πάντα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου