Κυριακή, 29 Ιουλίου 2012

Περὶ τοῦ ἀββᾶ Ἀπφύ.


Περὶ τοῦ ἀββᾶ Ἀπφύ.
Διηγήσαντο περὶ ἐπισκόπου τῆς Ὀξυρύγχου ὀνόματι ἀββᾶ Ἀπφύ· ὅτι ὅτε ἦν μοναχὸς, πολλὰς σκληραγωγίας ἐποίει· ὅτε δὲ ἐγένετο ἐπίσκοπος, ἠθέλησε χρήσασθαι τῇ αὐτῇ σκληραγωγίᾳ καὶ ἐν τῷ κόσμῳ, καὶ οὐκ ἴσχυσε. Καὶ ἔῤῥιψε ἑαυτὸν ἐνώπιον τοῦ Θεοῦ λέγων· Μὴ ἄρα διὰ τὴν ἐπισκοπὴν ἀπῆλθεν ἡ χάρις ἀπ' ἐμοῦ; Καὶ ἀπεκαλύφθη αὐτῷ, ὅτι Οὐχί· ἀλλὰ τότε ἔρημος ἦν, καὶ μὴ ὄντος ἀνθρώπου, ὁ Θεὸς ἀντελαμβάνετο· νῦν δὲ κόσμος ἐστὶ, καὶ οἱ ἄνθρωποι ἀντιλαμβάνονταί σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου