Τρίτη, 31 Ιουλίου 2012

Περὶ τοῦ ἀββᾶ Βενιαμίν.


Περὶ τοῦ ἀββᾶ Βενιαμίν.
αʹ. Ἔλεγεν ὁ ἀββᾶς Βενιαμὶν, ὅτι Ὡς κατήλθομεν ἀπὸ τοῦ θέρους εἰς Σκῆτιν, ἤνεγκαν ἡμῖν ἀπὸ Ἀλεξανδρείας καρποφορίαν, πρὸς ἕνα ἀγγεῖον ἐλαίου ξέστου γεγυψωμένον· καὶ ὡς ἦλθε πάλιν ὁ καιρὸς τοῦ θέρους, εἴ τι περιέσσευεν, οἱ ἀδελφοὶ ἔφερον εἰς τὴν ἐκκλησίαν. Κἀγὼ ἤμην μὲ ἀνοίξας τὸ ἀγγεῖόν μου, ἀλλὰ τῇ ῥαφίδι τρυπήσας, μετέβαλον μικρόν· καὶ εἶχεν ἡ καρδία μου, ὅτι μέγα πρᾶγμα ἐποίησα. Και ὡς ἤνεγκαν οἱ ἀδελφοὶ τὰ ἑαυτῶν ἀγγεῖα γεγυψωμένα ὡς ἦσαν, καὶ τὸ ἐμὸν τετρυπημένον ἦν, εὑρέθην ὡς πορνεύσας ἀπὸ τῆς αἰσχύνης.
βʹ. Εἶπεν ὁ ἀββᾶς Βενιαμὶν ὁ πρεσβύτερος τῶν Κελλίων, ὅτι Παρεβάλομεν εἰς Σκῆτιν πρός τινα γέροντα, καὶ ἠθελήσαμεν αὐτῷ βαλεῖν μικρὸν ἔλαιον· κεὶ λέγει ἡμῖν· Ἰδοὺ ποῦ κεῖται τὸ μικρὸν ἀγγεῖον ὃ ἠνέγκατέ μοι πρὸ τριῶν ἐτῶν· ὡς ἐθήκατε αὐτὸ, οὕτως ἔμεινεν. Ἀκούσαντες δὲ ἡμεῖς ἐθαυμάσαμεν τὴν πολιτείαν τοῦ γέροντος.
γʹ. Ὁ αὐτὸς εἶπεν, ὅτι Παρεβάλομεν ἄλλῳ γέροντι, καὶ ἐκράτησεν ἡμᾶς φαγεῖν· ἔβαλε δὲ ἡμῖν ῥαφανέλαιον. Καὶ λέγομεν αὐτῷ· Πάτερ, μᾶλλον μικρὸν χρήσιμον ἔλαιον βάλε ἡμῖν. Ὁ δὲ ἀκούσας, ἐσφράγισεν ἑαυτὸν, λέγων· Εἴ ἐστιν ἄλλο ἔλαιον ἐκτὸς τούτου, οὐκ οἶδα ἐγώ.
δʹ. Ὁ ἀββᾶς Βενιαμὶν εἴρηκε τοῖς υἱοῖς αὐτοῦ ἀποθνήσκων· Ταῦτα ποιεῖτε, καὶ δύνασθε σωθῆναι· Πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε.
εʹ. Ὁ αὐτὸς εἴρηκε· Τὴν βασιλικὴν ὁδὸν πορεύεσθε, καὶ τὰ μίλια μετρεῖτε, καὶ οὐκ ὀλιγωρεῖτε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου