Δευτέρα, 23 Ιουλίου 2012

Περὶ τοῦ ἀββᾶ Ἀμμώη.


Περὶ τοῦ ἀββᾶ Ἀμμώη.
αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἀμμώη, ὅτι ὡς ὑπῆγεν εἰς τὴν ἐκκλησίαν, οὐκ ἤφιε τὸν μαθητὴν αὐτοῦ ἔγγιστα αὐτοῦ περιπατῆσαι, ἀλλὰ ἀπὸ μακρόθεν· καὶ εἰ ἤρχετο ἐρωτῆσαι περὶ λογισμῶν, ὡς ἔλεγεν αὐτῷ μόνον, εὐθέως ἐδίωκεν αὐτὸν, λέγων· Μήποτε λαλούντων ἡμῶν περὶ ὠφελείας, ἐγκύψῃ ξένη ὁμιλία· διὰ τοῦτο οὐκ ἀφῶ σε ἔγγιστά μου.
βʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἀμμώης τῷ ἀββᾷ Ἡσαΐᾳ τῇ ἀρχῇ· Πῶς με βλέπεις ἄρτι; Λέγει αὐτῷ· Ὡς ἄγγελον, Πάτερ. Καὶ εἰς τὰ ὕστερα ἔλεγεν αὐτῷ· Πῶς με νῦν βλέπεις; Ὁ δὲ ἔλεγεν· Ὡς τὸν Σατανᾶν· κἂν λόγον μοι λαλήσεις ἀγαθὸν, ὡς ῥομφαίαν αὐτὸν ἔχω.
γʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἀμμώη, ὅτι ἠσθένει κλινήρης ὢν ἐπὶ πολλὰ ἔτη, καὶ οὐδέποτε ἀφῆκε τὸν λογισμὸν αὐτοῦ προσχεῖν εἰς τὸ ἐσώτερον αὐτοῦ κελλίον, ἰδεῖν τί ἔχει. Πολλὰ γὰρ αὐτῷ προσέφερον διὰ τὴν ἀσθένειαν. Καὶ εἰσερχομένου τοῦ μαθητοῦ αὐτοῦ Ἰωάννου καὶ ἐξερχομένου, ἐκάμυε τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἵνα μὴ ἴδῃ τί ποιεῖ. Ἤδει γὰρ ὅτι ἦν πιστὸς μοναχός.
δʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι ἀδελφὸς παρέβαλε τῷ ἀββᾷ Ἀμμώῃ, αἰτούμενος παρ' αὐτοῦ λόγον. Καὶ μείνας μετ' αὐτοῦ ἡμέρας ἑπτὰ, οὐκ ἀπεκρίθη αὐτῷ ὁ γέρων, προπέμπων δὲ αὐτὸν εἶπεν αὐτῷ· Ἄπελθε, πρόσεχε σεαυτῷ· ἐμοῦ τέως αἱ ἁμαρτίαι γεγόνασι τεῖχος σκοτεινὸν ἀνὰ μέσον ἐμοῦ καὶ τοῦ Θεοῦ.
εʹ. Ἔλεγον διὰ τὸν ἀββᾶν Ἀμμώην, ὅτι ἐποίησε πεντήκοντα ἀρτάβας σίτου, πρὸς χρείαν ποτὲ, καὶ ἔβαλεν εἰς τὸν ἥλιον· καὶ πρὶν ξηρανθῆναι αὐτὰ καλῶς, εἶδε πρᾶγμα ἐν τῷ τόπῳ μὴ ὠφελοῦν αὐτόν· καὶ λέγει τοῖς παιδαρίοις αὐτοῦ· Ἄγωμεν ἔνθεν. Οἱ δὲ σφόδρα ἐλυπήθησαν. Ἰδὼν δὲ αὐτοὺς λυπουμένους, λέγει αὐτοῖς· Λυπεῖσθε διὰ τοὺς ἄρτους; ἀληθῶς εἶδον ἐγώ τινας φυγόντας, καὶ ἐάσαντας κεκονιαμένα τὰ θυρίδια μετὰ βιβλίων μεμβράνων. οὐδὲ ἔκλεισαν τὰς θυρίδας, ἀλλ' ἀπῆλθον ἀνεῳγμένας καταλιπόντες αὐτάς.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου