Τετάρτη, 25 Ιουλίου 2012

Περὶ τοῦ ἀββᾶ Ἀνούβ.


Περὶ τοῦ ἀββᾶ Ἀνούβ.
αʹ. Διηγήσατο ὁ ἀββᾶς Ἰωάννης, ὅτι ὁ ἀββᾶς Ἀνοὺβ καὶ ὁ ἀββᾶς Ποιμὴν καὶ οἱ λοιποὶ ἀδελφοὶ αὐτῶν, ἐκ μιᾶς κοιλίας ὄντες, καὶ μοναχοὶ ἐν τῇ Σκήτει γενόμενοι, ὅτε ἦλθον οἱ Μάζικες καὶ ἠρήμωσαν αὐτὴν τὸ πρῶτον, ἀνεχώρησαν ἐκεῖθεν, καὶ ἦλθον εἰς τόπον καλούμενον Τερενοῦθιν, ἕως οὗ σκοπήσωσι πῶς ὀφείλωσι μεῖναι. Καὶ ἔμειναν ἐκεῖ εἰς παλαιὸν ἱερὸν μικρὰς ἡμέρας. Εἶπε δὲ ὁ ἀββᾶς Ἀνοὺβ τῷ ἀββᾷ Ποιμένι· Ποίησον ἀγάπην· σὺ καὶ οἱ ἀδελφοί σου ἕκαστος καταμόνας ἡσυχάσει, καὶ μὴ ἀπαντήσωμεν ἀλλήλοις τὴν ἑβδομάδα ταύτην. Καὶ εἶπεν ὁ ἀββᾶς Ποιμήν· Ὡς θέλεις ποιοῦμεν. Καὶ ἐποίησαν οὕτως. Ἦν δὲ ἐκεῖ ἄγαλμα λίθινον ἐν αὐτῷ τῷ ἱερῷ· καὶ ἠγείρετο ὁ γέρων ὁ ἀββᾶς Ἀνοὺβ κατὰ πρωῒ, καὶ ἐλιθοβόλει τὸ πρόσωπον τοῦ ἀγάλματος, καὶ καθ' ἑσπέραν ἔλεγεν αὐτῷ· Συγχώρησόν μοι. Καὶ ἐπλήρωσε τὴν ἑβδομάδα οὕτως ποιῶν. Τῇ δὲ ἡμέρᾳ τοῦ σαββάτου ἀπήντησαν ἀλλήλοις, καὶ εἶπεν ὁ ἀββᾶς Ποιμὴν τῷ ἀββᾷ Ἀνούβ· Εἶδόν σε, ἀββᾶ, τῇ ἑβδομάδι ταύτῃ λιθάζοντα τὸ πρόσωπον τοῦ ἀγάλματος, καὶ μετάνοιαν αὐτῷ ποιοῦντα· πιστὸς ἄνθρωπος ταῦτα ποιεῖ; Καὶ ἀπεκρίθη ὁ γέρων· Καὶ τοῦτο τὸ πρᾶγμα δι' ὑμᾶς ἐποίησα. Ὅτι εἴδετέ με λιθοβολοῦντα τὸ πρόσωπον τοῦ ἀγάλματος, μὴ ἐλάλησεν, ἢ ὠργίσθη; Καὶ εἶπεν ὁ ἀββᾶς Ποιμήν· Οὔ. Καὶ πάλιν, ὅτι ἔβαλον αὐτῷ μετάνοιαν, μὴ ἐταράχθη, καὶ εἶπεν, Οὐ συγχωρῶ; Καὶ εἶπεν ὁ ἀββᾶς Ποιμήν· Οὔ. Καὶ εἶπεν ὁ γέρων· Καὶ ἡμεῖς οὖν ἐσμεν ἑπτὰ ἀδελφοί· εἰ θέλετε ἵνα μείνωμεν μετ' ἀλλήλων, γενώμεθα ὥσπερ τὸ ἄγαλμα τοῦτο, ὅπερ ἐὰν ὑβρισθῇ ἢ δοξασθῇ, οὐ ταράσσεται. Εἰ δὲ οὐ θέλετε γενέσθαι οὕτως, ἰδοὺ τέσσαρες πύλαι εἰσὶν ἐν τῷ ἱερῷ· ἕκαστος ὅπου θέλῃ ἀπέλθῃ. Καὶ ἔβαλον ἑαυτοὺς χαμαὶ, λέγοντες τῷ ἀββᾷ Ἀνούβ· Ὡς θέλεις, Πάτερ, ποιοῦμεν, καὶ ἀκούομεν ὡς λέγεις ἡμῖν. Εἶπε δὲ ὁ ἀββᾶς Ποιμὴν, ὅτι Ἐμείναμεν μετ' ἀλλήλων τὸν ἅπαντα χρόνον ἡμῶν, ἐργαζόμενοι κατὰ τὸν λόγον τοῦ γέροντος ὃν εἶπεν ἡμῖν· καταστήσαντος αὐτοῦ ἕνα ἐξ ἡμῶν οἰκονόμον· καὶ πᾶν ὅπερ ἐτίθει ἡμῖν ἠσθίομεν· καὶ ἀδύνατον ἦν εἰπεῖν τινα ἐξ ἡμῶν, Φέρε ἡμῖν ἄλλο τίποτε, ἢ εἰπεῖν, ὅτι Οὐ θέλομεν τοῦτο φαγεῖν. Καὶ ἐποιοῦμεν τὸν πάντα χρόνον ἡμῶν ἐν ἀναπαύσει καὶ εἰρήνῃ.
βʹ. Εἶπεν ὁ ἀββᾶς Ἀνούβ· Ἐξ οὗ τὸ ὄνομα τοῦ Χριστοῦ ἐκλήθη ἐπ' ἐμὲ, οὐκ ἐξῆλθε ψεῦδος ἐκ τοῦ στόματός μου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου