Σάββατο, 21 Ιουλίου 2012

Περὶ τοῦ ἀββᾶ Ἀμμωνᾶ.


Περὶ τοῦ ἀββᾶ Ἀμμωνᾶ.
αʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ἀμμωνᾶν, λέγων Εἰπέ μοι ῥῆμα. Καὶ λέγει ὁ γέρων· Ὕπαγε, ποίησον τὸν λογισμόν σου, ὥσπερ οἱ κακοῦργοι ποιοῦσιν οἱ ὄντες ἐν τῇ φυλακῇ. Ἐκεῖνοι γὰρ ἐρωτῶσιν ἀεὶ τοὺς ἀνθρώπους, ποῦ ἔστιν ὁ ἡγεμὼν καὶ πότε ἔρχεται, καὶ ἀπὸ τῆς προσδοκίας κλαίουσιν. Οὕτως καὶ ὁ μοναχὸς ὀφείλει διαπαντὸς προσέχειν, καὶ ἐλέγχειν τὴν ἑαυτοῦ ψυχὴν, λέγων· Οὐαί μοι! Πῶς ἔχω παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ; καὶ πῶς ἔχω αὐτῷ ἀπολογήσασθαι; Ἐὰν οὕτως μελετήσῃς διαπαντὸς, δύνασαι σωθῆναι.
βʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἀμμωνᾶ, ὅτι καὶ βασιλίσκον ἀπέκτεινεν. Ἀπελθὼν γὰρ εἰς τὴν ἔρημον ἀντλῆσαι ὕδωρ ἀπὸ λάκκου, καὶ ἰδὼν τὸν βασιλίσκον, ἔβαλεν αὐτὸν ἐπὶ πρόσωπον, λέγων· Κύριε, εἰ ἐγὼ ἔχω ἀποθανεῖν, ἢ οὗτος. Καὶ εὐθέως
ὁ βασιλίσκος ἐν τῇ δυνάμει τοῦ Χριστοῦ διεῤῥάγη.
γʹ. Εἶπεν ὁ ἀββᾶς Ἀμμωνᾶς, ὅτι Δεκατέσσαρα ἔτη ἐποίησα ἐν Σκήτει δεόμενος τοῦ Θεοῦ νυκτὸς καὶ ἡμέρας, ἵνα μοι χαρίσηται νικῆσαι τὴν ὀργήν.
δʹ. Διηγήσατό τις τῶν Πατέρων, ὅτι ἦν τις γέρων πονικὸς εἰς τὰ Κελλία, φορῶν ψιάθιον· καὶ ἀπελθὼν παρέβαλε τῷ ἀββᾷ Ἀμμωνᾷ. Εἶδε δὲ αὐτὸν ὁ γέρων φοροῦντα τὸ ψιάθιον, καὶ λέγει αὐτῷ· Τοῦτο οὐδέν σε ὠφελεῖ. Καὶ ἠρώτησεν αὐτὸν ὁ γέρων, λέγων· Τρεῖς λογισμοὶ ὀχλοῦσί μοι· ἢ τὸ πλάζεσθαι ἐν ταῖς ἐρήμοις, ἢ ἵνα ἀπέλθω ἐπὶ ξένης ὅπου οὐδείς με ἐπιγινώσκει, ἢ ἵνα ἐγκλείσω ἑαυτὸν εἰς κελλίον, καὶ μηδενὶ ἀπαντήσω, διὰ δύο ἐσθίων. Λέγει αὐτῷ ὁ ἀββᾶς Ἀμμωνᾶς· Οὐδὲν ἐκ τῶν τριῶν συμφέρει σοι ποιῆσαι· ἀλλὰ μᾶλλον κάθου εἰς τὸ κελλίον σου, καὶ ἔσθιε μικρὸν καθ' ἡμέραν· καὶ ἔχε διαπαντὸς τὸν λόγον τοῦ τελώνου ἐν τῇ καρδίᾳ σου· καὶ δύνασαι σωθῆναι.
εʹ. Ἀδελφοῖς συνέβη θλῖψις ἐν τῷ τόπῳ αὐτῶν, καὶ θέλοντες καταλιπεῖν αὐτὸν, ἀπῆλθον πρὸς τὸν ἀββᾶν Ἀμμωνᾶν. Καὶ ἰδοὺ ὁ γέρων κατέπλεε, καὶ ἰδὼν αὐτοὺς παρὰ τὴν ὄχθαν ὁδεύοντας τοῦ ποταμοῦ, εἶπε τοῖς ναύταις· Βάλετέ με εἰς τὴν γῆν. Καὶ καλέσας τοὺς ἀδελφοὺς εἶπεν αὐτοῖς· Ἐγώ εἰμι Ἀμμωνᾶς, πρὸς ὃν θέλετε ἐλθεῖν. Καὶ παρακαλέσας αὐτῶν τὰς καρδίας, ἐποίησεν αὐτοὺς ὑποστρέψαι ὅθεν ἐξῆλθον. Οὐ γὰρ εἶχε τὸ πρᾶγμα ζημίαν ψυχῆς, ἀλλὰ θλίψιν ἀνθρωπίνην.
ϛʹ. Ἦλθέ ποτε ὁ ἀββᾶς Ἀμμωνᾶς περάσαι τὸν ποταμὸν, καὶ εὗρε τὸ πορθμεῖον φιλοκαλημένον, καὶ παρεκαθέσθη αὐτῷ· καὶ ἰδοὺ ἄλλο σκάφος εἰς τὸν τόπον ἦλθε, καὶ ἐπέρασε τοὺς ὅντας ἀνθρώπους. Καὶ λέγουσιν αὐτῷ· Δεῦρο καὶ σὺ ἀββᾶ, πέρασον μεθ' ἡμῶν. Ὁ δὲ λέγει· Εἰ μὴ εἰς τὸ δημόσιον πορθμεῖον οὐκ ἀναβαίνω. Εἶχε δὲ δέσμην θαλλίων, καὶ ἐκάθητο πλέκων σειρὰν, καὶ πάλιν λύων αὐτὴν, ἕως οὗ γέγονε τὸ πορθμεῖον. Καὶ οὕτως ἐπέρασεν. Ἔβαλον οὖν αὐτῷ οἱ ἀδελφοὶ μετάνοιαν, λέγοντες· Τί τοῦτο ἐποίησας; Καὶ λέγει αὐτοῖς ὁ γέρων· Ἵνα μὴ πάντοτε σπουδάζοντος τοῦ λογισμοῦ περιπατῶ. Ἀλλὰ καὶ τοῦτο ὑπόδειγμά ἐστιν, ἵνα μετὰ καταστάσεως βαδίζωμεν τὴν ὁδὸν τοῦ Θεοῦ.
ζʹ. Ἀπῆλθέ ποτε ὁ ἀββᾶς Ἀμμωνᾶς παραβαλεῖν τῷ ἀββᾷ Ἀντωνίῳ, καὶ ἐπλανήθη τὴν ὁδόν· καὶ καθίσας ἐκοιμήθη μικρόν· καὶ ἀναστὰς ἐκ τοῦ ὕπνου, εὔξατο τῷ Θεῷ, λέγων· Δέομαί σου, Κύριε ὁ Θεός μου, μὴ ἀπολέσῃς τὸ πλάσμα σου. Καὶ ὤφθη αὐτῷ ὡς χεὶρ ἀνθρώπου κρεμαμένη ἐκ τοῦ οὐρανοῦ, δεικνύουσα αὐτῷ τὴν ὁδὸν, ἕως οὗ ἦλθε καὶ ἔστη κατὰ τοῦ σπηλαίου τοῦ ἀββᾶ Ἀντωνίου.
ηʹ. Τούτῳ τῷ ἀββᾷ Ἀμμωνᾷ προεφήτευσεν ὁ ἀββᾶς Ἀντώνιος, λέγων, ὅτι Ἔχεις προκόψαι εἰς τὸν φόβον τοῦ Θεοῦ. Καὶ ἐξήγαγεν αὐτὸν ἔξω τοῦ κελλίου, καὶ ἔδειξεν αὐτῷ λίθον, καὶ εἶπεν αὐτῷ· Ὕβρισον τὸν λίθον τοῦτον καὶ τύψον αὐτόν. Ὁ δὲ ἐποίησεν οὕτως. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Ἀντώνιος· Μὴ ἐλάλησεν ὁ λίθος; Ὁ δὲ εἶπεν· Οὐχί. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Ἀντώνιος· Οὕτω καὶ σὺ καταλαβεῖν μέλλεις τοῦτο τὸ μέτρον. Ὃ καὶ ἐγένετο. Προέκοψε γὰρ ὁ ἀββᾶς Ἀμμωνᾶς οὕτως, ὡς ἀπὸ πολλῆς ἀγαθότητος μηκέτι εἰδέναι τὴν κακίαν. Ἐν οἷς γενομένου αὐτοῦ ἐπισκόπου, προσήνεγκαν αὐτῷ παρθένον λαβοῦσαν ἐν γαστρὶ, καὶ λέγουσιν αὐτῷ· Ὁ δεῖνα ἐποίησε τοῦτο· δὸς αὐτοῖς ἐπιτιμίαν. Ὁ δὲ σφραγίσας αὐτῆς τὴν κοιλίαν, ἐκέλευσε δοθῆναι αὐτῇ ἓξ ζυγὰς σινδονίων, λέγων· Μήποτε ὡς ἀπέρχεται γεννῆσαι, ἀποθάνῃ ἢ αὐτὴ ἢ τὸ παιδίον, καὶ μὴ εὕρῃ κηδευθῆναι. Λέγουσιν αὐτῷ οἱ κατ' αὐτῆς ἐντυχόντες· Τί τοῦτο ἐποίησας; δὸς αὐτοῖς ἐπιτιμίαν. Ὁ δὲ λέγει αὐτοῖς· Βλέπετε, ἀδελφοὶ, ὅτι ἐγγύς ἐστι τοῦ θανάτου· καὶ τί ἔχω ἐγὼ ποιῆσαι; Καὶ ἀπέλυσεν αὐτήν· καὶ οὐκ ἐτόλμησεν ὁ γέρων κατακρῖναί τινα.
θʹ. Ἔλεγον περὶ αὐτοῦ, ὅτι τινὲς ἦλθον δικασθῆναι παρ' αὐτῷ. Ὁ δὲ γέρων ἐμωροποίει. Καὶ ἰδοὺ γυνή τις ἔστη πλησίον αὐτοῦ, καὶ ἔλεγεν· Οὗτος ὁ γέρων σαλός ἐστιν. Ἤκουσεν οὖν αὐτῆς ὁ γέρων, καὶ φωνήσας αὐτὴν λέγει· Πόσους κόπους ἐποίησα ἐν ταῖς ἐρήμοις, ἵνα κτήσωμαι τὴν σαλότητα ταύτην, καὶ διὰ σὲ ἔχω ἀπολέσαι αὐτὴν σήμερον!
ιʹ. Ἦλθέ ποτε ὁ ἀββᾶς Ἀμμωνᾶς εἰς τόπον γεύσασθαι, καὶ ἦν ἐκεῖ εἷς ἔχων φήμην κακήν· καὶ συνέβη ἐλθεῖν τὴν γυναῖκα, καὶ εἰσελθεῖν εἰς τὸ κελλίον τοῦ ἀδελφοῦ τοῦ ἔχοντος τὴν κακὴν φήμην. Μαθόντες οὖν οἱ οἰκοῦντες εἰς τὸν τόπον ἐκεῖνον, ἐταράχθησαν, καὶ συνήχθησαν, ὥστε διῶξαι αὐτὸν ἐκ τοῦ κελλίου. Καὶ γνόντες ὅτι ὁ ἐπίσκοπος Ἀμμωνᾶς εἰς τὸν τόπον ἐκεῖνόν ἐστιν, ἐλθόντες παρεκάλεσαν αὐτὸν, ὅπως παραγένηται σὺν αὐτοῖς. Ὡς δὲ γνῶ ὁ ἀδελφὸς, λαβὼν τὴν γυναῖκα ἔκρυψεν εἰς πίθον μέγαν. Παραγενομένου δὲ τοῦ πλήθους, εἶδεν ὁ ἀββᾶς Ἀμμωνᾶς τὸ γενόμενον, καὶ διὰ τὸν Θεὸν ἐσκέπασε τὸ πρᾶγμα· καὶ εἰσελθὼν ἐκάθισεν ἐπάνω τοῦ πίθου, καὶ ἐκέλευσε ζητηθῆναι τὸ κελλίον. Ὡς οὖν ἐψηλάφησαν, καὶ οὐχ εὗρον τὴν γυναῖκα, εἶπεν ὁ ἀββᾶς Ἀμμωνᾶς· Τί ἐστι τοῦτο; ὁ Θεὸς συγχωρήσει ὑμῖν. Καὶ εὐξάμενος ἐποίησε πάντας ἀναχωρῆσαι· καὶ κατασχὼν τὴν χεῖρα τοῦ ἀδελφοῦ, εἶπεν αὐτῷ· Πρόσεχε σεαυτῷ, ἀδελφέ. Καὶ τοῦτο εἰπὼν, ἀνεχώρησεν.
ιαʹ. Ἠρωτήθη ὁ ἀββᾶς Ἀμμωνᾶς, τίς ἐστιν ἡ ὁδὸς ἡ στενὴ καὶ τεθλιμμένη· καὶ ἀποκριθεὶς εἶπεν· Ἡ ὁδὸς ἡ στενὴ καὶ τεθλιμμένη αὕτη ἐστί· τὸ βιάζεσθαι τοὺς λογισμοὺς ἑαυτοῦ, καὶ κόπτειν διὰ τὸν Θεὸν τὰ ἴδια θελήματα· καὶ τοῦτό ἐστι τὸ, Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου