Σάββατο, 11 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Ξοΐου


Περὶ τοῦ ἀββᾶ Ξοΐου.
αʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ξόϊον, λέγων· Ἐὰν εὑρεθῶ πούποτε, καὶ φάγω τρία ψωμία, μὴ πολύ ἐστι; Λέγει αὐτῷ ὁ γέρων· Εἰς τὴν ἅλωνα ἦλθες, ἀδελφέ; Εἶπε δὲ πάλιν· Ἐὰν πίω τρία ποτήρια οἴνου, μὴ πολύ ἐστι; Λέγει αὐτῷ· Ἐὰν οὐκ ἔστι δαίμων, οὐκ ἔνι πολύ· ἐὰν δὲ ἔνι, πολύ ἐστιν. Ὁ γὰρ οἶνος ἀλλότριός ἐστι τῶν μοναχῶν τῶν κατὰ Θεὸν ζώντων.
βʹ. Ἔλεγέ τις τῶν Πατέρων περὶ τοῦ ἀββᾶ Ξοΐου τοῦ Θηβαίου, ὅτι εἰσῆλθέ ποτε εἰς τὸ ὄρος τὸ Σινᾶ· καὶ ἐξερχομένου αὐτοῦ ἐκεῖθεν, συνήντησεν αὐτῷ, ἀδελφὸς, καὶ στενάζων ἔλεγε· Θλιβόμεθα. ἀββᾶ, διὰ τὴν ἀβροχίαν. Λέγει αὐτῷ ὁ γέρων· Καὶ διατί οὐκ εὔχεσθε καὶ παρακαλεῖτε τὸν Θεόν; Λέγει αὐτῷ ὁ ἀδελφός· Καὶ εὐχόμεθα, καὶ λιτανεύομεν, καὶ οὐ βρέχει. Λέγει αὐτῷ ὁ γέρων· Πάντως οὐκ εὔχεσθε ἐκτενῶς. Θέλεις δὲ γνῶναι ὅτι οὕτως ἐστί; Καὶ ἐξέτεινε τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐν προσευχῇ, καὶ παραχρῆμα ἔβρεξεν. Ἰδὼν δὲ ὁ ἀδελφὸς ἐφοβήθη, καὶ ἔπεσεν ἐπὶ πρόσωπον, καὶ προσεκύνησεν αὐτῷ. Ὁ δὲ γέρων ἔφυγεν. Ὁ δὲ ἀδελφὸς ἀνήγγειλε πᾶσι τὸ γεγονός. Καὶ οἱ ἀκούσαντες ἐδόξασαν τὸν Θεόν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου