Παρασκευή, 10 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ Αἰγυπτίου.


Περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ Αἰγυπτίου.
αʹ. Διηγήσατο περὶ ἑαυτοῦ ὁ ἀββᾶς Μακάριος, λέγων· Ὅτε ἤμην νεώτερος καὶ ἐκαθήμην εἰς κελλίον εἰς Αἴγυπτον, ἐκράτησάν με καὶ ἐποίησαν κληρικὸν εἰς τὴν κώμην. Καὶ μὴ θέλων καταδέξασθαι, ἔφυγον εἰς ἕτερον τόπον. Καὶ ἦλθε πρὸς μὲ εὐλαβὴς κοσμικὸς, καὶ ἐλάμβανε τὸ ἐργόχειρόν μου, καὶ διηκόνει μοι. Συνέβη δὲ ἀπὸ πειρασμοῦ παρθένον τινὰ εἰς τὴν κώμην ἐκπεσεῖν. Καὶ λαβοῦσα κατὰ γαστρὸς ἠρωτᾶτο τίς εἴη ὁ τοῦτο πεποιηκώς. Ἡ δὲ ἔλεγεν· Ὁ ἀναχωρητής. Καὶ ἐξελθόντες συνέλαβόν με εἰς τὴν κώμην, καὶ ἐκρέμασαν ἐν τῷ τραχήλῳ μου ἠσβολωμένας χύτρας καὶ ὠτία κούφων, καὶ περιεπόμπευσάν με ἐν τῇ κώμῃ κατὰ ἄμφοδον, τύπτοντές με, καὶ λέγοντες· Οὗτος ὁ μοναχὸς ἔφθειρεν ἡμῶν τὴν παρθένον, λάβετε αὐτὸν, λάβετε. Καὶ ἔτυψάν με παρὰ μικρὸν τοῦ ἀποθανεῖν. Ἐλθὼν δέ τις τῶν γερόντων εἶπεν· Ἕως πότε τύπτετε τὸν ξένον μοναχόν; Ὁ δὲ διακονῶν μοι ἠκολούθει ὀπίσω μου αἰδούμενος. Ἦσαν γὰρ ὑβρίζοντες αὐτὸν πολλὰ, καὶ λέγοντες· Ἰδοὺ ὁ ἀναχωρητὴς ὃν σὺ ἐμαρτύρεις, τί ἐποίησε; Καὶ λέγουσιν οἱ γονεῖς αὐτῆς· Οὐκ ἀπολύομεν αὐτὸν, ἕως δῷ ἐγγυητὴν τοῦ τρέφειν αὐτήν. Καὶ εἶπον τῷ διακονητῇ μου· καὶ ἐνηγγυήσατό με. Καὶ ἀπελθὼν εἰς τὸ κελλίον μου, ἔδωκα αὐτῷ ὅσα εἶχον σπυρίδια, λέγων· Πώλησον, καὶ δὸς τῇ γυναικί μου φαγεῖν. Καὶ ἔλεγον τῷ λογισμῷ μου· Μακάριε, ἰδοὺ εὗρες ἑαυτῷ γυναῖκα· χρὴ ἐργάζεσθαι
μικρὸν περισσὸν, ἵνα τρέφῃς αὐτήν· καὶ εἰργαζόμην νύκτα καὶ ἡμέραν, καὶ ἔπεμπον αὐτῇ. Καὶ ὅτε ἦλθεν ὁ καιρὸς τῇ ἀθλίᾳ τεκεῖν, ἔμεινεν ἐπὶ πολλὰς ἡμέρας βασανιζομένη, καὶ οὐκ ἔτικτε. Καὶ λέγουσιν αὐτῇ· Τί ἐστι τοῦτο; Ἡ δὲ εἶπεν· Ἐγὼ οἶδα· ὅτι τὸν ἀναχωρητὴν ἐσυκοφάντησα, καὶ ψευσαμένη ᾐτιασάμην· καὶ οὗτος οὐκ ἔχει πρᾶγμα, ἀλλ' ὁ δεῖνα ὁ νεώτερος. Καὶ ἐλθὼν ὁ διακονῶν μοι χαίρων ἔλεγεν, ὅτι οὐκ ἠδυνήθη τεκεῖν ἡ παρθένος ἐκείνη, ἕως οὗ ὡμολόγησε, λέγουσα, ὅτι Οὐκ ἔχει πρᾶγμα ὁ ἀναχωρητὴς, ἀλλ' ἐψευσάμην κατ' αὐτοῦ· καὶ ἰδοὺ πᾶσα ἡ κώμη θέλει ἐλθεῖν ὧδε μετὰ δόξης, καὶ μετανοῆσαί σοι. Ἐγὼ δὲ ἀκούσας ταῦτα, ἵνα μὴ θλίψωσί με οἱ ἄνθρωποι, ἀνέστην καὶ ἔφυγον ὧδε εἰς Σκῆτιν. Αὕτη ἐστὶν ἡ ἀρχὴ τῆς αἰτίας, δι' ἣν ἦλθον ὧδε.
βʹ. Ἦλθέ ποτε Μακάριος ὁ Αἰγύπτιος ἀπὸ Σκήτεως εἰς τὸ ὄρος τῆς Νιτρίας εἰς τὴν προσφορὰν τοῦ ἀββᾶ Παμβώ· καὶ λέγουσιν αὐτῷ οἱ γέροντες· Εἰπὲ ῥῆμα τοῖς ἀδελφοῖς, Πάτερ. Ὁ δὲ εἶπεν· Ἐγὼ οὔπω γέγονα μοναχὸς, ἀλλ' εἶδον μοναχούς. Καθημένῳ γάρ μοί ποτε ἐν τῷ κελλίῳ εἰς Σκῆτιν, ὤχλησάν μοι οἱ λογισμοὶ λέγοντες· Ἄπελθε εἰς τὴν ἔρημον, καὶ ἴδε τί βλέπεις ἐκεῖ. Ἔμεινα δὲ πολεμῶν τῷ λογισμῷ πέντε ἔτη, λέγων, Μήπως ἀπὸ δαιμόνων ἐστίν. Καὶ ὡς ἐπέμενεν ὁ λογισμὸς, ἀπῆλθον εἰς τὴν ἔρημον· καὶ ηὗρον ἐκεῖ λίμνην ὑδάτων, καὶ νῆσον ἐν μέσῳ αὐτῆς· καὶ ἦλθον τὰ κτήνη τῆς ἐρήμου πιεῖν ἐξ αὐτῆς. Καὶ εἶδον ἐν μέσῳ αὐτῶν δύο ἀνθρώπους γυμνούς· καὶ ἐδειλίασε τὸ σῶμά μου· ἐνόμισα γὰρ ὅτι πνεύματά εἰσιν. Αὐτοὶ δέ με ὡς εἶδον δειλιῶντα, ἐλάλησαν πρὸς μέ· Μὴ φοβοῦ· καὶ ἡμεῖς ἄνθρωποί ἐσμεν. Καὶ εἶπον αὐτοῖς· Πόθεν ἐστὲ, καὶ πῶς ἤλθετε εἰς τὴν ἔρημον ταύτην; Καὶ εἶπον· Ἀπὸ κοινοβίου ἐσμέν· καὶ γέγονεν ἡμῖν συμφωνία, καὶ ἐξήλθομεν ὧδε· ἰδοὺ τεσσαράκοντα ἔτη· καὶ ὁ μὲν εἷς Αἰγύπτιος, ὁ δὲ ἕτερος Λιβυκὸς ὑπάρχει. Καὶ ἐπερώτησάν με καὶ αὐτοὶ, λέγοντες· Πῶς ὁ κόσμος; καὶ εἰ ἔρχεται τὸ ὕδωρ κατὰ καιρὸν αὐτοῦ, καὶ εἰ ἔχει ὁ κόσμος τὴν εὐθηνίαν αὐτοῦ; Καὶ εἶπον αὐτοῖς· Ναί. Κἀγὼ αὐτοὺς ἠρώτησα· Πῶς δύναμαι γενέσθαι μοναχός; Καὶ λέγουσί μοι· Ἐὰν μὴ ἀποτάξηταί τις πᾶσι τοῖς τοῦ κόσμου, οὐ δύναται γενέσθαι μοναχός. Καὶ εἶπον αὐτοῖς· Ἐγὼ ἀσθενής εἰμι, καὶ οὐ δύναμαι ὡς ὑμεῖς. Καὶ εἶπόν μοι καὶ αὐτοί· Καὶ ἐὰν οὐ δύνασαι ὡς ἡμεῖς, κάθου εἰς τὸ κελλίον σου, καὶ κλαῦσον τὰς ἁμαρτίας σου. Καὶ ἠρώτησα αὐτούς· Ὅταν γίνηται χειμὼν, οὐ ῥιγᾶτε; καὶ ὅταν γίνηται καῦμα, οὐ καίεται τὰ σώματα; Οἱ δὲ εἶπον· Ὁ Θεὸς ἐποίησεν ἡμῖν τὴν οἰκονομίαν ταύτην· καὶ οὔτε τῷ χειμῶνι ῥιγῶμεν, οὔτε τῷ θέρει τὸ καῦμα ἡμᾶς ἀδικεῖ. Διὰ τοῦτο εἶπον ὑμῖν, ὅτι οὔπω γέγονα μοναχὸς, ἀλλ' εἶδον μοναχούς. Συγχωρήσατέ μοι, ἀδελφοί.
γʹ. Ὁ ἀββᾶς Μακάριος ὅτε ᾤκει ἐν τῇ πανερήμῳ· ἦν δὲ μόνος ἐν αὐτῇ ἀναχωρῶν, παρακάτω δὲ ἄλλη ἔρημος ἦν πλειόνων ἀδελφῶν. Παρετήρει δὲ ὁ γέρων τὴν ὁδόν· καὶ ὁρᾷ τὸν σατανᾶν ἀνερχόμενον ἐν σχήματι ἀνθρώπου, παρελθεῖν δι' αὐτοῦ· ἐφαίνετο δὲ ὡς στιχάριον φορῶν λινοῦν τρωγλωτόν· καὶ κατὰ τρυμαλίαν ἐκρέματο ληκύνθιον. Καὶ λέγει αὐτῷ ὁ γέρων ὁ μέγας· Ποῦ πορεύῃ; Καὶ εἶπεν αὐτῷ· Ἀπέρχομαι ὑπομνῆσαι τοὺς ἀδελφούς. Ὁ δὲ γέρων εἶπε· Καὶ ἵνα τί σοι τὰ ληκύνθια ταῦτα; Καὶ εἶπε· Γεύματα ἀποφέρω τοῖς ἀδελφοῖς. Ὁ δὲ γέρων εἶπε· Καὶ ταῦτα ὅλα; Ἀπεκρίθη· Ναί· ἐὰν μὴ τὸ ἓν ἀρέσῃ τινὶ, φέρω ἄλλο· ἐὰν δὲ μὴ καὶ τοῦτο, διδῶ ἄλλο· πάντως δὲ ἐξ αὐτῶν κἂν ἓν ἀρέσει αὐτῷ. Καὶ ταῦτα εἰπὼν ἀπῆλθεν. Ὁ δὲ γέρων ἔμεινε παρατηρούμενος τὰς ὁδοὺς, ἕως πάλιν ἐκεῖνος ἐπανῆλθε. Καὶ ὡς εἶδεν αὐτὸν ὁ γέρων, λέγει αὐτῷ· Σωθείης. Ὁ δὲ ἀπεκρίθη· Ποῦ ἔνι μοι σωθῆναι; Λέγει αὐτῷ ὁ γέρων· Διατί; Ὁ δὲ λέγει· Ὅτι πάντες ἄγριοί μοι ἐγένοντο, καὶ οὐδείς μου ἀνέχεται. Λέγει αὐτῷ ὁ γέρων· Οὐδένα οὖν φίλον ἔχεις ἐκεῖ; Ὁ δὲ ἀπεκρίθη· Ναὶ, ἕνα μοναχὸν ἔχω ἐκεῖ φίλον, καὶ κἂν αὐτός μοι πείθεται· καὶ ὅτε ὁρᾷ με, στρέφεται ὡς ἀνέμη. Λέγει αὐτῷ ὁ γέρων· Καὶ τίς καλεῖται ὁ ἀδελφός; Ὁ δὲ λέγει· Θεόπεμπτος. Εἰπὼν δὲ ταῦτα ἀπῆλθε. Καὶ ἀναστὰς ὁ ἀββᾶς Μακάριος ἀπέρχεται ἐπὶ τὴν παρακάτω ἔρημον. Καὶ ἀκούσαντες οἱ ἀδελφοὶ, λαβόντες βαΐα ἐξῆλθον εἰς ἀπάντησιν αὐτοῦ. Καὶ λοιπὸν ἕκαστος ηὐτρεπίζετο, νομίζων ὅτι παρ' αὐτῷ ἔμελλε καταλύειν ὁ γέρων. Ὁ δὲ ἐζήτει τίς εἴη ὁ καλούμενος Θεόπεμπτος ἐν τῷ ὄρει. Καὶ εὑρὼν, εἰσῆλθεν εἰς τὸ κελλίον αὐτοῦ. Ὁ δὲ Θεόπεμπτος ὑπεδέξατο αὐτὸν χαίρων. Ὡς δὲ ἤρξατο ἰδιάζειν αὐτὸν, ὁ γέρων λέγει· Πῶς τὰ κατὰ σὲ, ἀδελφέ; Ὁ δὲ εἶπεν· Εὐχαῖς σου, καλῶς. Εἶπε δὲ ὁ γέρων· Μὴ πολεμοῦσί σε οἱ λογισμοί; Ὁ δὲ εἶπε· Τέως καλῶς εἰμι· ᾐδεῖτο γὰρ εἰπεῖν. Λέγει αὐτῷ ὁ γέρων· Ἰδοὺ πόσα ἔτη ἀσκῶ, καὶ τιμῶμαι παρὰ πάντων, καὶ ἐμοὶ τῷ γέροντι ὀχλεῖ τὸ πνεῦμα τῆς πορνείας. Ἀπεκρίθη λέγων καὶ ὁ Θεόπεμπτος· Πίστευε, ἀββᾶ, καὶ ἐμοί. Ὁ δὲ γέρων προεφασίζετο καὶ ἑτέρους λογισμοὺς πολεμεῖν αὐτῷ, ἕως ποιήσει αὐτὸν ὁμολογῆσαι. Εἶτα λέγει αὐτῷ· Πῶς νηστεύεις; Ὁ δὲ λέγει αὐτῷ· Τὴν ἐνάτην. Λέγει αὐτῷ ὁ γέρων· Νήστευε ἕως ὀψὲ, καὶ ἄσκει· καὶ ἀποστήθιζε τοῦ Εὐαγγελίου καὶ τῶν ἄλλων Γραφῶν· καὶ ἐάν σοι ἀναβῇ λογισμὸς, μηδέποτε πρόσχῃς κάτω, ἀλλὰ πάντοτε ἄνω· καὶ εὐθέως σοι ὁ Κύριος βοηθεῖ. Καὶ τυπώσας ὁ γέρων τὸν ἀδελφὸν ἐξῆλθεν εἰς τὴν ἰδίαν ἔρημον. Καὶ παρατηρῶν πάλιν ὁρᾷ ἐκεῖνον τὸν δαίμονα, καὶ λέγει αὐτῷ· Ποῦ πάλιν ἀπέρχῃ; Ὁ δὲ λέγει· Ὑπομνῆσαι τοὺς ἀδελφούς. Καὶ ἀπῆλθεν. Ὡς δὲ πάλιν ἐπανῆλθε, λέγει αὐτῷ ὁ ἅγιος· Πῶς οἱ ἀδελφοί; Ὁ δὲ λέγει· Κακῶς. Ὁ δὲ γέρων λέγει· Διατί; Ὁ δὲ εἶπεν· Ἄγριοί εἰσιν ὅλοι καὶ τὸ μεῖζον κακὸν, ὅτι καὶ ὃν εἶχον φίλον ὑπακούοντά μοι, καὶ αὐτὸς οὐκ οἶδα πόθεν διεστράφη, καὶ οὐδὲ αὐτός μοι πείθεται, ἀλλὰ πάντων ἀγριώτερος ἐγένετο· καὶ ὤμοσα μηκέτι τὰ ἐκεῖ πατῆσαι, εἰ μὴ μετὰ χρόνον. Καὶ οὕτως εἰπὼν ἀπῆλθεν, ἐάσας τὸν γέροντα. Καὶ ὁ ἅγιος εἰσῆλθεν εἰς τὸ κελλίον αὐτοῦ.
δʹ. Παρέβαλεν ὁ ἀββᾶς Μακάριος ὁ μέγας τῷ ἀββᾷ Ἀντωνίῳ, εἰς τὸ ὄρος· καὶ κρούσαντος αὐτοῦ τὴν θύραν, ἐξῆλθε πρὸς αὐτὸν, καὶ εἶπεν αὐτῷ· Σὺ τίς εἶ; ὁ δὲ ἔφη· Ἐγώ εἰμι Μακάριος. Καὶ κλείσας τὴν θύραν εἰσῆλθε καὶ ἀφῆκεν αὐτόν. Καὶ ἰδὼν τὴν ὑπομονὴν αὐτοῦ, ἤνοιξεν αὐτῷ, καὶ χαριεντιζόμενος μετ' αὐτοῦ, ἔλεγεν· Ἀπὸ πολλοῦ χρόνου ἐπεθύμουν σε ἰδεῖν, ἀκούων τὰ περὶ σοῦ. Καὶ φιλοξενήσας αὐτὸν ἀνέπαυσεν· ἦν γὰρ ἀπὸ καμάτου πολλοῦ. Ὀψίας δὲ γενομένης, ἔβρεξεν ἑαυτῷ ὁ ἀββᾶς Ἀντώνιος θαλλία. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· Κέλευσον ἵνα κἀγὼ βρέξω ἐμαυτῷ. Ὁ δὲ εἶπε· Βρέξον. Καὶ ποιήσας δεσμὸν μέγαν, ἔβρεξε. Καὶ καθήμενοι ἀπὸ ὀψὲ, λαλοῦντες περὶ σωτηρίας ψυχῶν ἔπλεκον· καὶ ἡ σειρὰ διὰ τῆς θυρίδος εἰς τὸ σπήλαιον κατέβαινε. Καὶ εἰσελθὼν πρωῒ ὁ μακάριος Ἀντώνιος εἶδε τὸ πλῆθος τῆς σειρᾶς τοῦ ἀββᾶ Μακαρίου, καὶ ἔλεγε· Πολλὴ δύναμις ἐκ τῶν χειρῶν τούτων ἐξέρχεται.
εʹ. Ἔλεγεν ὁ ἀββᾶς Μακάριος περὶ τῆς ἐρημώσεως τῆς Σκήτεως τοῖς ἀδελφοῖς· Ὅταν ἴδητε κελλίον οἰκοδομούμενον ἐγγὺς τοῦ ἕλους, μάθετε ὅτι ἐγγύς ἐστιν ἡ ἐρήμωσις αὐτῆς· ὅταν ἴδητε δένδρα, ἐπὶ θυρῶν ἐστιν· ὅταν δὲ ἴδητε παιδία, ἄρατε τὰ μηλωτάρια ὑμῶν, καὶ ἀναχωρήσατε.
ϛʹ. Ἔλεγε πάλιν, παρηγορῆσαι θέλων τοὺς ἀδελφούς· Ἦλθεν ὧδε παιδίον δαιμονιζόμενον μετὰ τῆς μητρὸς αὐτοῦ, καὶ ἔλεγε τῇ μητρὶ αὐτοῦ· Ἔγειρε, γραῖα, ἄγωμεν ἔνθεν. Ἡ δὲ εἶπεν· Οὐ δύναμαι πεζεῦσαι. Καὶ εἶπεν αὐτῇ τὸ παιδίον· Ἐγώ σε βαστάζω. Καὶ ἐθαύμασα τὴν πονηρίαν τοῦ δαίμονος, πῶς ἠθέλησεν αὐτοὺς φυγαδεῦσαι.
ζʹ. Ἔλεγεν ὁ ἀββᾶς Σισόης· Ὅτε ἤμην εἰς Σκῆτιν μετὰ τοῦ Μακαρίου, ἀνέβημεν θερίσαι μετ' αὐτοῦ ἐπτὰ ὀνόματα· καὶ ἰδοὺ μία χήρα καλαμωμένη ἦν ὀπίσω ἡμῶν, καὶ οὐκ ἐπαύετο κλαίουσα. Ἐφώνησεν οὖν ὁ γέρων τὸν κύριον τοῦ χωρίου, καὶ εἶπεν αὐτῷ· Τί ἔχει ἡ γραῦς αὕτη, ὅτι πάντοτε κλαίει; Λέγει αὐτῷ· Ὅτι ὁ ἀνὴρ αὐτῆς εἶχε παραθήκην τινὸς, καὶ ἀπέθανεν ἄφνω, καὶ οὐκ εἶπε ποῦ ἔθηκεν αὐτήν· καὶ θέλει ὁ κύριος τῆς παραθήκης λαβεῖν αὐτὴν καὶ τὰ τέκνα αὐτῆς εἰς δούλους. Λέγει αὐτῷ ὁ γέρων· Εἰπὲ αὐτῇ ἵνα ἔλθῃ πρὸς ἡμᾶς, ὅπου ἀναπαυόμεθα τὸ καῦμα. Καὶ ἐλθούσης τῆς γυναικὸς, εἶπεν αὐτῇ ὁ γέρων· Τί πάντα οὕτως κλαίεις; Καὶ εἶπεν· Ὁ ἀνήρ μου ἀπέθανε λαβὼν παραθήκην τινὸς, καὶ οὐκ εἶπεν ἀποθνήσκων ποῦ ἔθηκεν αὐτήν. Καὶ εἶπεν ὁ γέρων πρὸς αὐτήν· Δεῦρο, δεῖξόν μοι ποῦ ἔθηκας αὐτόν. Καὶ λαβὼν τοὺς ἀδελφοὺς μεθ' ἑαυτοῦ, ἐξῆλθε σὺν αὐτῇ. Καὶ ἐλθόντων ἐπὶ τὸν τόπον, εἶπεν αὐτῇ ὁ γέρων· Ἀναχώρησον εἰς τὸν οἶκόν σου. Καὶ προσευξαμένων αὐτῶν, ἐφώνησεν ὁ γέρων τὸν νεκρὸν, λέγων· Ὁ δεῖνα, ποῦ ἔθηκας τὴν ἀλλοτρίαν παραθήκην; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Εἰς τὸν οἶκόν μου κέκρυπται, ὑπὸ τὸν πόδα τῆς κλίνης. Καὶ λέγει αὐτῷ ὁ γέρων· Κοιμῶ πάλιν ἕως τῆς ἡμέρας τῆς ἀναστάσεως. Ἰδόντες δὲ οἱ ἀδελφοὶ, ἀπὸ τοῦ φόβου ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ. Καὶ εἶπεν αὐτοῖς ὁ γέρων· Οὐ δι' ἐμὲ γέγονε τοῦτο· οὐδὲν γάρ εἰμι· ἀλλὰ διὰ τὴν χήραν καὶ τὰ ὀρφανὰ ὁ Θεὸς ἐποίησε τὸ πρᾶγμα· τοῦτο δέ ἐστι τὸ μέγα, ὅτι ἀναμάρτητον θέλει ὁ Θεὸς τὴν ψυχήν· καὶ εἴ τι ἂν αἰτήσηται λαμβάνει. Ἐλθὼν δὲ, ἀνήγγειλε τῇ χήρᾳ ποῦ κεῖται ἡ παραθήκη. Ἡ δὲ λαβοῦσα αὐτὴν, ἔδωκε τῷ κυρίῳ αὐτῆς, καὶ ἠλευθέρωσε τὰ τέκνα αὐτῆς. Καὶ πάντες οἱ ἀκούσαντες ἐδόξασαν τὸν Θεόν.
ηʹ. Ἔλεγεν ὁ ἀββᾶς Πέτρος περὶ τοῦ γίου Μακαρίου, ὅτι παραγενόμενός ποτε πρός τινα ἀναχωρητὴν, καὶ εὑρὼν αὐτὸν κακούμενον, ἐπυνθάνετο τί βούλοιτο τραφῆναι, οὐδενὸς ὄντος ἐν τῷ κελλίῳ αὐτοῦ. Καὶ φήσαντος ἐκείνου, Πάστιλον, εἰς τὴν Ἀλεξανδρέων πόλιν οὐκ ὤκνησεν ὁ ἀνδρεῖος παραγενέσθαι, καὶ δοῦναι τῷ κάμνοντι· καὶ τὸ θαυμαστὸν μηδενὶ κατάδηλον γενόμενον.
θʹ. Εἶπε πάλιν, ὅτι ἐν ἀκακίᾳ τοῦ ἀββᾶ Μακαρίου πολιτευομένου πρὸς πάντας τοὺς ἀδελφοὺς, ἔφησαν αὐτῷ τινες· Διατί οὕτως ἑαυτὸν ποιεῖς; Ὁ δὲ εἶπε· Δώδεκα ἔτη ἐδούλευσα τῷ Κυρίῳ μου, ἵνα μοι χαρίσηται τὸ χάρισμα τοῦτο, καὶ πάντες μοι συμβουλεύετε ἀποθέσθαι αὐτό;
ιʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου, ὅτι εἰ εὐκαίρησε μετὰ ἀδελφῶν, ἐτίθει ἑαυτῷ ὅρον, ὅτι Ἐὰν εὑρεθῇ οἶνος, διὰ τοὺς ἀδελφοὺς πίνε, καὶ ἀντὶ ἐνὸς ποτηρίου οἴνου, μίαν ἡμέραν μὴ πίῃς ὕδωρ. Οἱ οὖν ἀδελφοὶ, χάριν ἀναπαύσεως ἐδίδουν αὐτῷ. Ὁ δὲ γέρων μετὰ χαρᾶς ἐλάμβανεν, ἵνα ἑαυτὸν βασανίσῃ. Ὁ δὲ μαθητὴς εἰδὼς τὸ πρᾶγμα, ἔλεγε τοῖς ἀδελφοῖς· Διὰ τὸν Κύριον, μὴ δῶτε αὐτῷ· εἰ δὲ μή γε, εἰς τὸ κελλίον μέλλει ἑαυτὸν δαμάζειν. Καὶ μαθόντες οἱ ἀδελφοὶ, οὐκ ἔτι αὐτῷ παρεῖχον.
ιαʹ. Παρερχόμενός ποτε ἀπὸ τοῦ ἕλους εἰς τὸ κελλίον ἑαυτοῦ ὁ ἀββᾶς Μακάριος, ἐβάσταζε θαλλία, καὶ ἰδοὺ ὑπήντησεν αὐτῷ ὁ διάβολος κατὰ τὴν ὁδὸν μετὰ δρεπάνου· καὶ ὡς ἠθέλησεν αὐτὸν κροῦσαι, οὐκ ἴσχυσε. καὶ λέγει αὐτῷ· Πολλὴ βία ἀπὸ σοῦ, Μακάριε, ὅτι οὐ δύναμαι πρὸς σέ. Ἰδοὺ γὰρ εἴ τι ποιεῖς, κἀγὼ ποιῶ· σὺ νηστεύεις, κἀγώ· ἀγρυπνεῖς, κἀγὼ ὅλως οὐ κοιμῶμαι· ἕν ἐστι μόνον ἐν ᾧ νικᾷς με. Λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· Ποῖον τοῦτο; Ὁ δὲ ἔφη· Ἡ ταπείνωσίς σου· καὶ διὰ τοῦτο οὐ δύναμαι πρὸς σέ.
ιβʹ. Ἠρώτησάν τινες τῶν Πατέρων τὸν ἀββᾶν Μακάριον τὸν Αἰγύπτιον, λέγοντες· Πῶς ὅτε ἐσθίεις καὶ ὅτε νηστεύεις, τὸ σῶμά σου ξηρόν ἐστι; Καὶ λέγει αὐτοῖς ὁ γέρων· Τὸ ξύλον τὸ στρέφον τὰ καιόμενα φρύγανα, δι' ὅλου ἐσθίεται ἐκ τοῦ πυρός. Οὕτως ἐὰν καθαρεύσῃ ἄνθρωπος τὸν νοῦν αὐτοῦ ἐν τῷ φόβῳ τοῦ Θεοῦ, αὐτὸς ὁ φόβος τοῦ Θεοῦ κατεσθίει τὸ σῶμα αὐτοῦ.
ιγʹ. Ἀνέβη ποτὲ ὁ ἀββᾶς Μακάριος ἀπὸ Σκήτεως εἰς Τερενοῦθιν· καὶ εἰσῆλθεν εἰς τὸ ἱερὸν κοιμηθῆναι. Ἦσαν δὲ ἐκεῖ σκηνώματα Ἑλλήνων παλαιά· καὶ λαβὼν ἓν, ὑπέθηκε τῇ ἑαυτοῦ κεφαλῇ, ὡς ἐμβρίμιον. Οἱ οὖν δαίμονες, ὁρῶντες αὐτοῦ τὸ θαρσαλέον, ἐφθόνησαν· καὶ θέλοντες αὐτὸν πτοῆσαι, ἐφώνουν ὡς γυναικὸς ὄνομα, λέγοντες· Ἡ δεῖνα, δεῦρο μεθ' ἡμῶν εἰς τὸ βαλανεῖον. Ὑπήκουσε δὲ ἄλλος δαίμων ὑποκάτωθεν αὐτοῦ ὡς ἐκ τῶν νεκρῶν, λέγων· Ξένον ἔχω ἐπάνω μου, καὶ οὐ δύναμαι ἐλθεῖν. Ὁ δὲ γέρων οὐκ ἐπτοήθη· ἀλλὰ θαῤῥῶν ἔτυπτε τὸ σκήνωμα, λέγων· Ἔγειραι, ὕπαγε εἰς τὸ σκότος, εἰς δύνασαι. Καὶ τοῦτο ἀκούσαντες οἱ δαίμονες, ἐβόησαν φωνῇ μεγάλῃ, λέγοντες· Ἐνίκησας ἡμᾶς. Καὶ ἔφυγον καταισχυνόμενοι.
ιδʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ Αἰγυπτίου, ὅτι ἀναβαίνων ἀπὸ Σκήτεως, καὶ βαστάζων σπυρίδας, κοπιάσας ἐκαθέσθη· καὶ ηὔξατο λέγων· Ὁ Θεὸς, σὺ οἶδας ὅτι οὐκ ἰσχύω. Καὶ εὐθέως εὑρέθη ἐπὶ τὸν ποταμόν.
ιεʹ. Ἦν τις ἔχων υἱὸν παραλυτικὸν ἐν Αἰγύπτῳ· καὶ ἤνεγκεν αὐτὸν εἰς τὸ κελλίον τοῦ ἀββᾶ Μακαρίου· καὶ ἀφεὶς αὐτὸν ἐπὶ τὴν θύραν κλαίοντα, ἀνεχώρησε μακράν. Παρακύψας οὖν ὁ γέρων, εἶδε τὸ παιδίον, καὶ λέγει αὐτῷ· Τίς ἤνεγκέ σε ὧδε; Καὶ λέγει· Ὁ πατήρ μου ἔῤῥιψέ με ὧδε, καὶ ἀπῆλθε. Λέγει αὐτῷ ὁ γέρων· Ἀναστὰς κατάλαβε αὐτόν. Καὶ εὐθέως ὑγιάνας, ἀνέστη, καὶ κατέλαβε τὸν πατέρα αὐτοῦ· καὶ οὕτως ἀπῆλθον εἰς τὸν οἶκον αὐτῶν.
ιϛʹ. Ὁ ἀββᾶς Μακάριος ὁ μέγας ἔλεγε τοῖς ἀδελφοῖς ἐν τῇ Σκήτει, ὡς ἀπέλυε τὴν ἐκκλησίαν· Φεύγετε, ἀδελφοί. Καὶ εἶπεν αὐτῷ τις τῶν γερόντων· Ποῦ ἔχομεν φυγεῖν πλέον τῆς ἐρήμου ταύτης; Ὁ δὲ ἐτίθει τὸν δάκτυλον αὐτοῦ εἰς τὸ στόμα, λέγων· Τοῦτο φεύγετε. Καὶ εἰσήρχετο εἰς τὸ κελλίον ἑαυτοῦ, καὶ ἔκλειε τὴν θύραν, καὶ ἐκάθητο.
ιζʹ. Εἶπεν ὁ αὐτὸς ἀββᾶς Μακάριος· Ἐάν τινι ἐπιτιμῶν, εἰς ὀργὴν κινηθῇς, ἴδιον πάθος πληροῖς. Οὐ γὰρ ἵνα ἄλλους σώσῃς, σεαυτὸν ἀπολέσεις.
ιηʹ. Ὁ αὐτὸς ἀββᾶς Μακάριος, ἐν Αἰγύπτῳ ὢν, εὗρεν ἄνθρωπον ἔχοντα κτῆνος καὶ συλοῦντα τὰς χρείας αὐτοῦ· καὶ αὐτὸς ὡς ξένος παραστὰς τῷ συλοῦντι, συνεγέμου τὸ κτῆνος, καὶ μετὰ πολλῆς ἡσυχίας προέπεμπεν αὐτὸν, λέγων, ὅτι Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ὁ Κύριος ἔδωκεν· ὡς αὐτὸς ἠθέλησεν, οὕτως καὶ ἐγένετο. Εὐλογητὸς Κύριος ἐπὶ πᾶσιν.
ιθʹ. Ἠρώτησάν τινες τὸν ἀββᾶν Μακάριον, λέγοντες· Πῶς ὀφείλομεν προσεύχεσθαι; Λέγει αὐτοῖς ὁ γέρων· Οὐκ ἔστι χρεία βαττολογεῖν, ἀλλ' κτείνειν τὰς χεῖρας, καὶ λέγειν· Κύριε, ὡς θέλεις καὶ ὡς οἶδας, ἐλέησον. Ἐὰν δὲ ἐπίκειται πόλεμος· Κύριε, βοήθει. Καὶ αὐτὸς οἶδε τὰ συμφέροντα, καὶ ποιεῖ μεθ' ἡμῶν ἔλεος.
κʹ. Εἶπεν ὁ ἀββᾶς Μακάριος· Εἰ γέγονεν ἐν σοὶ ἡ ἐξουδένωσις ὡς ὁ ἔπαινος, καὶ ἡ πενία ὡς ὁ πλοῦτος, καὶ ἡ ἔνδεια ὡς ἡ δαψίλεια, οὐκ ἀποθνήσκεις. Ἀμήχανον γάρ ἐστι τὸν καλῶς πιστεύοντα, καὶ ἐν εὐσεβείᾳ ἐργαζόμενον, ἐμπεσεῖν εἰς ἀκαθαρσίαν παθῶν καὶ δαιμόνων πλάνην.
καʹ. Ἔλεγον, ὅτι ἐσφάλησαν δύο ἀδελφοὶ Σκῆτιν· καὶ ἐχώρισεν αὐτοὺς ὁ ἀββᾶς Μακάριος ὁ πολιτικός· καὶ ἦλθόν τινες, καὶ εἶπον τῷ ἀββᾷ Μακαρίῳ τῷ μεγάλῳ τοῦ Αἰγυπτίῳ. Ὁ δὲ εἶπεν· Οὐκ εἰσὶν οἱ ἀδελφοὶ κεχωρισμένοι, ἀλλὰ Μακάριός ἐστι κεχωρισμένος· ἦν γὰρ ἀγαπῶν αὐτόν. Ἤκουσεν ὁ ἀββᾶς Μακάριος, ὅτι ἐχωρίσθη ὑπὸ τοῦ γέροντος, καὶ ἔφυγεν εἰς τὸ ἕλος. Ἐξῆλθεν οὖν ὁ ἀββᾶς Μακάριος ὁ μέγας, καὶ εὑρίσκει αὐτὸν τιτρωσκόμενον ὑπὸ τῶν κωνώπων, καὶ λέγει αὐτῷ· Σὺ ἐχώρισας τοὺς ἀδελφοὺς, καὶ ἰδοὺ εἶχον ἀναχωρῆσαι εἰς τὴν κώμην. Ἐγὼ δέ σε ἐχώρισα, καὶ σὺ ὡς καλὴ παρθένος εἰς τὸν ἐσώτερον κοιτῶνα ἔφυγες ὧδε. Ἐγὼ δὲ καλέσας τοὺς ἀδελφοὺς, ἔμαθον παρ' αὐτῶν, καὶ εἶπον· Οὐδὲν τούτων γέγονε. Βλέπε οὖν καὶ σὺ, ἀδελφὲ, μὴ ἀπὸ δαιμόνων ἐχλευάσθης (οὐδὲν γὰρ ἑώρακας), ἀλλὰ βάλε μετάνοιαν ὑπὲρ τοῦ σφάλματός σου. Ὁ δὲ εἶπεν· Εἰ θέλεις, δός μοι μετάνοιαν. Ἰδὼν δὲ ὁ γέρων τὴν ταπείνωσιν αὐτοῦ, ἔλεγεν· Ὕπαγε, καὶ νήστευσον τρεῖς ἑβδομάδας, κατὰ ἑβδομάδα ἐσθίων. Αὕτη γὰρ ἦν ἡ ἐργασία αὐτοῦ πάντοτε, τὰς ἑβδομάδας νηστεύειν.
κβʹ. Εἶπεν ὁ ἀββᾶς Μωϋσῆς τῷ ἀββᾷ Μακαρίῳ εἰς Σκῆτιν· Θέλω ἡσυχάσαι, καὶ οὐκ ἀφιοῦσί με οἱ ἀδελφοί. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· Θεωρῶ ὅτι ἡ φύσις σου ἁπαλή ἐστι, καὶ οὐ δύνασαι ἀποστρέψαι ἀδελφόν· ἀλλ' ἐὰν θέλῃς ἡσυχάσαι, ὕπαγε εἰς τὴν ἔρημον ἔσω εἰς τὴν Πέτραν, κἀκεῖ ἡσυχάζεις. Καὶ τοῦτο ἐποίησε, καὶ ἀνεπάη.
κγʹ. Ἀδελφὸς παρέβαλε τῷ ἀββᾷ Μακαρίῳ τῷ Αἰγυπτίῳ, καὶ λέγει αὐτῷ· Ἀββᾶ, εἰπέ μοι ῥῆμα πῶς σωθῶ. Καὶ λέγει ὁ γέρων· Ὕπαγε εἰς τὸ μνη μεῖον, καὶ ὕβρισον τοὺς νεκρούς. Ἀπελθὼν οὖν ὁ ἀδελφὸς, ὕβρισε καὶ ἐλίθασε· καὶ ἐλθὼν ἀπήγγειλε τῷ γέροντι. Καὶ λέγει αὐτῷ· Οὐδέν σοι ἐλάλησαν; Ὁ δὲ ἔφη· Οὐχί. Λέγει αὐτῷ ὁ γέρων· Ὕπαγε πάλιν αὔριον, καὶ δόξασον αὐτούς. Ἀπελθὼν οὖν ὁ ἀδελφὸς, ἐδόξασεν αὐτοὺς, λέγων· Ἀπόστολοι, ἅγιοι, καὶ δίκαιοι. Καὶ ἦλθε πρὸς τὸν γέροντα, καὶ εἶπεν αὐτῷ· Ἐδόξασα. Καὶ λέγει αὐτῷ· Οὐδέν σοι ἀπεκρίθησαν; Ἔφη ὁ ἀδελφός· Οὐχί. Λέγει αὐτῷ ὁ γέρων· Οἶδας πόσα ἠτίμασας αὐτοὺς, καὶ οὐδέν σοι ἀπεκρίθησαν, καὶ πόσα ἐδόξασας αὐτοὺς, καὶ οὐδέν σοι ἐλάλησαν· οὕτως καὶ σὺ, ἐὰν θέλῃς σωθῆναι, γενοῦ νεκρός· μήτε τὴν ἀδικίαν τῶν ἀνθρώπων, μήτε τὴν δόξαν αὐτῶν λογίσῃ, ὡς οἱ νεκροί· καὶ δύνασαι σωθῆναι.
κδʹ. Παρερχόμενός ποτε ὁ ἀββᾶς Μακάριος μετὰ ἀδελφῶν διὰ τῆς Αἰγύπτου, ἤκουσε παιδίου λέγοντος τῇ μητρὶ αὐτοῦ· Ἀμμᾶ, πλούσιός τις ἀγαπᾷ με, καὶ μισῶ αὐτόν· καὶ πτωχὸς μισεῖ με, καὶ ἀγαπῶ αὐτόν. Καὶ ἀκούσας ὁ ἀββᾶς Μακάριος, ἐθαύμασε. Καὶ λέγουσιν αὐτῷ οἱ ἀδελφοί· Τί ἐστι τὸ ῥῆμα τοῦτο, Πάτερ, ὅτι ἐθαύμασας; Καὶ λέγει αὐτοῖς ὁ γέρων· Ἀληθῶς ὁ Κύριος ἡμῶν πλούσιός ἐστι καὶ ἀγαπᾷ ἡμᾶς, καὶ οὐ θέλομεν αὐτοῦ ἀκοῦσαι· ὁ δὲ ἐχθρὸς ἡμῶν διάβολος πτωχός ἐστι καὶ μισεῖ ἡμᾶς, καὶ ἀγαπῶμεν αὐτοῦ τὴν ἀκαθαρσίαν.
κεʹ. Παρεκάλεσεν ὁ ἀββᾶς Ποιμὴν αὐτὸν μετὰ πολλῶν δακρύων, λέγων· Εἰπέ μοι ῥῆμα πῶς σωθῶ. Ἀποκριθεὶς δὲ ὁ γέρων εἶπεν αὐτῷ· Τὸ πρᾶγμα ὃ ζητεῖς, ἀπῆλθε νῦν ἀπὸ τῶν μοναχῶν.
κϛʹ. Παρέβαλέ ποτε ὁ ἀββᾶς Μακάριος τῷ ἀββᾷ Ἀντωνίῳ· καὶ λαλήσας αὐτῷ, ὑπέστρεψεν εἰς Σκῆν. Καὶ ἦλθον οἱ Πατέρες εἰς ἀπάντησιν αὐτοῦ. Καὶ ὡς ἐλάλουν, εἶπεν αὐτοῖς ὁ γέρων· Ἔφην τῷ ἀββᾷ Ἀντωνίῳ, ὡς οὐκ ἔχομεν προσφορὰν ἐν τῷ τόπῳ ἡμῶν. Καὶ ἤρξαντο οἱ Πατέρες λαλεῖν περὶ ἄλλων, καὶ οὐκ ἠρώτησαν ἔτι μαθεῖν τὴν ἀπόκρισιν παρὰ τοῦ γέροντος, οὔτε ὁ γέρων αὐτοῖς εἶπε. Τοῦτο οὖν ἔλεγέ τις τῶν Πατέρων, ὅτι ἐὰν ἴδωσιν οἱ Πατέρες ὅτι λανθάνει τοὺς ἀδελφοὺς τῷ ἐρωτῆσαι περὶ πράγματος ὠφελοῦντος αὐτοὺς, ἀναγκάζουσιν ἑαυτοὺς εἰπεῖν ἀρχὴν τοῦ λόγου· ἐὰν δὲ μὴ ἀναγκασθῶσι παρὰ τῶν ἀδελφῶν, οὐκ ἔτι λαλοῦσι τὸν λόγον· ἵνα μὴ εὑρεθῶσιν ὡς μὴ ἐπερωτώμενοι καὶ λαλοῦντες, καὶ ὡς ἀργολογία εὑρίσκηται.
κζʹ. Ἠρώτησεν ὁ ἀββᾶς Ἡσαΐας τὸν ἀββᾶν Μακάριον, λέγων· Εἰπέ μοι ῥῆμα. Καὶ λέγει αὐτῷ ὁ γέρων· Φεῦγε τοὺς ἀνθρώπους. Λέγει αὐτῷ ὁ ἀββᾶς Ἡσαΐας· Τί ἐστι τὸ φεύγειν τοὺς ἀνθρώπους; Ὁ δὲ γέρων εἶπεν αὐτῷ· Τὸ καθίσαι εἰς τὸ κελλίον σου, καὶ κλαῦσαι τὰς ἁμαρτίας σου.
κηʹ. Ἔλεγεν ὁ ἀββᾶς Παφνούτιος ὁ μαθητὴς τοῦ ἀββᾶ Μακαρίου, ὅτι Παρεκάλεσα τὸν Πατέρα μου, λέγων· Εἰπέ μοι λόγον. Ὁ δὲ ἔφη· Μὴ κακοποιήσῃς τινὰ, μηδὲ κατακρίνῃς τινά. Ταῦτα τήρει, καὶ σώζῃ.
κθʹ. Εἶπεν ὁ ἀββᾶς Μακάριος· Μὴ κοιμηθῇς εἰς κελλίον ἀδελφοῦ ἔχοντος κακὴν φήμην.
λʹ. Παρέβαλόν ποτε τῷ ἀββᾷ Μακαρίῳ ἀδελφοὶ εἰς Σκῆτιν, καὶ οὐχ εὗρον ἐν τῷ κελλίῳ αὐτοῦ οὐδὲν, εἰ μὴ ὕδωρ σαπρόν. Καὶ λέγουσιν αὐτῷ· Ἀββᾶ, δεῦρο ἄνω εἰς τὴν κώμην, καὶ ἀναπαύομέν σε. Λέγει αὐτοῖς ὁ γέρων· Οἴδατε, ἀδελφοὶ, τὸ ἀρτοκοπεῖον τοῦ δεῖνος εἰς τὴν κώμην; Καὶ λέγουσιν αὐτῷ· Ναί. Ἔφη αὐτοῖς ὁ γέρων· Κἀγὼ οἶδα αὐτό. Οἴδατε καὶ τὸ χωρίον τοῦ δεῖνος ὅπου ὁ ποταμὸς κρούει; Λέγουσιν αὐτῷ· Ναί. Λέγει αὐτοῖς ὁ γέρων· Κἀγὼ οἶδα αὐτό. Ὅτε οὖν θέλω, οὐ χρείαν ὑμῶν ἔχω, ἀλλ' ἐμαυτῷ ἀναβάζω.
λαʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου, ὅτι εἰ προσήρχετο αὐτῷ ἀδελφὸς, ὡς ἁγίῳ γέροντι καὶ μεγάλῳ μετὰ φόβου, οὐδὲν ἐλάλει αὐτῷ. Εἰ δὲ ἔλεγεν αὐτῷ τις τῶν ἀδελφῶν ὡς ἐξουθενῶν αὐτόν· Ἀββᾶ, ἆρα ὅταν ἦς καμηλίτης καὶ ἔκλεπτες νίτρον καὶ ἐπώλεις αὐτὸ, οὐκ ἔδερόν σε οἱ τηρηταί; Εἰ ταῦτά τις ἔλεγεν αὐτῷ, ἐλάλει αὐτῷ μετὰ χαρᾶς, εἴ τι αὐτὸν ἠρώτα.
λβʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ μεγάλου, ὅτι γέγονε καθώς ἐστι γεγραμμένον θεὸς ἐπίγειος, ὅτι ὥσπερ ἐστὶν ὁ Θεὸς σκεπάζων τὸν κόσμον, οὕτως γέγονεν ὁ ἀββᾶς Μακάριος σκεπάζων τὰ ἐλαττώματα, ἃ ἔβλεπεν ὡς μὴ βλέπων, καὶ ἃ ἤκουεν ὡς μὴ ἀκούων.
λγʹ. Διηγήσατο ὁ ἀββᾶς Βιτίμιος, ὅτι ἔλεγεν ὁ ἀββᾶς Μακάριος· Καθημένου μού ποτε εἰς Σκῆτιν, κατέβησαν δύο νεώτεροι ξενικοὶ ἐκεῖ· καὶ ὁ μὲν εἷς εἶχε γένειον, ὁ δὲ ἄλλος ἀρχὴν βάλλων γενείου. Καὶ ἦλθον πρὸς μὲ λέγοντες· Ποῦ ἔστιν ἡ κέλλα τοῦ ἀββᾶ Μακαρίου; Κἀγὼ εἶπον· Τί θέλετε αὐτόν; Καὶ λέγουσιν· Ἀκούοντες τὰ περὶ αὐτοῦ καὶ τῆς Σκήτεως, ἤλθομεν ἰδεῖν αὐτόν. Λέγω αὐτοῖς· Ἐγώ εἰμι. Καὶ ἔβαλον μετάνοιαν, λέγοντες· Ὧδε θέλομεν μεῖναι. Ἐγὼ δὲ βλέπων αὐτοὺς τρυφεροὺς καὶ ὡς ἀπὸ πλούτου, λέγω αὐτοῖς· Οὐ δύνασθε καθίσαι ὧδε. Καὶ λέγει ὁ μειζότερος· Ἐὰν μὴ δυνώμεθα καθίσαι ὧδε, ὑπάγομεν ἀλλαχοῦ. Λέγω ἐγὼ τῷ λογισμῷ μου· Διατί διώκω αὐτοὺς, καὶ σκανδαλίζονται; ὁ κόπος ποιεῖ αὐτοὺς δι' ἑαυτῶν φυγεῖν. Καὶ λέγω αὐτοῖς· Δεῦτε, ποιήσατε ἑαυτοῖς κελλίον, εἰ δύνασθε. Καὶ λέγουσι· Δεῖξον ἡμῖν τόπον, καὶ ποιοῦμεν. Ἔδωκε δὲ αὐτοῖς ὁ γέρων πέλεκυν, καὶ ἀναβολίδιν μεστὸν ψωμίων, καὶ ἅλας· ἔδειξε δὲ αὐτοῖς ὁ γέρων καὶ πέτραν σκληρὰν, λέγων· Λατομήσατε ὧδε, καὶ φέρετε αὑτοῖς ξύλα ἐκ τοῦ ἕλους, καὶ στεγάσαντες καθίσατε. Ἐνόμιζον δὲ ἐγὼ, φησὶν, ὅτι μέλλουσι διὰ τὸν κόπον ἀναχωρεῖν. Ἠρώτησαν δέ με, τί ἐργάζωνται ὧδε. Λέγω αὐτοῖς· Τὴν σειράν· καὶ λαμβάνω βαΐα ἐκ τοῦ ἕλους, καὶ δεικνύω αὐτοῖς τὴν ἀρχὴν τῆς σειρᾶς, καὶ πῶς ῥάπτειν δεῖ, καὶ εἶπον· Ποιεῖτε σπυρίδας, καὶ παρέχετε τοῖς φύλαξι καὶ φέρουσιν ὑμῖν ψωμία. Λοιπὸν οὖν ἐγὼ ἀνεχώρησα. Αὐτοὶ δὲ μεθ' ὑπομονῆς πάντα ἐποίησαν, ὅσα εἶπον αὐτοῖς· καὶ οὐ παρέβαλόν μοι ἐπὶ τρία ἔτη. Καὶ ἔμεινα πολεμῶν τοῖς λογισμοὶς, λέγων· Τίς ἄρα ἐστὶν ἡ ἐργασία αὐτῶν, ὅτι οὐκ ἦλθον ἐρωτῆσαι λογισμόν; Οἱ ἀπὸ μήκοθεν ἔρχονται πρὸς μέ· καὶ οὗτοι οἱ ἐγγὺς οὐκ ἦλθον, οὔτε δὲ πρὸς ἄλλους ὑπῆγον· εἰ μὴ μόνον εἰς τὴν ἐκκλησίαν σιωπῶντες, λαβεῖν τὴν προσφοράν. Καὶ ηὐξάμην τῷ Θεῷ νηστεύσας τὴν ἑβδομάδα, ἵνα δείξῃ μοι τὴν ἐργασίαν αὐτῶν. Ἀναστὰς δὲ μετὰ τὴν ἑβδομάδα, ἀπῆλθον πρὸς αὐτοὺς ἰδεῖν πῶς κάθηνται. Καὶ κρούσαντός μου ἀνέῳξαν, καὶ ἠσπάσαντό με σιωπῶντες· καὶ ποιήσας εὐχὴν, ἐκάθισα. Νεύσας δὲ ὁ μείζων τῷ μικροτέρῳ ἐξελθεῖν, ἐκάθισε πλέκειν τὴν σειρὰν, λαλήσας μηδέν· καὶ τῇ ὥρᾳ τῆς ἐνάτης, ἔκρουσε, καὶ ἦλθεν ὁ νεώτερος, καὶ ἐποίησε μικρὸν ἕψημα, καὶ παρέθηκε τράπεζαν, νεύσαντος αὐτῷ τοῦ μειζοτέρου· καὶ ἔθηκεν εἰς αὐτὴν τρεῖς παξαμάδας, καὶ ἔστη σιωπῶν. Ἐγὼ δὲ εἶπον· Ἐγείρεσθε, φάγωμεν. Καὶ ἀναστάντες, ἐφάγομεν· καὶ ἤνεγκε τὸ βαυκάλιον, καὶ ἐπίομεν. Ὡς δὲ ἐγένετο ἑσπέρα, λέγουσί μοι· Ὑπάγεις; Ἐγὼ δὲ εἶπον· Οὐχὶ, ἀλλ' ὧδε κοιμῶμαι. Καὶ ἔθηκάν μοι ψιάθιον παρὰ μέρος, καὶ ἑαυτοῖς εἰς τὴν γωνίαν παρὰ μέρος· καὶ ἦραν τὰς ζώνας αὐτῶν καὶ τοὺς ἀναλάβους, καὶ ἔθηκαν ἑαυτοὺς ὁμοῦ εἰς τὸ ψιάθιον ἔμπροσθέν μου. Ὡς δὲ ἔθηκαν ἑαυτοὺς, ηὐξάμην τῷ Θεῷ, ἵνα μοι ἀποκαλύψῃ τὴν ἐργασίαν αὐτῶν. Καὶ ἠνεῴχθη ἡ στέγη, καὶ ἐγένετο φῶς ὡς ἡμέρα· αὐτοὶ δὲ οὐκ ἐθεώρουν τὸ φῶς. Καὶ ὡς ἐνόμιζον ὅτι κοιμῶμαι, νύσσει ὁ μείζων τὸν μικρότερον εἰς τὴν πλευρὰν, καὶ ἐγείρονται, καὶ ζώνουσιν ἑαυτοὺς, καὶ ἐκτείνουσι τὰς χεῖρας εἰς τὸν οὐρανόν. Καὶ ἐθεώρουν αὐτούς· αὐτοὶ δὲ οὐκ ἐθεώρουν με· καὶ εἶδον τοὺς δαίμονας ἐρχομένους ὥσπερ μυίας ἐπὶ τὸν μικρότερον· καὶ οἱ μὲν ἤρχοντο καθίσαι εἰς τὸ στόμα αὐτοῦ, οἱ δὲ εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ. Καὶ εἶδον ἄγγελον Κυρίου κατέχοντα ῥομφαίαν πυρὸς, καὶ περιχαρακοῦντα αὐτὸν καὶ διώκοντα τοὺς δαίμονας ἀπ' αὐτοῦ. Τῷ δὲ μειζοτέρῳ οὐκ ἐδύναντο προσεγγίσαι. Καὶ ὡς περὶ τὴν πρωΐαν ἔθηκαν ἑαυτούς· κἀγὼ ἐποίησα ἐμαυτὸν ὅτι διϋπνίσθην, καὶ αὐτοὶ ὡσαύτως. Εἶπε δέ μοι ὁ μείζων τὸν λόγον τοῦτον μόνον· Θέλεις βάλωμεν τοὺς δώδεκα ψαλμούς; Λέγω· Ναί. Καὶ ψάλλει ὁ μικρότερος πέντε ψαλμοὺς ἀπὸ ἓξ στίχων καὶ ἓν Ἀλληλούϊα Καὶ κατὰ στίχον, ἐξήρχετο λαμπὰς πυρὸς ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἀνέβαινεν εἰς τὸν οὐρανόν. Ὡσαύτως καὶ ὁ μείζων, ὅτε ἤνοιγε τὸ στόμα αὐτοῦ ψάλλων, ὡς σχοινίον πυρὸς ἐξήρχετο, καὶ ἔφθανεν ἕως τοῦ οὐρανοῦ. Κἀγὼ εἶπον μικρὸν ἀπὸ στήθους. Καὶ ἐξελθὼν, λέγω· Εὔξασθε περὶ ἐμοῦ. Αὐτοὶ δὲ ἔβαλον μετάνοιαν, σιωπῶντες. Ἔμαθον οὖν ὅτι ὁ μείζων τέλειός ἐστι· τῷ δὲ μικροτέρῳ ἀκμὴν ἐπολέμει ὁ ἐχθρός. Μετὰ δὲ μικρὰς ἡμέρας, ἐκοιμήθη ὁ μείζων ἀδελφὸς, καὶ τῇ τρίτῃ ἡμέρᾳ ὁ μικρότερος. Καὶ ὅτε παρέβαλόν τινες τῶν Πατέρων πρὸς τὸν ἀββᾶν Μακάριον, ἐλάμβανεν αὐτοὺς εἰς τὴν κέλλαν αὐτῶν, λέγων· Δεῦτε, ἴδετε τὸ μαρτύριον τῶν μικρῶν ξένων.
λδʹ. Ἀπέστειλάν ποτε πρὸς τὸν ἀββᾶν Μακάριον ἐν τῇ Σκήτει οἱ γέροντες τοῦ ὄρους, παρακαλοῦντες αὐτόν· καί φασι πρὸς αὐτόν· Ἵνα μὴ σκυλῇ πᾶς ὁ λαὸς πρὸς σὲ, ἀξιοῦμέν σε παραγενέσθαι πρὸς ἡμᾶς, ὅπως θεασώμεθα πρὸ τοῦ σε ἐκδημῆσαι πρὸς Κύριον. Παραγενομένου δὲ αὐτοῦ ἐν τῷ ὄρει, συνήχθη πᾶς ὁ λαὸς πρὸς αὐτόν. Καὶ παρεκάλουν αὐτὸν οἱ γέροντες εἰπεῖν λόγον τοῖς ἀδελφοῖς. Ὁ δὲ ἀκούσας ἔφη· Κλαύσωμεν, ἀδελφοὶ, καὶ καταγαγέτωσαν οἱ ὀφθαλμοὶ ἡμῶν δάκρυα, πρὸ τοῦ ἡμᾶς ἀπελθεῖν, ὅπου τὰ ἡμῶν δάκρυα κατακαύσει τὰ σώματα ἡμῶν. Καὶ ἔκλαυσαν πάντες, καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν, καὶ εἶπον· Πάτερ, εὖξαι ὑπὲρ ἡμῶν.
λεʹ. Ἄλλοτε πάλιν, δαίμων ἐπέστη τῷ ἀββᾷ Μακαρίῳ μετὰ μαχαιρίου, θέλων τὸν πόδα αὐτοῦ κόψαι· καὶ διὰ τὴν ταπεινοφροσύνην αὐτοῦ μὴ δυνηθεὶς, λέγει αὐτῷ· Ὅσα ἔχετε, καὶ ἡμεῖς ἔχομεν· μόνῃ τῇ ταπεινοφροσύνῃ διαφέρετε ἡμῶν, καὶ κρατεῖτε.
λϛʹ. Εἶπεν ὁ ἀββᾶς Μακάριος· Ἐὰν μνησθῶμεν τῶν ὑπὸ τῶν ἀνθρώπων ἐπαγομένων ἡμῖν κακῶν, ἀναιροῦμεν τὴν δύναμιν τῆς τοῦ Θεοῦ μνήμης. Ἐὰν δὲ μνησθῶμεν τῶν κακῶν τῶν δαιμόνων, ἐσόμεθα ἄτρωτοι.
λζʹ. Εἶπεν ὁ ἀββᾶς Παφνούτιος ὁ μαθητὴς τοῦ ἀββᾶ Μακαρίου, ὅτι ἔλεγεν ὁ γέρων ὅτι, Ὅτε ἤμην παιδίον, μετὰ τῶν ἄλλων παιδίων ἔβοσκον βοΐδια· καὶ ἀπῆλθον κλέψαι συκίδια. Καὶ ὡς τρέχουσιν, ἔπεσεν ἓν ἐξ αὐτῶν· καὶ λαβὼν ἔφαγον αὐτό· καὶ ὅτε μνημονεύσω αὐτοῦ, κάθημαι κλαίων.
ληʹ. Εἶπεν ὁ ἀββᾶς Μακάριος ὅτι, Περιπατῶν ποτε εἰς τὴν ἕρημον, εὗρον κρανίον εἰς τὸ ἔδαφος νεκροῦ ἐῤῥιμμένον· καὶ σαλεύσας αὐτὸ τῇ βαΐνῃ ῥάβδῳ, ἐλάλησέ μοι τὸ κρανίον. Καὶ λέγω αὐτῷ· Σὺ τίς εἶ; Ἀπεκρίθη μοι τὸ κρανίον· Ἐγὼ ἤμην ἀρχιερεὺς τῶν εἰδώλων, καὶ τῶν μεινάντων Ἑλλήνων ἐν τῷ τόπῳ τούτῳ· σὺ δὲ εἶ Μακάριος ὁ πνευματοφόρος· οἵαν ὥραν σπλαγχνισθῇς τοὺς ἐν τῇ κολάσει, καὶ εὔχῃ περὶ αὐτῶν, παραμυθοῦνται ὀλίγον. Λέγει αὐτῷ ὁ γέρων· Ποία ἐστὶν ἡ παραμυθία, καὶ τίς ἡ κόλασις; Λέγει αὐτῷ· Ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, τοσοῦτόν ἐστι τὸ πῦρ ὑποκάτωθεν ἡμῶν, ἀπὸ ποδῶν ἕως κεφαλῆς ἑστηκότων ἡμῶν μέσον τοῦ πυρός· καὶ οὐκ ἔστι πρόσωπον πρὸς πρόσωπον θεάσασθαί τινα· ἀλλὰ τὸ πρόσωπον ἐκάστου, πρὸς τὸν ἑτέρου νῶτον κεκόλληται. Ὡς οὖν εὔχῃ ὑπὲρ ἡμῶν, ἐκ μέρους τις θεωρεῖ τὸ πρόσωπον τοῦ ἑτέρου. Αὕτη ἐστὶν ἡ παραμυθία. Καὶ κλαύσας ὁ γέρων εἶπεν· Οὐαὶ τῇ ἡμέρᾳ ἐν ᾗ ἐγεννήθη ὁ ἄνθρωπος. Λέγει αὐτῷ ὁ γέρων· Ἔστιν ἄλλη χείρων βάσανος; Λέγει αὐτῷ τὸ κρανίον· Μειζοτέρα βάσανός ἐστιν ὑποκάτωθεν ἡμῶν. Λέγει αὐτῷ ὁ γέρων· Καὶ τίνες εἰσὶν ἐκεῖ; Λέγει αὐτῷ τὸ κρανίον· Ἡμεῖς ὡς μὴ εἰδότες τὸν Θεὸν, κἂν ὀλίγον ἐλεούμεθα· οἱ δὲ ἐπιγνόντες τὸν Θεὸν, καὶ ἀρνησάμενοι αὐτὸν, ὑποκάτωθεν ἡμῶν εἰσι. Καὶ λαβὼν ὁ γέρων τὸ κρανίον, ἔχωσεν αὐτό.
λθʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ Αἰγυπτίου, ὅτι ἀνέβαινέ ποτε ἐκ τῆς Σκήτεως εἰς τὸ ὄρος τῆς Νιτρίας· καὶ ὡς ἤγγισεν εἰς τὸν τόπον, εἶπε τῷ μαθητῇ αὐτοῦ· Πρόλαβε μικρόν. Καὶ ἐν τῷ προάγειν αὐτὸν, συναντᾷ τινι ἱερεῖ τῶν Ἑλλήνων· καὶ κράξας αὐτῷ ὁ ἀδελφὸς, ἐφώνει λέγων· Αἲ αἲ δαῖμον, ποῦ τρέχεις; Στραφεὶς δὲ ἐκεῖνος, διδοῖ αὐτῷ πληγὰς, καὶ ἀφίει αὐτὸν ἡμιθανῆ. Καὶ ἄρας τὸ ξύλον ἔτρεχε. Καὶ προβάντι ὀλίγον, συναντᾷ αὐτῷ ὁ ἀββᾶς Μακάριος τρέχοντι· καὶ λέγει αὐτῷ· Σωθείης, σωθείης, καματηρέ. Καὶ θαυμάσας ἦλθε πρὸς αὐτὸν, καὶ εἶπεν· Τί καλὸν εἶδες ἐν ἐμοὶ, ὅτι προσηγόρευσάς με; Λέγει αὐτῷ ὁ γέρων· Ὅτι εἶδόν σε κοπιῶντα· καὶ οὐκ οἶδας ὅτι εἰς κενὸν κοπιᾷς. Λέγει αὐτῷ καὶ αὐτός· Κἀγὼ ἐπὶ τῷ ἀσπασμῷ σου κατενύγην· καὶ ἔμαθον ὅτι τοῦ μέρους τοῦ Θεοῦ εἶ. Ἄλλος δὲ κακὸς μοναχὸς ἀπαντήσας μοι, ὕβρισέ με· κἀγὼ ἔδωκα αὐτῷ πληγὰς εἰς θάνατον. Καὶ ἔγνω ὁ γέρων ὅτι ὁ μαθητὴς αὐτοῦ ἐστι. Καὶ κρατήσας τοὺς πόδας αὐτοῦ ὁ ἱερεὺς ἔλεγεν· Οὐκ ἀφῶ σε, ἐὰν μὴ ποιήσῃς με μοναχόν. Καὶ ἦλθον ἐπάνω ὅπου ἦν ὁ μοναχὸς, καὶ ἐβάσταξαν αὐτὸν, καὶ ἤνεγκαν εἰς τὴν ἐκκλησίαν τοῦ ὄρους. Καὶ ἰδόντες τὸν ἱερέα μετ' αὐτοῦ, ἐξέστησαν· καὶ ἐποίησαν αὐτὸν μοναχόν. Καὶ πολλοὶ τῶν Ἑλλήνων ἐγένοντο δι' αὐτὸν Χριστιανοί. Ἔλεγεν οὖν ὁ ἀββᾶς Μακάριος, ὅτι ὁ λόγος ὁ κακὸς, καὶ τοὺς καλοὺς ποιεῖ κακούς· καὶ ὁ καλὸς λόγος, καὶ τοὺς κακοὺς ποιεῖ καλούς.
μʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου, ὅτι ἀπόντος αὐτοῦ, εἰσῆλθε λῃστὴς εἰς τὸ κελλίον αὐτοῦ. Παραγενομένου δὲ αὐτοῦ εἰς τὸ κελλίον, εὗρε τὸν λῃστὴν γεμίζοντα τὴν κάμηλον τὰ σκεύη αὐτοῦ. Αὐτὸς δὲ εἰσελθὼν εἰς τὸ κελλίον, ἐλάμβανεν ἀπὸ τῶν σκευῶν, καὶ συνεγέμιζε μετ' αὐτοῦ τὴν κάμηλον. Ὡς οὖν ἐγέμισαν, ἤρξατο ὁ λῃστὴς τύπτειν τὴν κάμηλον, ἵνα ἀναστῇ· καὶ οὐκ ἠγείρετο. Ἰδὼν δὲ ὁ ἀββᾶς Μακάριος ὅτι οὐκ ἐγείρεται, εἰσελθὼν ἐν τῷ κελλίῳ εὗρε μικρὸν σκαλίδιν· καὶ ἐκβαλὼν, ἐπέθηκε τῇ καμήλῳ, λέγων· Ἀδελφὲ, τοῦτο ζητεῖ ἡ κάμηλος. Καὶ κρούσας αὐτὴν ὁ γέρων τῷ ποδὶ, λέγει· Ἀνάστα. Καὶ εὐθέως ἀνέστη, καὶ ἀπῆλθε μικρὸν διὰ τὸν λόγον αὐτοῦ. Καὶ πάλιν ἐκάθισε, καὶ οὐκ ἀνέστη, ἕως ἀπεγέμισαν ὅλα τὰ σκεύη· καὶ οὕτως ἀπῆλθεν.
μαʹ. Ὁ ἀββᾶς Ἀϊὼ ἠρώτησε τὸν ἀββᾶν Μακάριον, λέγων· Εἰπέ μοι ῥῆμα. Λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· Φεῦγε τοὺς ἀνθρώπους· κάθισον εἰς τὸ κελλίον σου, καὶ κλαῦσον τὰς ἁμαρτίας σου· καὶ μὴ ἀγαπήσῃς λαλιὰν ἀνθρώπων· καὶ σώζῃ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου