Σάββατο, 11 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Ξανθία.


Περὶ τοῦ ἀββᾶ Ξανθία.
αʹ. Εἶπεν ὁ ἀββᾶς Ξανθίας· Ὁ λῃστὴς ἐν τῷ σταυρῷ ἦν, καὶ ἀπὸ λόγου ἑνὸς ἐδικαιώθη· καὶ Ἰούδας μετὰ τῶν ἀποστόλων συνηριθμημένος ἦν, καὶ ἐν νυκτὶ μιᾷ ἀπώλεσε πάντα τὸν κάματον, καὶ κατέβη ἐξ οὐρανῶν εἰς ᾅδην. Διὸ μηδεὶς εὐπραγῶν καυχάσθω· πάντες γὰρ οἱ πεποιθότες ἐφ' ἑαυτοῖς ἔπεσον.
βʹ. Ἀνέβη ποτὲ ὁ ἀββᾶς Ξανθίας ἀπὸ Σκήτεως εἰς Τερενοῦθιν· καὶ ὅπου κατέλυσε, διὰ τὸν κόπον τῆς ἀσκήσεως ἤνεγκαν αὐτῷ ὀλίγον οἶνον. Ἀκούσαντες δέ τινες ἤνεγκαν αὐτῷ δαιμονιζόμενον. Καὶ ἤρξατο ὁ δαίμων λοιδορεῖν τὸν γέροντα· Πρὸς τὸν οἰνοπότην τοῦτον ἠνέγκατέ με. Καὶ ὁ μὲν γέρων οὐκ ἤθελεν αὐτὸν ἐκβαλεῖν· διὰ δὲ τὸν ὀνειδισμὸν ἔλεγε· Πιστεύω τῷ Χριστῷ, ὅτι οὐ μὴ τελέσω τὸ ποτήριον τοῦτο, ἕως οὗ ἐξέλθῃς. Καὶ ὡς ἤρξατο ὁ γέρων πίνειν, ἔκραξεν ὁ δαίμων, λέγων· Καίεις με, καίεις με. Καὶ πρὸ τοῦ τελέσαι, ἐξῆλθε διὰ τῆς χάριτος τοῦ Χριστοῦ.
γʹ. Ὁ αὐτὸς εἶπεν, ὅτι Ὁ κύων κρείσσων μού ἐστι· διότι καὶ ἀγάπην ἔχει, καὶ εἰς κρίσιν οὐκ ἔρχεται.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου