Κυριακή, 12 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ τοῦ Ῥωμαίου.


Περὶ τοῦ ἀββᾶ τοῦ Ῥωμαίου.
αʹ. Ἦλθέ ποτε μοναχός τις Ῥωμαῖος, καὶ ᾤκησεν ἐν Σκήτει ἐγγύτερον τῆς ἐκκλησίας· εἶχε δὲ καὶ ἕνα δοῦλον ὑπηρετοῦντα αὐτῷ. Ἰδὼν δὲ ὁ πρεσβύτερος τὴν ἀσθένειαν αὐτοῦ, καὶ μαθὼν ἐκ ποίας ἀναπαύσεώς ἐστιν, εἴ τι ᾠκονόμει καὶ ἤρχετο εἰς τὴν ἐκκλησίαν, ἔπεμπεν αὐτῷ. Καὶ ποιήσας εἰκοσιπέντε ἔτη ἐν Σκήτει, γέγονε διορατικὸς καὶ ὀνομαστός. Ἀκούσας δέ τις τῶν μεγάλων Αἰγυπτίων περὶ αὐτοῦ, ἦλθεν ἰδεῖν αὐτὸν, προσδοκῶν σωματικήν τινα πολιτείαν περισσοτέραν εὑρεῖν ἐν αὐτῷ. Εἰσελθὼν δὲ ἠσπάσατο αὐτόν· καὶ ποιήσαντες εὐχὴν ἐκάθισαν. Βλέπει δὲ αὐτὸν ὁ Αἰγύπτιος φοροῦντα ἱμάτια τρυφερὰ, καὶ χαράδριον καὶ δέρμα ὑποκάτω αὐτοῦ, καὶ προσκεφάλαιον μικρόν· ἔχοντα δὲ καὶ τοὺς πόδας καθαρούς μετὰ σανδαλίων· καὶ ταῦτα ἰδὼν ἐσκανδαλίσθη, ὅτι ἐν τῷ τόπῳ οὐχ ὑπῆρχε τοιαύτη διαγωγὴ, ἀλλὰ μᾶλλον σκληραγωγία. Καὶ διορατικὸς ὢν ὁ γέρων ἐνόησεν ὅτι ἐσκανδαλίσθη, καὶ λέγει τῷ ὑπηρετοῦντι αὐτόν· Ποίησον ἡμῖν ἑορτὴν διὰ τὸν ἀββᾶν σήμερον. Εὐκαίρησε δὲ μικρὸν λάχανον, καὶ ἥψησε· καὶ τῇ ὥρᾳ ἀναστάντες ἔφαγον. Εἶχε δὲ καὶ μικρὸν οἶνον διὰ τὴν ἀσθένειαν αὐτοῦ ὁ γέρων· καὶ ἔπιον. Καὶ ὡς ἐγένετο ὀψὲ, ἔβαλον τοὺς δώδεκα
ψαλμοὺς, καὶ ἐκοιμήθησαν· ὁμοίως δὲ καὶ τὴν νύκτα. Ἀναστὰς δὲ τὸ πρωῒ ὁ Αἰγύπτιος, λέγει αὐτῷ· Εὖξαι ὑπὲρ ἐμοῦ. Καὶ ἐξῆλθε μὴ ὠφεληθείς. Καὶ ὡς ἀπῆλθε μικρὸν, θέλων ὁ γέρων ὠφελῆσαι αὐτὸν πέμψας μετεκαλέσατο αὐτόν· καὶ ὡς ἦλθε, μετὰ χαρᾶς πάλιν ἐδέξατο αὐτὸν, καὶ ἐπηρώτησεν αὐτὸν, λέγων· Ποίας χώρας εἶ; Καὶ λέγει· Αἰγύπτιος. Ποίας δὲ πόλεως; Ὁ δὲ ἔφη· Ἐγὼ ὅλως οὐκ εἰμὶ πολίτης. Καὶ λέγει· Τί ἦν τὸ ἔργον σου εἰς τὴν κώμην σου; Καὶ λέγει· Τηρητής. Καὶ λέγει· Ποῦ ἐκοιμῶ; Ὁ δὲ εἶπεν· Εἰς τὸν ἀγρόν. Εἶχες, φησὶ, στρωμνὴν ὑποκάτω σου; Καὶ λέγει· Ναὶ, εἰς ἀγρὸν εἶχον θεῖναι στρῶμα ὑποκάτω μου; Ἀλλὰ πῶς· Εἶπε δέ· Χαμαί. Λέγει αὐτῷ πάλιν· Καὶ τί εἶχες βρῶμα εἰς τὸν ἀγρόν; ἢ ποῖον οἶνον ἔπινες; Ἀπεκρίθη πάλιν· Ἔνι βρῶμα ἢ πόμα εἰς ἀγρόν; Ἀλλὰ πῶς ἔζης; φησί. Λέγει· Ἤσθιον ξηρὸν ἄρτον, καὶ εἰ εὕρισκον μικρὸν ταρίχιν, καὶ ὕδωρ. Ἀποκριθεὶς δὲ ὁ γέρων εἶπε· Μέγας κόπος. Ἔνι δὲ καὶ βαλανεῖον εἰς τὴν κώμην, ἵνα λούησθε; Ὁ δὲ εἶπεν· Οὐχί· ἀλλὰ εἰς τὸν ποταμὸν ὅτε θέλομεν. Ὡς οὖν ἐξέλαβεν αὐτὸν ὁ γέρων εἰς ταῦτα πάντα, καὶ ἔμαθε τοῦ προτέρου βίου αὐτοῦ τὴν θλῖψιν, θέλων αὐτὸν ὠφελῆσαι, διηγήσατο αὐτῷ τὴν προτέραν αὐτοῦ διαγωγὴν τὴν ἐν τῷ κόσμῳ, λέγων· Ἐμὲ τὸν ταπεινὸν ὃν βλέπεις, ἐκ τῆς μεγάλης πόλεως Ῥώμης εἰμὶ, καὶ μέγας γέγονα εἰς τὸ παλάτιον τοῦ βασιλέως. Καὶ ὡς ἤκουσε ὁ Αἰγύπτιος τὴν ἀρχὴν τοῦ λόγου, κατενύγη, καὶ ἤκουεν ἀκριβῶς τὰ λεγόμενα παρ' αὐτοῦ. Πάλιν δὲ λέγει αὐτῷ· Κατέλιπον οὖν τὴν πόλιν, καὶ ἦλθον εἰς τὴν ἔρημον ταύτην· καὶ πάλιν ἐμὲ ὃν βλέπεις, οἴκους μεγάλους εἶχον καὶ χρήματα πολλά· καὶ καταφρονήσας αὐτῶν, ἦλθον εἰς τὸ μικρὸν κελλίον τοῦτο· καὶ πάλιν ἐμὲ ὃν βλέπεις, κραββάτους εἶχον ὁλοχρύσους, ἔχοντας πολυτίμους στρωμνάς· καὶ ἀντ' αὐτῶν, δέδωκέ μοι ὁ Θεὸς τὸ χαράδριον τοῦτο καὶ τὸ δέρμα· πάλιν τὰ ἐνδύματά μου πολλῆς τιμῆς ἄξια ἦν· καὶ ἀντὶ ἐκείνων, φορῶ τὰ εὐτελῆ ταῦτα ἱμάτια· πάλιν εἰς τὸ ἄριστόν μου πολὺ χρυσίον ἀνηλίσκετο· καὶ ἀντὶ ἐκείνου, ἔδωκέ μοι ὁ Θεὸς τὸ μικρὸν λάχανον τοῦτο, καὶ τὸ μικρὸν ποτήριον τοῦ οἴνου. Ἦσαν δὲ οἱ ὑπηρετοῦντές μοι παῖδες πολλοί· καὶ ἰδοὺ ἀντ' ἐκείνων, κατένυξεν ὁ Θεὸς τὸν γέροντα τοῦτον ὑπηρετῆσαί μοι· ἀντὶ δὲ βαλανείου, βάλλω τὸ μικρὸν ὕδωρ εἰς τοὺς πόδας μου, καὶ τὰ σανδάλια διὰ τὴν ἀσθένειάν μου· πάλιν ἀντὶ μουσικῶν καὶ κιθαρῶν, λέγω τοὺς δώδεκα ψαλμούς· ὁμοίως καὶ τὴν νύκτα, ἀντὶ τῶν ἁμαρτιῶν ὦν ἐποίουν, ἄρτι μετὰ ἀναπαύσεως ποιῶ μικράν μου λειτουργίαν. Παρακαλῶ οὖν σε, ἀββᾶ, μὴ σκανδαλισθῇς εἰς τὴν ἀσθένειάν μου. Ταῦτα ἀκούσας ὁ Αἰγύπτιος, εἰς ἑαυτὸν ἐλθὼν, εἶπεν· Οὐαί μοι, ὅτι ἀπὸ πολλῆς θλίψεως τοῦ κόσμου εἰς ἀνάπαυσιν ἦλθον, καὶ ἃ οὐκ εἶχον τότε, νῦν ἔχω· σὺ δὲ ἀπὸ πολλῆς ἀναπαύσεως εἰς θλῖψιν ἦλθες, καὶ ἀπὸ πολλῆς δόξης καὶ πλούτου ἦλθες εἰς ταπείνωσιν καὶ πτωχείαν. Πολλὰ δὲ ὠφεληθεὶς ἀπῆλθε, καὶ ἐγένετο αὐτοῦ φίλος, καὶ παρέβαλλεν αὐτῷ συχνῶς δι' ὠφέλειαν· ἦν γὰρ ἀνὴρ διακριτικὸς, καὶ πλήρης εὐωδίας τοῦ ἁγίου Πνεύματος.
βʹ. Ὁ αὐτὸς εἶπεν, ὅτι ἦν τις γέρων ἔχων καλὸν μαθητήν· καὶ ἀπὸ ὀλιγωρίας ἔβαλεν αὐτὸν ἔξω μετὰ τῆς μηλωτῆς αὐτοῦ. Ὁ δὲ ἀδελφὸς ὑπέμεινεν έξω καθήμενος. Καὶ ἀνοίξας ὁ γέρων, εὗρεν αὐτὸν καθήμενον, καὶ ἔβαλεν αὐτῷ μετάνοιαν, λέγων· Ὦ Πάτερ, ἡ ταπείνωσις τῆς μακροθυμίας σου ἐνίκησε τὴν ἐμὴν ὀλιγωρίαν. Δεῦρο ἔσω· ἀπὸ τοῦ νῦν σὺ γέρων εἶ καὶ Πατὴρ, ἐγὼ δὲ νεώτερος καὶ μαθητής.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου