Δευτέρα, 13 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Τιθόη


Περὶ τοῦ ἀββᾶ Τιθόη.
αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Τιθόη, ὅτι εἰ μὴ ταχέως κατέφερε τὰς χεῖρας αὐτοῦ ὅτε ἵστατο εἰς προσευχὴν, ἡρπάζετο ὁ νοῦς αὐτοῦ ἄνω. Εἰ οὖν συνέβη ἀδελφοὺς συνεύχεσθαι αὐτῷ, ἐσπούδαζε ταχέως καταφέρειν τὰς χεῖρας, ἵνα μὴ ἁρπαγῇ ὁ νοῦς αὐτοῦ καὶ χρονίσῃ.
βʹ. Εἶπεν ὁ ἀββᾶς Τιθόης, ὅτι ξενητεία ἐστὶ τὸ κρατῆσαι ἄνθρωπον τὸ ἑαυτοῦ στόμα.
γʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Τιθόην, ὅτι Πῶς φυλάξω τὴν καρδίαν μου; Λέγει αὐτῷ ὁ γέρων· Πῶς φυλάξομεν τὴν καρδίαν ἡμῶν, ἀνεῳγμένης τῆς γλώσσης ἡμῶν καὶ τῆς κοιλίας;
δʹ. Ἔλεγεν ὁ ἀββᾶς Ματόης περὶ τοῦ ἀββᾶ Τιθόη, ὅτι Οὐχ εὑρίσκει ἄνθρωπος ἀνοῖξαι τὸ στόμα αὐτοῦ ἔν τινι πράγματι εἰς αὐτόν· ἀλλ' ὥσπερ τὸ καθαρὸν χρυσίον ἵσταται ἐν ζυγῷ, οὕτως καὶ ὁ ἀββᾶς Τιθόης.
εʹ. Καθήμενός ποτε ὁ ἀββᾶς Τιθόης εἰς τὸ Κλύσμα, νοῶν καὶ φρονῶν λέγει τῷ μαθητῇ αὐτοῦ· Ἀπόλυσον τὸ ὕδωρ εἰς τοὺς φοίνικας, τέκνον. Ὁ δὲ εἶπεν· Εἰς τὸ Κλύσμα ἐσμὲν, ἀββᾶ. Λέγει ὁ γέρων· Εἰς τὸ Κλύσμα τί ποιῶ; ἆρόν με πάλιν εἰς τὸ ὄρος.
ϛʹ. Καθημένου ποτὲ τοῦ ἀββᾶ Τιθόη, ἦν ἀδελφὸς ἐγγὺς αὐτοῦ· καὶ μὴ εἰδὼς ἐστέναξε· καὶ οὐκ ἐνόησεν ὅτι ἦν ἀδελφὸς ἐγγὺς αὐτοῦ· ἦν γὰρ ἐν ἐκστάσει. Καὶ ποιήσας μετάνοιαν, ἔλεγε· Συγχώρησόν μοι, ἀδελφὲ, ὅτι οὔπω γέγονα μοναχὸς, ὅτι ἐστέναξα ἔμπροσθέν σου.
ζʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Τιθόην, λέγων· Ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ταπείνωσιν; Λέγει ὁ γέρων· Ἡ ὁδὸς τῆς ταπεινώσεως αὕτη ἐστὶν, ἐγκράτεια, καὶ εὐχὴ, καὶ τὸ ἔχειν ἑαυτὸν ὑποκάτω πάσης τῆς κτήσεως.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου