Σάββατο, 11 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Πέτρου τοῦ Πιονίτου.


Περὶ τοῦ ἀββᾶ Πέτρου τοῦ Πιονίτου.
αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Πέτρου τοῦ Πιονίτου εἰς τὰ Κελλία, ὅτι οἶνον οὐκ ἔπινεν. Ὅτε οὖν ἐγήρασεν, ἐποίουν οἱ ἀδελφοὶ μικρὸν συγκεραστὸν, καὶ παρεκάλουν αὐτὸν οἱ ἀδελφοὶ δέξασθαι. Καὶ ἔλεγε· Θαρσεῖτέ μοι, ὅτι ὡς κονδίτον αὐτὸ ἔχω. Καὶ ἔκρινεν ἑαυτὸν εἰς τὸ συγκεραστόν.
βʹ. Ἀδελφὸς εἶπε τῷ ἀββᾷ Πέτρῳ τῷ τοῦ ἀββᾶ Λὼτ, ὅτι Ὅταν εἰμὶ ἐν τῷ κελλίῳ μου, ἐν εἰρήνῃ ἐστὶν ἡ ψυχή μου· ἐὰν δὲ ἀδελφὸς παραβάλῃ μοι, καὶ τοὺς λόγους τῶν ἔξω εἴπῃ μοι, ταράσσεται ἡ ψυχή μου. Λέγει ὁ ἀββᾶς Πέτρος, ὅτι ἔλεγεν ὁ ἀββᾶς Λώτ· Τὸ κλειδίον σου ἀνοίγει τὴν θύραν μου. Λέγει ὁ ἀδελφὸς τῷ γέροντι· Τί ἐστι τὸ ῥῆμα τοῦτο; Λέγει ὁ γέρων· Ἐάν τίς σοι παραβάλῃ, λέγεις αὐτῷ· Πῶς ἔχεις; Πόθεν ἦλθες; Πῶς ἔχουσιν οἱ ἀδελφοί; Προσελάβοντό σε, ἢ οὔ; Καὶ τότε ἀνοίγεις τὴν θύραν τοῦ ἀδελφοῦ, καὶ ἀκούεις ἃ οὐ θέλεις. Λέγει αὐτῷ· Οὕτως ἔχει. Τί οὖν ποιήσει ἄνθρωπος, ἐὰν ἔλθῃ πρὸς αὐτὸν ἀδελφός; Λέγει ὁ γέρων· Τὸ πένθος ὅλον διδαχή ἐστιν· ὅπου δὲ οὐκ ἔστι πένθος, οὐ δυνατὸν φυλάξασθαι. Λέγει ὁ ἀδελφός· Ὅταν ἐν τῷ κελλίῳ ὦ, μετ' ἐμοῦ ἐστι τὸ πένθος· ἐὰν δὲ ἔλθῃ τις πρὸς μὲ, ἢ ἐξέλθω ἐκ τοῦ κελλίου, οὐχ εὑρίσκω αὐτό. Λέγει ὁ γέρων· Οὐδέπω σοι ὑπετάγη, ἀλλ' ὡς ἐν χρήσει ἐστί. Γέγραπται γὰρ ἐν τῷ νόμῳ, ὅτι Ὅταν κτήσῃ παῖδα Ἑβραῖον, ἓξ ἔτη δουλεύσει σοι· τῷ δὲ ἑβδόμῳ ἔτει ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον. Ἐὰν δὲ δῷς αὐτῷ γυναῖκα, καὶ γεννήσῃ παιδία ἐν τῇ οἰκίᾳ σου, καὶ μὴ θελήσῃ
ἀποδιδράσκειν διὰ τὴν γυναῖκα καὶ τὰ παιδία, προσάξεις αὐτὸν πρὸς τὴν θύραν τοῦ οἴκου, καὶ τρυπήσεις αὐτοῦ τὸ ὠτίον τῷ ὀπητίῳ, καὶ ἔσται σοι δοῦλος εἰς τὸν αἰῶνα. Λέγει ὁ ἀδελφός· Τί ἐστι τὸ ῥῆμα τοῦτο; Λέγει ὁ γέρων· Ἐὰν κάμῃ ἄνθρωπος εἰς πρᾶγμα κατὰ δύναμιν, οἵαν ὥραν ζητήσει αὐτὸ εἰς χρείαν, εὑρήσει αὐτό. Λέγει αὐτῷ· Ποίησον ἀγάπην· εἰπέ μοι τὸ ῥῆμα τοῦτο. Λέγει ὁ γέρων· Οὐδὲ νόθος υἱὸς παραμένει τινὶ δουλεύων, ἀλλ' ὁ γεννώμενος υἱὸς οὐκ ἐᾷ τὸν πατέρα αὐτοῦ.
γʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Πέτρου καὶ τοῦ ἀββᾶ Ἐπιμάχου, ὅτι συμφωνηταὶ ἦσαν εἰς Ῥαϊθοῦ. Ἐσθιόντων δὲ αὐτῶν ἐν τῇ ἐκκλησίᾳ, ἐβιάσαντο αὐτοὺς ἐλθεῖν εἰς τὴν τράπεζαν τῶν γερόντων. Καὶ μετὰ πολλοῦ κόπου ἀπῆλθεν ὁ ἀββᾶς Πέτρος μόνος. Καὶ ὡς ἀνέστησαν, λέγει αὐτῷ ὁ ἀββᾶς Ἐπίμαχος· Πῶς ἐτόλμησας ἀπελθεῖν εἰς τὴν τράπεζαν τῶν γερόντων; Ὁ δὲ ἀπεκρίθη· Εἰ ἐκάθισα μεθ' ὑμῶν, ὡς γέροντα οἱ ἀδελφοὶ ἤμελλον προτρέπεσθαί με εὐλογεῖν πρῶτον, καὶ ὡς μείζων ὑμῶν εἶχον εἶναι· νῦν οὖν ἀπελθὼν ἐγγὺς τῶν Πατέρων, μικρότερος πάντων ἤμην, καὶ ταπεινότερος τῷ λογισμῷ.
δʹ. Εἶπεν ὁ ἀββᾶς Πέτρος, ὅτι Οὐ δεῖ ἐπαίρεσθαι ὅταν ὁ Κύριος ποιήσῃ τι δι' ἡμῶν, ἀλλὰ μᾶλλον εὐχαριστεῖν ὅτι κατηξιώθημεν προσκληθῆναι ὑπ' αὐτοῦ. Τοῦτο δ' ἐπὶ πάσης ἀρετῆς ἔλεγε συμφέρειν λογίζεσθαι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου