Δευτέρα, 6 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Θεοδώρου τοῦ τῆς Φέρμης.


Περὶ τοῦ ἀββᾶ Θεοδώρου τοῦ τῆς Φέρμης.
αʹ. Ὁ ἀββᾶς Θεόδωρος ὁ τῆς Φέρμης ἐκτήσατο τρία βιβλία καλά· καὶ παρέβαλε τῷ ἀββᾷ Μακαρίῳ, καὶ λέγει αὐτῷ, ὅτι Ἔχω τρία βιβλία καλὰ, καὶ ὠφελοῦμαι ἐξ αὐτῶν· καὶ οἱ ἀδελφοὶ κιχρῶνται αὐτὰ, καὶ ὠφελοῦνται. Εἰπὲ οὖν μοι, τί ὤφειλον ποιῆσαι; κατάσχω αὐτὰ εἰς τὴν ἐμὴν καὶ τὴν τῶν ἀδελφῶν ὠφέλειαν, ἢ πωλήσω αὐτὰ καὶ δώσω πτωχοῖς; Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπε· Καλαὶ μὲν αἱ πράξεις, ἀλλὰ μείζων πάντων ἡ ἀκτημοσύνη ἐστί. Καὶ τοῦτο ἀκούσας, ἀπελθὼν ἐπώλησεν αὐτὰ, καὶ διέδωκε πτωχοῖς.
βʹ. Ἀδελφός τις καθεζόμενος εἰς τὰ Κελλία ἐταράσσετο καταμόνας· καὶ ἀπελθὼν πρὸς τὸν ἀββᾶν Θεόδωρον τὸν τῆς Φέρμης, εἶπεν αὐτῷ. Ὁ δὲ γέρων εἶπεν· Ὕπαγε, ταπείνωσον τὸν λογισμόν σου, καὶ ὑποτάγηθι, καὶ μεῖνον μετὰ ἄλλων. Καὶ ὑποστρέφει πρὸς τὸν γέροντα, καὶ λέγει αὐτῷ· Οὐδὲ μετὰ τῶν ἀνθρώπων ἀναπαύομαι. Καὶ λέγει αὐτῷ ὁ γέρων· Εἰ μόνος οὐκ ἀναπαύῃ, οὐδὲ μετὰ τῶν ἄλλων, διατὶ ἐξῆλθες εἰς τὸν μοναχόν; οὐχὶ ἵνα ὑποφέρῃς τὰς θλίψεις; εἰπὲ δέ μοι· Πόσα ἔτη ἔχεις εἰς τὸ σχῆμα; Λέγει· Ὀκτώ. Εἶπεν οὖν αὐτῷ ὁ γέρων· Φύσει ἔχω ἐν τῷ σχήματι ἑβδομήκοντα ἔτη, καὶ οὐδὲ μίαν ἡμέραν εὗρον ἀνάπαυσιν· καὶ σὺ εἰς ὀκτὼ ἔτη θέλεις ἀνάπαυσιν ἔχειν; Καὶ τοῦτο ἀκούσας, ἑδραιωθεὶς ἀπῆλθεν.
γʹ. Παρέβαλεν ἀδελφός ποτε τῷ ἀββᾷ Θεοδώρῳ, καὶ ἐποίησε τρεῖς ἡμέρας παρακαλῶν αὐτὸν ἀκοῦσαι λόγον. Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῷ. Καὶ ἐξῆλθε λυπούμενος.
Λέγει οὖν αὐτῷ ὁ μαθητὴς αὐτοῦ· Ἀββᾶ, πῶς οὐκ εἶπες αὐτῷ λόγον; καὶ ἀπῆλθε λυπούμενος. Καὶ λέγει αὐτῷ ὁ γέρων· Φύσει οὐκ ἔλεγον αὐτῷ· πραγματευτὴς γάρ ἐστι, καὶ εἰς ἀλλοτρίους λόγους θέλει δοξάζεσθαι.
δʹ. Εἶπε πάλιν· Ἐὰν ἕξεις φιλίαν μετὰ τινὸς, καὶ συμβῇ αὐτὸν εἰς πειρασμὸν πορνείας ἐμπεσεῖν, ἐὰν δύνασαι δὸς αὐτῷ χεῖρα, καὶ ἕλκυσον αὐτὸν ἄνω. Ἐὰν δὲ εἰς αἵρεσιν ἐμπέσῃ, καὶ μὴ πεισθῇ σοι ἀποστραφῆναι, ταχέως κόψον αὐτὸν ἀπὸ σοῦ· μήποτε βραδύνων συγκατασπασθῇς αὐτῷ εἰς τὸν βόθρον.
εʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Θεοδώρου τοῦ τῆς Φέρμης, ὅτι τὰ τρία ταῦτα κεφάλαια εἶχεν ὑπὲρ πολλούς· τὴν ἀκτημοσύνην, τὴν ἄσκησιν, καὶ τὸ φεύγειν τοὺς ἀνθρώπους.
ϛʹ. Εὐκαίρησέ ποτε ὁ ἀββᾶς Θεόδωρος μετ' αὐτῶν· καὶ ἐσθιόντων αὐτῶν, κατ' εὐλάβειαν ἐλάμβανον τὰ ποτήρια σιωπῶντες, καὶ οὐκ ἔλεγον τὸ Συγχώρησον. Καὶ εἶπεν ὁ ἀββᾶς Θεόδωρος· Ἀπώλεσαν οἱ μοναχοὶ τὴν εὐγένειαν αὐτῶν, τὸ λέγειν, Συγχώρησον.
ζʹ. Ἠρώτησεν αὐτὸν ἀδελφὸς, λέγων· Θέλεις, ἀββᾶ, μικρὰς ἡμέρας μὴ φάγω ἄρτον; Καὶ λέγει αὐτῷ ὁ γέρων· Καλῶς ποιεῖς· καὶ γὰρ κἀγὼ ἐποίησα οὕτως. Καὶ λέγει αὐτῷ ὁ ἀδελφός· Θέλω οὖν λαβεῖν τὰ ἐρεβίνθιά μου εἰς τὸ ἀρτοκοπεῖον, καὶ ποιῆσαι αὐτὰ ἄλευρον. Καὶ λέγει αὐτῷ ὁ γέρων· Εἰ πάλιν ὑπάγεις εἰς τὸ ἀρτοκοπεῖον, ποίησον τὸν ἄρτον σου· καὶ τίς ἡ χρεία τῆς ἐξαγωγῆς ταύτης;
ηʹ. Ἦλθέ τις τῶν γερόντων πρὸς τὸν ἀββᾶν Θεόδωρον, καὶ εἶπεν αὐτῷ· Ἰδοὺ ὁ δεῖνα ὁ ἀδελφὸς ὑπέστρεψεν εἰς τὸν κόσμον. Καὶ εἶπεν αὐτῷ ὁ γέρων· Ἐπὶ τούτῳ θαυμάζεις; μὴ θαυμάσῃς, ἀλλὰ θαύμασον μᾶλλον ἐὰν ἀκούσῃς ὅτι ἠδυνήθη τις ἐκφυγεῖν ἀπὸ τοῦ στόματος τοῦ ἐχθροῦ.
θʹ. Ἀδελφός τις ἦλθεν πρὸς τὸν ἀββᾶν Θεόδωρον, καὶ ἤρξατο λαλεῖν καὶ ἐξετάζειν πράγματα, ὧν οὔπω τὴν ἐργασίαν ἐποίει. Καὶ λέγει αὐτῷ ὁ γέρων· Οὔπω εὗρες τὸ πλοῖον, οὐδὲ τὰ σκεύη σου ἔβαλες, καὶ πρὸ τοῦ πλεῦσαι, ἤδη εἰς τὴν πόλιν ἐκείνην ἀπῆλθες. Πρῶτον ὅταν ποιήσῃς τὸ ἔργον, ἔρχῃ εἰς ἃ νῦν λαλεῖς.
ιʹ. Ὁ αὐτός ποτε παρέβαλε τῷ ἀββᾷ Ἰωάννῃ τῷ ἀπὸ γεννήσεως εὐνούχῳ· καὶ λαλούντων αὐτῶν, εἶπεν· Ὅταν ἤμην εἰς Σκῆτιν, τὰ ἔργα τῆς ψυχῆς ἦν τὸ ἔργον ἡμῶν, τὸ δὲ ἐργόχειρον ὡς πάρεργον εἴχομεν· νῦν δὲ γέγονε τὸ ἔργον τῆς ψυχῆς ὡς πάρεργον, καὶ τὸ πάρεργον ἔργον.
ιαʹ. Ἠρώτησε δὲ αὐτὸν ἀδελφὸς, λέγων· Ποῖόν ἐστι τὸ ἔργον τῆς ψυχῆς, ὃ νῦν ὡς πάρεργον ἔχομεν, καὶ ποῖόν ἐστι τὸ πάρεργον, ὃ νῦν ἔργον ἔχομεν; Καὶ λέγει ὁ γέρων· Πάντα τὰ γινόμενα διὰ τὴν ἐντολὴν τοῦ Θεοῦ, ἔργον ψυχῆς ἐστι· τὸ δὲ εἰς λόγον ἑαυτῶν ἐργάζεσθαι καὶ συνάγειν, τοῦτο πάρεργον ἔχειν ὀφείλομεν. Καὶ λέγει ὁ ἀδελφός· Σαφήνισόν μοι τὴν ὑπόθεσιν ταύτην. Καὶ λέγει ὁ γέρων· Ἰδοὺ ἀκούεις περὶ ἐμοῦ ὅτι ἀσθενῶ, καὶ ὀφείλεις ἐπισκέψασθαί με, καὶ λέγεις ἐν ἑαυτῷ· Καταλιπεῖν ἔχω τὸ ἔργον μου, καὶ νῦν ἀπελθεῖν; ἀλλὰ πληρώσω πρῶτον, καὶ οὕτως ἀπέρχομαι. Ἔρχεται δέ σοι καὶ ἄλλη ἀφορμὴ, καὶ τάχα οὐδὲ ὅλως ὑπάγεις. Πάλιν ἄλλος ἀδελφὸς λέγει σοι· Δός μοι χεῖρα, ἀδελφέ! καὶ λέγεις· Ἔχω ἀφῆσαι τὸ ἔργον μου, καὶ ἀπελθεῖν ἐργάσασθαι μετὰ τούτου; Ἐὰν οὖν μὴ ἀπέλθῃς, ἀφίεις τὴν ἐντολὴν τοῦ Θεοῦ, ὅ ἐστι τὸ ἔργον τῆς ψυχῆς, καὶ ποιεῖς τὸ πάρεργον, ὅ ἐστι τὸ ἔργον τῶν χειρῶν.
ιβʹ. Εἶπεν ὁ ἀββᾶς Θεόδωρος ὁ τῆς Φέρμης, ὅτι ἄνθρωπος στήκων εἰς μετάνοιαν, οὐ δέδεται εἰς ἐντολήν.
ιγʹ. Ὁ αὐτὸς εἶπεν· Ἄλλη ἀρετὴ οὐκ ἔστιν, ὡς τὸ μὴ ἐξουθενεῖν.
ιδʹ. Πάλιν εἶπεν· Ἄνθρωπος μαθὼν τὴν γλυκύτητα τοῦ κελλίου, οὐχ ὡς ἀτιμάζων τὸν πλησίον αὐτοῦ φεύγει.
ιεʹ. Πάλιν εἶπεν· Ἐὰν μὴ ἐκκόψω ἐμαυτὸν ἀπὸ τῶν οἰκτιρμῶν τούτων, οὐκ ἐῶσί με εἶναι μοναχόν.
ιϛʹ. Εἶπε πάλιν· Πολλοὶ ἐν τῷ καιρῷ τούτῳ εἵλοντο τὴν ἀνάπαυσιν, πρὶν ὁ Θεὸς αὐτοῖς παράσχῃ.
ιζʹ. Εἶπε πάλιν· Μὴ κοιμηθῇς εἰς τόπον ὅπου ἐστὶ γυνή.
ιηʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Θεόδωρον, λέγων· Θέλω ἐπιτελέσαι τὰς ἐντολάς. Λέγει αὐτῷ ὁ γέρων περὶ τοῦ ἀββᾶ Θεωνᾶ, ὅτι εἶπε καὶ αὐτός ποτε· Θέλω πληρῶσαι τὸν λογισμόν μου μετὰ τοῦ Θεοῦ, καὶ λαβὼν σιτίαν εἰς τὸ ἀρτοκοπεῖον, ἐποίησεν ἄρτους· καὶ αἰτησάντων αὐτὸν πτωχῶν, ἔδωκε τοὺς ἄρτους· καὶ πάλιν αἰτησάντων ἄλλων, ἔδωκε τὰ σπυρίδια καὶ τὸ ἱμάτιον ὃ ἐφόρει, καὶ εἰσῆλθεν εἰς τὸ κελλίον, περιζωσάμενος τὸ μαφόριον. Καὶ οὕτως πάλιν ἐμέμφετο ἑαυτὸν λέγων, ὅτι Οὐκ ἐπλήρωσα τὴν ἐντολὴν τοῦ Θεοῦ.
ιθʹ. Ἠσθένησέ ποτε ὁ ἀββᾶς Ἰωσὴφ, καὶ ἔπεμψε πρὸς τὸν ἀββᾶν Θεόδωρον, λέγων· Δεῦρο, ἵνα σε ἴδω πρὸ τοῦ με ἐξελθεῖν ἐκ τοῦ σώματος· ἦν δὲ μέσον τῆς ἑβδομάδος. Καὶ οὐκ ἀπῆλθεν· ἔπεμψε δὲ, λέγων· Ἐὰν μείνῃς ἕως τοῦ σαββάτου, ἔρχομαι· εἰ δὲ ὑπάγεις, εἰς ἐκεῖνον τὸν κόσμον βλέπομεν ἀλλήλους.
κʹ. Ἀδελφὸς εἶπε τῷ ἀββᾷ Θεοδώρῳ· Εἰπέ μοι ῥῆμα, ὅτι ἀπόλλυμαι. Καὶ μετὰ κόπου εἶπεν αὐτῷ· Ἐγὼ κινδυνεύω, καὶ τί σοι ἔχω εἰπεῖν;
καʹ. Ἀδελφὸς ἦλθε πρὸς τὸν ἀββᾶν Θεόδωρον, ἵνα διδάξῃ αὐτὸν ῥάπτειν, ἐνέγκας καὶ τὴν σειρὰν πρὸς αὐτόν. Ὁ δὲ γέρων λέγει αὐτῷ· Ὕπαγε, καὶ πρωῒ δεῦρο ὧδε. Καὶ ἀναστὰς ὁ γέρων, ἔβρεξεν αὐτῷ τὴν σειρὰν, καὶ ἡτοίμασεν αὐτῷ τὴν προκαταραφὴν, λέγων· Οὕτως καὶ οὕτως ποίησον· καὶ ἀφῆκεν αὐτόν. Καὶ εἰσελθὼν εἰς τὸ κελλίον αὐτοῦ, ἐκάθισεν ὁ γέρων· καὶ εἰς τὴν ὥραν, ἐποίησεν αὐτὸν φαγεῖν, καὶ ἀπέπεμψεν. Ἦλθε δὲ πάλιν πρωΐ· καὶ λέγει αὐτῷ ὁ γέρων· Ἆρον τὴν σειράν σου ἔνθεν, καὶ ἀναχώρει· εἰς πειρασμὸν γὰρ ἦλθες βαλεῖν με καὶ εἰς φροντίδα. Καὶ οὐκ ἔτι ἀφῆκεν αὐτὸν ἔσω.
κβʹ. Εἶπεν ὁ μαθητὴς τοῦ ἀββᾶ Θεοδώρου, ὅτι Ἦλθέ ποτέ τις πωλῶν κρόμμυα, καὶ ἐγέμισέ μοι κρατῆρα. Καὶ λέγει ὁ γέρων· Γέμισον αὐτῷ σῖτον, καὶ δὸς αὐτῷ. Ἦσαν δὲ δύο βουνοὶ σίτου, εἷς καθαρὸς, καὶ εἷς ἀκαθάρτος· ἐγέμισα δὲ αὐτῷ ἐκ τοῦ ἀκαθάρτου. Καὶ προσέσχε μοι ὁ γέρων μετὰ ἕξεως καὶ λύπης· καὶ ἀπὸ τοῦ φόβου ἔπεσον, καὶ ἔκλασα τὸν κρατῆρα· καὶ ἔβαλον αὐτῷ μετάνοιαν. Καὶ λέγει ὁ γέρων· Ἐγείρου, οὐκ ἔχεις σὺ πρᾶγμα, ἀλλ' ἐγὼ ἥμαρτον, ὅτι εἶπόν σοι. Καὶ εἰσελθὼν ὁ γέρων ἐγέμισε τὸν κόλπον αὐτοῦ σῖτον καθαρὸν, καὶ ἔδωκεν αὐτῷ μετὰ τῶν κρομμύων.
κγʹ. Ἀπῆλθέ ποτε ὁ ἀββᾶς Θεόδωρος μετὰ ἀδελφοῦ γεμίσαι ὕδωρ· καὶ προλαβὼν ὁ ἀδελφὸς εἰς τὸν λάκκον εἶδε δράκοντα. Καὶ λέγει αὐτῷ ὁ γέρων Ὕπαγε, πάτησον τὴν κεφαλὴν αὐτοῦ. Καὶ φοβηθεὶς οὐκ ἀπῆλθεν. Ἦλθε δὲ ὁ γέρων, καὶ εἶδεν αὐτὸν τὸ θηρίον, καὶ καταισχυνθὲν ἔφυγεν εἰς τὴν ἔρημον.
κδʹ. Ἠρώτησέ τις τὸν ἀββᾶν Θεόδωρον· Ἐὰν ἄφνω γένηταί τις πτῶσις, καὶ σὺ φοβῇ, ἀββᾶ; Λέγει Αὐτῷ ὁ γέρων· Ἐὰν κολληθῇ ὁ οὐρανὸς τῇ γῇ, Θεόδωρος οὐ φοβεῖται. Ἦν γὰρ δεηθεὶς τοῦ Θεοῦ, ἵνα ἀρθῇ ἀπ' αὐτοῦ ἡ δειλία. Διὰ τοῦτο καὶ ἠρώτησεν αὐτόν.
κεʹ. Ἐλέγετο περὶ αὐτοῦ, ὅτι γενόμενος διάκονος εἰς Σκῆτιν οὐκ ἤθελε καταδέξασθαι διακονεῖν, καὶ εἰς πολλοὺς τόπους ἔφυγε. Καὶ πάλιν οἱ γέροντες ἔφερον αὐτὸν, λέγοντες· Μὴ καταλίπῃς τὴν διακονίαν σου. Λέγει αὐτοῖς ὁ ἀββᾶς Θεόδωρος· Ἐάσατέ με, καὶ δέομαι τοῦ Θεοῦ, εἰ πληροφορήσει με στῆναι εἰς τὸν τόπον τῆς λειτουργίας μου. Καὶ δεόμενος τοῦ Θεοῦ, ἔλεγεν· Εἰ θέλημά σού ἐστιν ἵνα στῶ εἰς τὸν τόπον μου, πληροφόρησόν με. Καὶ ἐδείχθη αὐτῷ στύλος πυρὸς ἀπὸ τῆς γῆς ἕως τοῦ οὐρανοῦ, καὶ φωνὴ λέγουσα· Εἰ δύνασαι γενέσθαι ὡς ὁ στύλος οὗτος, ὕπαγε, διακόνησον. Ὁ δὲ ἀκούσας ἔκρινε μηκέτι καταδέξασθαι. Ἐλθόντος οὖν αὐτοῦ εἰς τὴν ἐκκλησίαν, ἔβαλον αὐτῷ μετάνοιαν οἱ ἀδελφοὶ, λέγοντες· Εἰ οὐ θέλεις διακονεῖν, κἂν τὸ ποτήριον κατάσχε. Καὶ οὐκ ἠνέσχετο, λέγων· Ἐὰν μὴ ἀφῆτε, ἀναχωρῶ ἐκ τοῦ τόπου τούτου. Καὶ οὕτως ἀφῆκαν αὐτόν.
κϛʹ. Ἔλεγον δὲ περὶ αὐτοῦ, ὅτι ὡς ἠρημώθη ἡ Σκῆτις, ἦλθε μεῖναι εἰς Φέρμην· καὶ γηράσας ἠσθένησε. Προσέφερον οὖν αὐτῷ ἐδέσματά τινα. Καὶ ἃ ἔφερεν ὁ πρῶτος, ἐδίδου τῷ δευτέρῳ, καὶ οὕτως κατὰ τὴν τάξιν, ἃ ἐλάμβανεν παρὰ τοῦ πρώτου, παρεῖχε τῷ ἄλλῳ· εἰς δὲ τὴν ὥραν τοῦ γεύσασθαι, ὃ ἔφερεν ὁ ἐρχόμενος, τοῦτο ἤσθιεν.
κζʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Θεοδώρου, ὅτι ὅτε ἐκάθητο ἐν Σκήτει, ἦλθε πρὸς αὐτὸν δαίμων θέλων εἰσελθεῖν· καὶ ἔδησεν αὐτὸν ἔξω τῆς κέλλης. Καὶ πάλιν ἄλλος δαίμων ἦλθεν εἰσελθεῖν· καὶ τοῦτον ἔδησε. Καὶ προσθεὶς ὁ τρίτος δαίμων, ἦλθε, καὶ εὗρε δεδεμένους τοὺς δύο· καὶ λέγει αὐτοῖς· Τί ἑστήκατε ὧδε ἔξω; Καὶ λέγουσιν αὐτῷ, ὅτι Ἔστι καθήμενος ἔσω, καὶ μὴ ἐῶν ἡμᾶς εἰσελθεῖν. Καὶ αὐτὸς τυραννήσας ἐπεχείρησεν εἰσελθεῖν. Ὁ δὲ γέρων ἔδησε καὶ τοῦτον. Φοβηθέντες δὲ τὰς εὐχὰς τοῦ γέροντος, παρεκάλουν αὐτὸν, λέγοντες· Ἀπόλυσον ἡμᾶς. Καὶ λέγει αὐτοῖς ὁ γέρων· Ὑπάγετε. Καὶ λοιπὸν αἰσχυνθέντες ἀνεχώρησαν.
κηʹ. Διηγήσατό τις τῶν Πατέρων, περὶ τοῦ ἀββᾶ Θεοδώρου τοῦ τῆς Φέρμης, ὅτι Ἦλθόν ποτε δείλης πρὸς αὐτὸν, καὶ εὗρον αὐτὸν φοροῦντα κεκομμένον λεβίτωνα, καὶ τὸ στῆθος αὐτοῦ γυμνὸν, καὶ τὸ κοκούλιον αὐτοῦ ἔμπροσθεν. Καὶ ἰδού τις Κόμης ἦλθεν ἰδεῖν αὐτόν. Καὶ κρούσαντος αὐτοῦ, ἐξῆλθεν ὁ γέρων ἀνοῖξαι, καὶ ἀπαντήσας αὐτῷ ἐκάθισεν εἰς τὴν θύραν λαλεῖν αὐτῷ. Καὶ ἔλαβον κόμμα μαφορίου, καὶ ἐσκέπασα τοὺς ὤμους αὐτοῦ. Ὁ δὲ γέρων ἐξέτεινε τὴν χεῖρα, καὶ ἔῤῥιψε αὐτό. καὶ ὡς ἀπῆλθεν ὁ Κόμης, εἶπον αὐτῷ· Ἀββᾶ, τί τοῦτο ἐποίησας; ἦλθεν ὁ ἄνθρωπος ὠφεληθῆναι· μὴ ἵνα σκανδαλισθῇ; Καὶ λέγει μοι ὁ γέρων· Τί λέγεις μοι, ἀββᾶ; ἀκμὴν τοῖς ἀνθρώποις δουλεύομεν; ἐποιήσαμεν τὴν χρείαν· παρῆλθε λοιπόν. Ὁ θέλων ὠφεληθῆναι, ὠφεληθῇ· ὁ θέλων σκανδαλισθῆναι, σκανδαλισθῇ· ἐγὼ δὲ ὡς δ' ἂν εὑρεθῶ, οὕτως ἀπαντῶ. Παρήγγειλε δὲ τῷ μαθητῇ αὐτοῦ, λέγων· Ἐάν τις ἔλθῃ ἰδεῖν με θέλων, μὴ εἴπῃς αὐτῷ τί ποτε ἀνθρώπινον· ἀλλ' ἐὰν τρώγω, εἰπὲ, Τρώγει· ἐὰν κοιμῶμαι, εἰπὲ, Κοιμᾶται.
κθʹ. Ἦλθόν ποτε ἐπάνω αὐτοῦ τρεῖς λῃσταί· καὶ οἱ δύο ἐκράτουν αὐτὸν, ὁ δὲ εἷς ἐκουβάλει τὰ σκεύη αὐτοῦ. Ὡς δὲ ἐξήνεγκε τὰ βιβλία, καὶ τὸν λεβίτωνα ἤθελε λαβεῖν· τότε λέγει αὐτοῖς· Τοῦτο ἀφίετε. Οἱ δὲ οὐκ ἤθελον. Καὶ κινήσας τὰς χεῖρας αὐτοῦ ἔῤῥιψε τοὺς δύο. Καὶ ἰδόντες ἐφοβήθησαν. Καὶ λέγει αὐτοῖς ὁ γέρων· Μηδὲν δειμάσητε· ποιήσατε αὐτὰ εἰς τέσσαρα μέρη, καὶ λάβετε τὰ τρία, καὶ ἄφετε τὸ ἕν. Καὶ οὕτως ἐποίησαν· διὰ τὸ λαβεῖν τὸ μέρος αὐτοῦ τὸν λεβίτωνα τὸν συνακτικόν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου