Σάββατο, 11 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Παύλου τοῦ κοσμίτου.


Περὶ τοῦ ἀββᾶ Παύλου τοῦ κοσμίτου.
αʹ. Ὁ ἀββᾶς Παῦλος ὁ κοσμίτης καὶ Τιμόθεος ὁ ἀδελφὸς αὐτοῦ ἐκαθέζοντο ἐν τῇ Σκήτει· καὶ πολλαχῶς ἐγίνετο μεταξὺ αὐτῶν ἀντιλογία. Λέγει ὁ ἀββᾶς Παῦλος· Ἕως πότε μένομεν οὕτως; Λέγει αὐτῷ ὁ ἀββᾶς Τιμόθεος· Ποίησον ἀγάπην· ὅταν ἔρχωμαι ἐπάνω σου, βάσταξόν με· καὶ ὅταν ἔρχῃ καὶ σὺ ἐπάνω μου, βαστάζω σε κἀγώ. Καὶ ποιήσαντες οὕτως ἀνεπάησαν τὰς ἐπιλοίπους αὐτῶν ἡμέρας.
βʹ. Ὁ αὐτὸς ἀββᾶς Παῦλος καὶ Τιμόθεος κοσμῖται ἦσαν ἐν τῇ Σκήτει, καὶ ὠχλοῦντο ὑπὸ τῶν ἀδελφῶν. Καὶ λέγει ὁ Τιμόθεος τῷ ἀδελφῷ αὐτοῦ· Τί θέλομεν τὴν τέχνην ταύτην; οὐκ ἀφιόμεθα ἡσυχάσαι ὅλην τὴν ἡμέραν. Καὶ ἀποκριθεὶς ὁ ἀββᾶς Παῦλος εἶπεν αὐτῷ· Ἀρκεῖ ἡμῖν ἡ ἡσυχία τῆς νυκτὸς, ἐὰν νήφῃ ἡμῶν ἡ διάνοια.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου