Δευτέρα, 13 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Ὤρ.


Περὶ τοῦ ἀββᾶ Ὤρ.
αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ὢρ καὶ τοῦ ἀββᾶ Θεοδώρου, ὅτι ἦσαν βάλλοντες πηλὸν εἰς κελλίον, καὶ εἶπον πρὸς ἀλλήλους, ὅτι Ἐὰν ἐπισκέψηται ἡμᾶς ἄρτι ὁ Θεὸς, τί ποιοῦμεν; Καὶ κλαύσαντες ἀφῆκαν τὸν πηλὸν, καὶ ἀνεχώρησεν ἕκαστος εἰς τὸ κελλίον αὐτοῦ.
βʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ὢρ, ὅτι οὔτε ἐψεύσατό ποτε, οὔτε ὤμοσεν, οὔτε κατηράσατο ἄνθρωπον, οὔτε ἐκτὸς ἀνάγκης ἐλάλησεν.
γʹ. Ἔλεγεν ὁ ἀββᾶς Ὢρ τῷ μαθητῇ αὐτοῦ Παύλῳ· Βλέπε, μηδέποτε ἀλλότριον λόγον ἐνέγκῃς εἰς τὸ κελλίον τοῦτο.
δʹ. Ἀπῆλθέ ποτε Παῦλος ὁ μαθητὴς τοῦ ἀββᾶ Ὢρ ἀγοράσαι θαλλία, καὶ εὗρεν ὅτι ἄλλοι προέλαβον, καὶ ἔδωκαν ἀῤῥαβῶνα. Οὐδέποτε γὰρ ἀῤῥαβῶνα ἐδίδου ἀββᾶς Ὢρ εἰς τί ποτε, ἀλλὰ τῷ καιρῷ ἀπέστελλε τὸ τίμημα, καὶ ἠγόραζεν. Ἀπῆλθεν οὖν ὁ μαθητὴς αὐτοῦ καὶ εἰς ἄλλον τόπον διὰ βαΐα· καὶ λέγει αὐτῷ ὁ κηπουρός· Τίς ποτε ἔδωκέ μοι ἀῤῥαβῶνα, καὶ οὐκ ἔτι ἦλθε· λάβε οὖν τὰ βαΐα σύ. Καὶ λαβὼν αὐτὰ ἦλθε πρὸς τὸν γέροντα, καὶ ἀνήγγειλεν αὐτῷ ταῦτα. Καὶ ὡς ἤκουσεν ὁ γέρων, ἔκρουσεν εἰς τὰς χεῖρας αὐτοῦ, λέγων Ὁ Ὢρ οὐκ ἐργάζεται ἐφ' ἔτος. Καὶ οὐκ ἀφῆκε τὰ βαΐα ἔσω, ἕως ἀπήνεγκεν αὐτὰ εἰς τὸν τόπον αὐτῶν.
εʹ. Εἶπεν ὁ ἀββᾶς Ὤρ· Εἰ ὁρᾷς με λογισμὸν ἔχοντα κατὰ τινὸς, γίνωσκε ὅτι καὶ αὐτὸς τὸν αὐτὸν ἔχει εἰς ἐμέ.
ϛʹ. Ἦν τις κώμης ἐν τοῖς μέρεσι τοῦ ἀββᾶ Ὢρ, Λογγῖνος καλούμενος, καὶ πολλὰς ἐλεημοσύνας ἐποίει· καὶ παραβαλόντι τινὶ τῶν Πατέρων, παρεκάλεσεν αὐτὸν ἵνα ἄρῃς
αὐτὸν πρὸς τὸν ἀββᾶν Ὤρ. Ἀπελθὼν οὖν πρὸς τὸν γέροντα ὁ μοναχὸς ἐνεκωμίαζε τὸν κώμητα, ὅτι καλός ἐστι, καὶ πολλὰς ἐλεημοσύνας ποιεῖ. Καὶ νοήσας ὁ γέρων, λέγει· Ναὶ καλός ἐστιν. Ἤρξατο οὖν ὁ μοναχὸς παρακαλεῖν αὐτὸν, λέγων· Συγχώρησον αὐτὸν, ἀββᾶ, ἵνα ἔλθῃ καὶ ἴδῃ σε. Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπε· Φύσει οὐ περνᾷ τὴν φάραγγα ταύτην, καὶ βλέπει με.
ζʹ. Ἠρώτησεν ὁ ἀββᾶς Σισόης τὸν ἀββᾶν Ὢρ, λέγων· Εἰπέ μοι λόγον. Καὶ εἶπεν αὐτῷ· Ἔχεις πίστιν εἰς ἐμέ; Καὶ εἶπε· Ναί. Εἶπεν οὖν αὐτῷ· Ὕπαγε, καὶ ὃ ἑώρακάς με ποιοῦντα, ποίησον καὶ σύ. Καὶ εἶπεν αὐτῷ· Τί ὁρῶ, Πάτερ, εἰς σέ; Ἔφη δὲ αὐτῷ ὁ γέρων, ὅτι Ὁ λογισμός μου κατώτερός ἐστι πάντων ἀνθρώπων.
ηʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ὢρ καὶ τοῦ ἀββᾶ Θεοδώρου, ὅτι ἦσαν βάλλοντες ἀρχὰς ἀγαθὰς, καὶ εὐχαριστοῦντες τῷ Θεῷ διαπαντός.
θʹ. Εἶπεν ὁ ἀββᾶς Ὤρ· Στέφανός ἐστι μοναχοῦ ἡ ταπεινοφροσύνη.
ιʹ. Εἶπε πάλιν· Ὁ πλέον τῆς ἀξίας τιμώμενος ἢ ἐπαινούμενος πολὺ ζημιοῦται· ὁ δὲ μηδὲ ὅλως τιμώμενος ὑπὸ τῶν ἀνθρώπων ἄνωθεν δοξασθήσεται.
ιαʹ. Πάλιν εἶπεν· Ὅταν λογισμὸς ὑψηλοφροσύνης ἢ ὑπερηφανίας ὑπεισέλθοι σοι, ἐρεύνα σου τὸ συνειδὸς, εἰ πάσας τὰς ἐντολὰς ἐφύλαξας, εἰ ἀγαπᾷς τοὺς ἐχθρούς σου, καὶ λυπῇ ἐπὶ τῇ ἐλαττώσει αὐτῶν, καὶ ἔχεις ἑαυτὸν δοῦλον ἀχρεῖον, καὶ πάντων ἁμαρτωλότερον· καὶ τότε μηδὲ οὕτως μέγα φρονήσῃς, ὡς πάντα κατορθώσας· εἰδὼς ὅτι οὗτος ὁ λογισμὸς πάντα καταλύει.
ιβʹ. Εἶπε πάλιν· Ἐν παντὶ πειρασμῷ μὴ μέμφου ἄνθρωπον, ἀλλὰ σεαυτὸν μόνον, λέγων, ὅτι Διὰ τὰς ἁμαρτίας μου ταῦτα συμβαίνει μοι.
ιγʹ. Πάλιν εἶπε· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου κατὰ τοῦ ἀδελφοῦ σου, λέγων, ὅτι Νηφαλιώτερός εἰμι καὶ ἀσκητικώτερος· ἀλλ' ὑποτάσσου τῇ χάριτι τοῦ Χριστοῦ ἐν πνεύματι πτωχείας καὶ ἀγάπης ἀνυποκρίτου, ἵνα μὴ πνεύματι καυχήσεως περιπέσῃς, καὶ ἀπολέσῃς σου τὸν κόπον. Γέγραπται γάρ· Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ. Ἅλατι δὲ ἠρτυμένος ἔσο ἐν Κυρίῳ.
ιδʹ. Εἶπε πάλιν· Ἢ φεύγων φεῦγε τοὺς ἀνθρώπους, ἢ ἔμπαιξον τὸν κόσμον καὶ τοὺς ἀνθρώπους, μωρὸν σεαυτὸν εἰς τὰ πολλὰ ποιῶν.
ιεʹ. Πάλιν εἶπεν· Ἐὰν καταλαλήσῃς τοῦ ἀδελφοῦ σου, καὶ πλήξῃ σε τὸ συνειδός σου, ἄπελθε, βάλε αὐτῷ μετάνοιαν, καὶ εἰπὲ, ὅτι Κατελάλησά σου, καὶ ἀσφάλισαι μηκέτι ἐμπαιχθῆναι. Θάνατος γάρ ἐστι τῆς ψυχῆς ἡ καταλαλιά.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου