Τρίτη, 7 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ Πέρσου.


Περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ Πέρσου.
αʹ. Ἦλθέ ποτε παιδίον θεραπευθῆναι ἀπὸ δαίμονος· καὶ παρέβαλον ἀδελφοὶ ἀπὸ κοινοβίου τῆς Αἰγύπτου. Καὶ ἐξελθὼν ὁ γέρων εἶδε τὸν ἀδελφὸν ἁμαρτάνοντα μετὰ τοῦ παιδίου, καὶ οὐκ ἤλεγξεν αὐτὸν, λέγων· Εἰ ὁ Θεὸς ὁ πλάσας αὐτοὺς βλέπων οὐ καίει αὐτοὺς, ἐγὼ τίς εἰμι ἵνα ἐλέγξω αὐτούς;
βʹ. Διηγήσατό τις τῶν Πατέρων περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ Πέρσου, ὅτι ἐκ τῆς πολλῆς αὐτοῦ χάριτος εἰς βαθυτάτην ἤλασεν ἀκακίαν. Οὗτος δὲ ἔμενεν ἐν Ἀραβίᾳ τῆς Αἰγύπτου. Ἐχρήσατο δέ ποτε παρὰ ἀδελφοῦ ἓν χρύσινον, καὶ ἠγόρασε λινάρια, ἵνα ἐργάσηται. Καὶ ἦλθεν ἀδελφὸς παρακαλῶν αὐτὸν, καὶ λέγων· Χάρισαί μοι, ἀββᾶ, ὀλίγα λινάρια, ἵνα ποιήσω ἐμαυτῷ λεβίτωνα. Καὶ ἔδωκεν αὐτῷ μετὰ χαρᾶς. Ὁμοίως δὲ καὶ ἄλλος ἦλθε παρακαλῶν αὐτόν· Δός μοι ὀλίγα λινάρια, ἵνα ποιήσω μου λέντιον. Ἔδωκε δὲ καὶ αὐτῷ ὁμοίως. Καὶ ἄλλων αἰτησάντων, ἐδίδου ἁπλῶς μετὰ χαρᾶς. Ὕστερον ἔρχεται ὁ κύριος τοῦ ὁλοκοτίνου θέλων αὐτό. Λέγει αὐτῷ ὁ γέρων· Ἐγὼ ὑπάγω καὶ φέρω σοι αὐτό. Καὶ μὴ ἔχων πόθεν ἀποδοῦναι, ἀνέστη ἀπελθεῖν πρὸς τὸν ἀββᾶν Ἰάκωβον τὸν τῆς διακονίας, παρακαλέσαι αὐτὸν δοῦναι αὐτῷ τὸ νόμισμα, ἵνα ἀποδώσει τῷ ἀδελφῷ. Καὶ ὑπάγων εὗρεν ὁλοκοτίνην κείμενον χαμαὶ, καὶ οὐχ ἥψατο αὐτοῦ. Ποιήσας δὲ εὐχὴν, ὑπέστρεψεν εἰς τὸ κελλίον ἑαυτοῦ. Καὶ ἦλθεν ὁ ἀδελφὸς πάλιν ὀχλῶν τῷ διὰ τὸ νόμισμα. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ἐγὼ πάντως φροντίζω. Καὶ ἀπελθὼν πάλιν, εὗρε τὸ νόμισμα χαμαὶ ὅπου ἦν· καὶ ποιήσας εὐχὴν πάλιν, ὑπέστρεψεν εἰς τὸ κελλίον ἑαυτοῦ. Καὶ ἰδοὺ ὁμοίως ἦλθεν ὁ ἀδελφὸς ὁ ὀχλῶν αὐτόν. Καὶ λέγει ὁ γέρων, ὅτι Πάντως τὸ ἅπαξ τοῦτο φέρω αὐτό. Καὶ ἀναστὰς πάλιν, ἦλθε κατ' ἐκείνου τοῦ τόπου· καὶ εὗρεν αὐτὸ ἐκεῖ κείμενον. Καὶ ποιήσας εὐχὴν, ἔλαβεν αὐτό. Καὶ ἦλθε πρὸς τὸν ἀββᾶν Ἰάκωβον, καὶ λέγει αὐτῷ· Ἀββᾶ, ἐρχόμενος πρὸς σὲ εὗρον τὸ νόμισμα τοῦτο ἐν τῇ ὁδῷ· ποίησον οὖν ἀγάπην, καὶ κήρυξον ἐν τῇ ἐνορίᾳ, μήτις ἀπώλεσεν αὐτό· καὶ ἐὰν εὑρεθῇ ὁ κύριος αὐτοῦ, δὸς αὐτό. Ἀπελθὼν οὖν ὁ γέρων, ἐπὶ τρεῖς ἡμέρας ἐκήρυξε· καὶ οὐδεὶς εὑρέθη ὁ ἀπολέσας τὸ νόμισμα. Τότε λέγει ὁ γέρων τῷ ἀββᾷ Ἰακώβῳ· Εἰ οὖν οὐδεὶς αὐτὸ ἀπώλεσε, δὸς αὐτὸ τῷδε τῷ ἀδελφῷ· χρεωστῶ γὰρ αὐτῷ· καὶ ἐρχόμενος λαβεῖν παρὰ σοῦ ἀγάπην καὶ ἀποδοῦναι τὸ χρέος, εὗρον αὐτό. Καὶ ἐθαύμασεν ὁ γέρων, πῶς χρεωστῶν καὶ εὑρὼν οὐκ εὐθέως ἔλαβε καὶ ἔδωκεν αὐτό. Καὶ τοῦτο δὲ ἦν αὐτοῦ τὸ θαυμαστὸν, ὅτι εἰ ἤρχετό τις χρήσασθαι παρ' αὐτοῦ τί ποτε, οὐ δι' ἑαυτοῦ παρεῖχεν, ἀλλ' ἔλεγε τῷ ἀδελφῷ· Ὕπαγε, σεαυτῷ ἆρον εἴ τι χρῄζεις· καὶ εἰς ἔφερεν, ἔλεγεν αὐτῷ· Ἀπόθου αὐτὸ πάλιν εἰς τὸν τόπον αὐτοῦ. Εἰ δὲ οὐδὲ ἔφερεν ὁ λαμβάνων, οὐδὲν ἔλεγεν αὐτῷ.
γʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ Πέρσου, ὅτι κακούργων αὐτῷ ἐπιστάντων, νιπτῆρα προσέφερε, καὶ ἠξίου τοὺς πόδας αὐτῶν νίπτειν· κἀκεῖνοι αἰδεσθέντες μετανοεῖν ἤρξαντο.
δʹ. Εἶπέ τις τῷ ἀββᾷ Ἰωάννῃ τῷ Πέρσῃ, ὅτι Τοσοῦτον κόπον ἐποιήσαμεν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· ἆρα κληρονομῆσαι αὐτὴν ἔχομεν; Καὶ εἶπεν ὁ γέρων· Ἐγὼ πιστεύω κληρονομῆσαι τὴν ἄνω Ἱερουσαλὴμ τὴν ἀπογεγραμμένην ἐν τοῖς οὐρανοῖς. Πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος. Διατί δὲ ἀπιστήσω; Φιλόξενος ὡς ὁ Ἀβραὰμ γέγονα, πραῢς ὡς ὁ Μωϋσῆς, ἅγιος ὡς ὁ Ἀαρὼν, ὑπομονητικὸς ὡς ὁ Ἰὼβ, ταπεινόφρων ὡς ὁ Δαβὶδ, ἐρημίτης ὡς ὁ Ἰωάννης πενθικὸς ὡς ὁ Ἱερεμίας, διδάσκαλος ὡς ὁ Παῦλος πιστὸς ὡς ὁ Πέτρος, σοφὸς ὡς ὁ Σολωμών. Καὶ πιστεύω ὡς ὁ λῃστὴς, ὅτι ὁ ταῦτά μοι χαρισάμενος δι' οἰκείαν ἀγαθότητα, καὶ τὴν βασιλείαν παράσχῃ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου