Πέμπτη, 2 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Δανιήλ.


Περὶ τοῦ ἀββᾶ Δανιήλ.
αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Δανιὴλ, ὅτι ὅτε ἦλθον οἱ βάρβαροι εἰς Σκῆτιν, ἔφυγον οἱ Πατέρες· καὶ λέγει ὁ γέρων· Εἰ μὴ φροντίζει μου ὁ Θεὸς, ἵνα τί καὶ ζῶ; καὶ παρῆλθε διὰ τῶν βαρβάρων, καὶ οὐκ εἶδον αὐτόν. Λέγει τότε πρὸς ἑαυτόν· Ἰδοὺ ἐφρόντισέ μου ὁ Θεὸς, καὶ οὐκ ἀπέθανον, ποίησον οὖν καὶ σὺ τὸ ἀνθρώπινον, καὶ φύγε ὡς οἱ Πατέρες.
βʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶ Δανιὴλ, λέγων· Δός μοι μίαν ἐντολὴν, καὶ φυλάξω αὐτήν. Καὶ λέγει αὐτῷ· Μηδέποτε χαλάσῃς τὴν χεῖρά σου μετὰ γυναικὸς εἰς πινάκιν, καὶ φάγῃς μετ' αὐτῆς· καὶ ἐν τούτῳ φεύξῃ ἐκ τοῦ δαίμονος τῆς πορνείας μικρόν.
γʹ. Εἶπεν ὁ ἀββᾶς Δανιὴλ, ὅτι Ἦν ἐν Βαβυλῶνι θυγάτηρ πρωτεύοντος δαιμόνιον ἔχουσα· εἶχε δὲ ὁ πατὴρ αὐτῆς ἀγαπητὸν μοναχόν τινα· καὶ λέγει αὐτῷ· Οὐδεὶς δύναται θεραπεῦσαι τὴν θυγατέρα σου, εἰ μὴ οὓς οἶδα ἀναχωρητάς· καὶ ἐὰν αὐτοὺς παρακαλέσῃς, οὐκ ἀνέχονται τοῦτο ποιῆσαι διὰ ταπεινοφροσύνην. Ἀλλὰ τοῦτο ποιήσωμεν· ὅτ' ἂν ἔλθωσιν εἰς τὴν ἀγορὰν, ποιήσατε ἑαυτοὺς ὡς θέλοντες ἀγοράσαι σκεύη καὶ ὅταν ἔλθωσι λαβεῖν τὴν τιμὴν αὐτῶν, λέγομεν αὐτοῖς ἵνα ποιήσωσιν εὐχὴν, καὶ πιστεύω ὅτι θεραπεύεται. Καὶ ἐξελθόντες ἐν τῇ ἀγορᾷ, εὗρον ἕνα
μαθητὴν τῶν γερόντων καθήμενον ἵνα πωλήσῃ τὰ σκεύη αὐτῶν· καὶ ἔλαβον αὐτὸν μετὰ τῶν σπυρίδων, ὡς ἵνα λάβῃ τὸ τίμημα αὐτῶν. Καὶ ὅτε ἦλθεν ὁ μοναχὸς εἰς τὸν οἶκον, ἦλθεν ἡ δαιμονιζομένη, καὶ ἔδωκεν αὐτῷ ῥάπισμα. Ὁ δὲ ἔστρεψε καὶ τὴν ἄλλην σιαγόνα, κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου. Καὶ βασανισθεὶς ὁ δαίμων, ἔκραξε λέγων· Ὢ βία! ἡ ἐντολὴ τοῦ Ἰησοῦ ἐκβάλλει με. Καὶ εὐθέως ἐκαθαρίσθη ἡ γυνή. Καὶ ὡς ἦλθον οἱ γέροντες, ἀνήγγειλαν αὐτοῖς τὸ γενόμενον. Καὶ ἐδόξασαν τὸν Θεὸν, καὶ εἶπον· Ἔθος ἐστὶ τῇ ὑπερηφανίᾳ τοῦ διαβόλου, πίπτειν ἀπὸ τῆς ταπεινώσεως τῆς ἐντολῆς τοῦ Χριστοῦ.
δʹ. Ἔλεγε πάλιν ὁ ἀββᾶς Δανιὴλ, ὅτι ὅσον τὸ σῶμα θάλλει, τοσοῦτον ἡ ψυχὴ λεπτύνεται· καὶ ὅσον τὸ σῶμα λεπτύνεται, τοσοῦτον ἡ ψυχὴ θάλλει.
εʹ. Ὥδευόν ποτε ὁ ἀββᾶς Δανιὴλ καὶ ὁ ἀββᾶς Ἀμμώης. Καὶ λέγει ὁ ἀββᾶς Ἀμμώης· Πότε καθεζόμεθα καὶ ἡμεῖς εἰς τὸ κελλίον, Πάτερ; Λέγει αὐτῷ ὁ ἀββᾶς Δανιήλ· Τίς γὰρ ἀφαιρεῖ ἀφ' ἡμῶν τὸν Θεὸν ἄρτι; ὁ Θεός ἐστιν ἐν τῷ κελλίῳ, καὶ πάλιν ἔξω ὁ Θεός ἐστιν.
ϛʹ. Διηγήσατο ὁ ἀββᾶς Δανιὴλ, ὅτι ὅτε ἦν ἐν Σκήτει ὁ ἀββᾶς Ἀρσένιος, ἦν τις ἐκεῖ μοναχὸς κλέπτων τὰ σκεύη τῶν γερόντων. Καὶ ἔλαβεν αὐτὸν ὁ ἀββᾶς Ἀρσένιος εἰς τὴν κέλλαν αὐτοῦ, θέλων αὐτὸν κερδῆσαι, καὶ τοὺς γέροντας ἀναπαῦσαι, καὶ λέγει αὐτῷ· Εἴ τι ἂν θέλῃς, ἐγώ σοι παρέχω· μόνον μὴ κλέψῃς· καὶ ἔδωκεν αὐτῷ χρυσίον καὶ κέρμα καὶ ἱματισμὸν, καὶ πᾶσαν τὴν χρείαν αὐτοῦ. Ἀπελθὼν δὲ πάλιν ἔκλεπτεν. Οἱ οὖν γέροντες, ἰδόντες ὅτι οὐκ ἐπαύσατο, ἐδίωξαν αὐτὸν, λέγοντες, ὅτι Ἐὰν εὑρεθῇ ἀδελφὸς ἔχων ἀσθένειαν ἐλαττώματος, χρὴ βαστάζειν αὐτόν· ἐὰν δὲ κλέπτῃ, διώξατε αὐτόν· ὅτι καὶ τὴν ψυχὴν αὐτοῦ ζημιοῖ, καὶ ὅλους τοὺς ἐν τῷ τόπῳ ταράττει.
ζʹ. Διηγήσατο ὁ ἀββᾶς Δανιὴλ ὁ Φαρανίτης, ὅτι Εἶπεν ὁ Πατὴρ ἡμῶν ἀββᾶς Ἀρσένιος περί τινος Σκητιώτου, ὅτι ἦν πρακτικὸς μέγας, ἀφελὴς δὲ εἰς τὴν πίστιν· καὶ ἐσφάλλετο διὰ ἰδιωτείαν· καὶ ἔλεγεν· Οὐκ ἔστι φύσει ὁ ἄρτος ὃν λαμβάνομεν σῶμα Χριστοῦ, ἀλλ' ἀντίτυπον. Καὶ ἤκουσαν δύο γέροντες ὅτι λέγει τὸν λόγον τοῦτον, καὶ γινώσκοντες μέγαν αὐτὸν ὄντα τῷ βίῳ, ἐλογίσαντο ὅτι ἐν ἀκακίᾳ καὶ ἀφελότητι λέγει, καὶ ἦλθον πρὸς αὐτὸν, καὶ λέγουσιν αὐτῷ· Ἀββᾶ, λόγον ἠκούσαμεν περὶ τινὸς ἄπιστον, ὅτι λέγει ὅτι ὁ ἄρτος ὃν μεταλαμβάνομεν, οὐκ ἔστι φύσει σῶμα Χριστοῦ, ἀλλ' ἀντίτυπόν ἐστι. Λέγει ὁ γέρων· Ἐγώ εἰμι ὁ τοῦτο λέγων. Οἱ δὲ παρεκάλουν αὐτὸν λέγοντες· Μὴ οὕτως κρατήσῃς, ἀββᾶ, ἀλλ' ὡς παρέδωκεν ἡ καθολικὴ Ἐκκλησία. Ἡμεῖς γὰρ πιστεύομεν, ὅτι αὐτὸς ὁ ἄρτος σῶμά ἐστι τοῦ Χριστοῦ, καὶ τὸ ποτήριον αὐτό ἐστι τὸ αἷμα τοῦ Χριστοῦ, κατὰ ἀλήθειαν, καὶ οὐ κατ' ἀντίτυπον. Ἀλλ' ὥσπερ ἐν ἀρχῇ χοῦν λαβὼν ἀπὸ τῆς γῆς ἔπλασε τὸν ἄνθρωπον κατ' εἰκόνα αὐτοῦ, καὶ οὐδεὶς δύναται εἰπεῖν ὅτι οὐκ ἔστιν εἰκὼν Θεοῦ, εἰ καὶ ἀκατάληπτος· οὕτως ὁ ἄρτος ὃν εἶπεν ὅτι Σῶμά μού ἐστιν, οὕτως πιστεύομεν ὅτι κατὰ ἀλήθειαν σῶμά ἐστι Χριστοῦ. Ὁ δὲ γέρων ἔφη· Ἐὰν μὴ πεισθῶ ἀπὸ πράγματος, οὐ πληροφοροῦμαι. Οἱ δὲ εἶπον πρὸς αὐτόν· Δεηθῶμεν τοῦ Θεοῦ τὴν ἑβδομάδα ταύτην περὶ τοῦ μυστηρίου τούτου, καὶ πιστεύομεν ὅτι ὁ Θεὸς ἀποκαλύπτει ἡμῖν. Ὁ δὲ γέρων μετὰ χαρᾶς ἐδέξατο τὸν λόγον· καὶ ἐδέετο τοῦ Θεοῦ, λέγων· Κύριε, σὺ γινώσκεις ὅτι οὐ κατὰ κακίαν ἀπιστῶ· ἀλλ' ὅπως μὴ ἐν ἀγνωσίᾳ πλανηθῶ, ἀποκάλυψόν μοι, Κύριε Ἰησοῦ Χριστέ. Ἀπελθόντες δὲ οἱ γέροντες εἰς τὰ κελλία ἑαυτῶν, παρεκάλουν τὸν Θεὸν καὶ αὐτοὶ, λέγοντες· Κύριε Ἰησοῦ Χριστὲ, ἀποκάλυψον τῷ γέροντι τὸ μυστήριον τοῦτο, ἵνα πιστεύσῃ, καὶ μὴ ἀπολέσῃ τὸν κόπον αὐτοῦ. Καὶ εἰσήκουσεν ὁ Θεὸς ἀμφοτέρων. Καὶ πληρωθείσης τῆς ἑβδομάδος, ἦλθον τῇ Κυριακῇ εἰς τὴν ἐκκλησίαν, καὶ ἔστησαν ἐπὶ τὸ αὐτὸ οἱ τρεῖς μόνοι εἰς ἓν ἐμβρίμιν, μέσος δὲ ἦν ὁ γέρων. Ἀνεῴχθησαν δὲ αὐτῶν οἱ ὀφθαλμοί· καὶ ὅτε ἐτέθη ὁ ἄρτος εἰς τὴν ἁγίαν τράπεζαν, ἐφαίνετο τοῖς τρισὶ μόνοις ὡς παιδίον. Καὶ ὡς ἐξέτεινεν ὁ πρεσβύτερος τὴν χεῖρα κλάσαι τὸν ἄρτον, ἰδοὺ ἄγγελος Κυρίου κατῆλθεν ἐξ οὐρανοῦ ἔχων μάχαιραν, καὶ ἔθυσε τὸ παιδίον, καὶ ἐκένωσε τὸ αἷμα αὐτοῦ εἰς τὸ ποτήριον. Ὡς δὲ ἔκλασεν ὁ πρεσβύτερος εἰς μικρὰ μέρη τὸν ἄρτον, καὶ ὁ ἄγγελος ἔκοπτεν ἐκ τοῦ παιδίου μικρὰ μέρη. Καὶ ὡς προσῆλθον λαβεῖν ἐκ τῶν ἁγίων, ἐδόθη τῷ γέροντι μόνῳ κρέας ᾑματωμένον· καὶ ἰδὼν ἐφοβήθη, καὶ ἔκραξε λέγων· Πιστεύω, Κύριε, ὅτι ὁ ἄρτος σῶμά σού ἐστι, καὶ τὸ ποτήριον αἷμά σού ἐστι. Καὶ εὐθέως ἐγένετο τὸ ἐν τῇ χειρὶ αὐτοῦ κρέας, ἄρτος κατὰ τὸ μυστήριον· καὶ μετέλαβεν εὐχαριστῶν τῷ Θεῷ. Καὶ λέγουσιν αὐτῷ οἱ γέροντες· Ὁ Θεὸς οἶδε τὴν ἀνθρωπίνην φύσιν, ὅτι οὐ δύναται φαγεῖν κρέα ὠμὰ, καὶ διὰ τοῦτο μετεποίησε τὸ σῶμα εἰς ἄρτον, καὶ τὸ αἷμα αὐτοῦ εἰς οἶνον, τοῖς πίστει δεχομένοις. Καὶ ηὐχαρίστησαν τῷ Θεῷ περὶ τοῦ γέροντος, ὅτι οὐκ ἀφῆκεν ἀπολέσθαι τοὺς κόπους αὐτοῦ, καὶ ἀπῆλθον οἱ τρεῖς μετὰ χαρᾶς εἰς τὰ κελλία αὐτῶν.
ηʹ. Ὁ αὐτὸς ἀββᾶς Δανιὴλ διηγήσατο περὶ ἄλλου τινὸς γέροντος μεγάλου, καθημένου εἰς τὰ κάτω μέρη τῆς Αἰγύπτου, ὅτι ἔλεγεν ἐν ἀφελότητι, ὅτι ὁ Μελχισεδὲκ υἱός ἐστι τοῦ Θεοῦ. Καὶ ἀνηγγέλη τῷ μακαρίῳ Κυρίλλῳ τῷ ἀρχιεπισκόπῳ Ἀλεξανδρείας περὶ αὐτοῦ· καὶ ἔπεμψεν ἐπ' αὐτόν. Εἰδὼς δὲ ὅτι σημειοφόρος ἐστὶν ὁ γέρων, καὶ εἴ τι αἰτεῖ τῷ Θεῷ, ἀποκαλύπτει αὐτῷ, καὶ ὅτι ἐν ἀφελότητι λέγει τὸν λόγον, ἐχρήσατο τοιαύτῃ σοφίᾳ, λέγων· Ἀββᾶ, παρακαλῶ σε, ἐπειδὴ ὁ λογισμός μου λέγει, ὅτι ὁ Μελχισεδὲκ υἱὸς τοῦ Θεοῦ ἐστι, καὶ ἄλλος λογισμὸς λέγει, ὅτι οὒ, ἀλλ' ἄνθρωπός ἐστιν ἀρχιερεὺς τοῦ Θεοῦ· ἐπεὶ οὖν διστάζω περὶ τούτου, ἀπέστειλα πρὸς σὲ, ἵνα δεηθῇς τοῦ Θεοῦ, ὅπως σοι ἀποκαλύψῃ περὶ τούτου. Ὁ δὲ γέρων τῇ αὐτοῦ πολιτείᾳ θαῤῥῶν, εἶπε μετὰ παῤῥησίας· Ἔνδος μοι τρεῖς ἡμέρας, κἀγὼ ἐρωτῶ τὸ Θεὸν περὶ τούτου, καὶ ἀναγγέλλω σοι τίς ἐστιν. Ἀπελθὼν οὖν ἐδέετο τοῦ Θεοῦ περὶ τοῦ ῥήματος τούτου. Καὶ ἐλθὼν μετὰ τρεῖς ἡμέρας, λέγει τῷ μακαρίῳ Κυρίλλῳ, ὅτι ἄνθρωπός ἐστιν ὁ Μελχισεδέκ. Καὶ εἶπεν αὐτῷ ὁ ἀρχιεπίσκοπος· Πῶς οἶδας, ἀββᾶ; Ὁ δὲ εἶπεν· Ὁ Θεὸς ἀπεκάλυψέ μοι ὅλους τοὺς πατριάρχας, οὕτως ἕνα ἕκαστον παρερχόμενον ἐνώπιόν μου, ἀπὸ Ἀδὰμ μέχρι Μελχισεδέκ· καὶ θάρσει ὅτι οὕτως ἐστίν. Ἀπελθὼν οὖν, δι' ἑαυτοῦ ἐκήρυσσεν ὅτι ἄνθρωπός ἐστιν ὁ Μελχισεδέκ. Καὶ ἐχάρη μεγάλως ὁ μακάριος Κύριλλος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου