Πέμπτη, 9 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Καρίωνος.


Περὶ τοῦ ἀββᾶ Καρίωνος.
αʹ. Εἶπεν ὁ ἀββᾶς Καρίων, ὅτι Πολλοὺς κόπους ἐποίησα, πλέον τοῦ υἱοῦ μου Ζαχαρίου, καὶ οὐκ ἔφθασα εἰς τὰ μέτρα αὐτοῦ, ἐν τῇ ταπεινώσει καὶ ἐν τῇ σιωπῇ αὐτοῦ.
βʹ. Γέγονέ τις ἐν τῇ Σκήτει μοναχὸς, ἀββᾶς Καρίων λεγόμενος. Οὗτος ἐσχηκὼς δύο τέκνα, ἐάσας αὐτὰ τῇ ἰδίᾳ γυναικὶ, ἀνεχώρησε. Μετὰ δὲ καιρὸν, λιμοῦ γενομένου ἐν τῇ Αἰγύπτῳ, στενωθεῖσα ἡ γυνὴ αὐτοῦ, ἦλθεν ἐν τῇ Σκήτει φέρουσα τὰ δύο παιδία μεθ' ἑαυτῆς (ἦν δὲ τὸ ἓν ἀῤῥενικὸν λεγόμενον Ζαχαρίας, καὶ τὸ ἓν θηλυκὸν), καὶ καθίσασα πόῤῥωθεν τοῦ γέροντος ἐν τῷ ἕλει· ἕλος γὰρ παράκειται ἐν τῇ Σκήτει, ἔνθα καὶ αἱ ἐκκλησίαι ᾠκοδόμηνται, καὶ αἱ πηγαὶ τῶν ὑδάτων εἰσί. Συνήθεια δὲ τοιαύτη ἦν ἐν τῇ Σκήτει, ἵνα ἔλθῃ γυνὴ, λαλῆσαι ἀδελφῷ αὐτῆς, ἢ ἄλλῳ διαφέροντι αὐτῇ, ἀπὸ μακρόθεν καθεζομένων αὐτῶν ἀπ' ἀλλήλων ὁμιλῶσιν ἀλλήλοις. Τότε λέγει ἡ γυνὴ τῷ ἀββᾷ Καρίωνι· Ἰδοὺ γέγονας μοναχὸς, καὶ λιμός ἐστι· τίς οὖν τρέφει τὰ τέκνα σου; Λέγει αὐτῇ ὁ ἀββᾶς Καρίων· Καὶ ἀπόστειλόν μοι αὐτὰ ὧδε. Λέγει ἡ γυνὴ τοῖς τέκνοις· Ἀπέλθετε πρὸς τὸν πατέρα ὑμῶν. Ἐρχομένων οὖν αὐτῶν πρὸς τὸν πατέρα αὐτῶν, τὸ θηλυκὸν ὑπέστρεψε πρὸς τὴν μητέρα αὐτοῦ, τὸ δὲ ἀῤῥενικὸν ἦλθε πρὸς τὸν ἴδιον πατέρα. Τότε λέγει αὐτῇ· Ἰδοὺ καλῶς ἐγένετο· λάβε σὺ τὸ θηλυκὸν καὶ ἄπελθε, κἀγὼ τὸ ἀῤῥενικόν. Ἀνέτρεφεν οὖν αὐτὸ ἐν τῇ Σκήτει, πάντων εἰδότων ὅτι τέκνον αὐτοῦ ἐστιν. Ὡς δὲ ἡλικίας γέγονε, γογγυσμὸς ἐγένετο ἐν τῇ ἀδελφότητι περὶ αὐτοῦ. Καὶ ἀκούσας ὁ ἀββᾶς Καρίων, λέγει τῷ τέκνῳ αὐτοῦ· Ζαχαρία, ἔγειρε, ἄγωμεν ἐντεῦθεν, ὅτι γογγύζουσιν οἱ Πατέρες. Λέγει αὐτῷ ὁ μικρός· Ἀββᾶ, πάντες οἴδασιν ἐνταῦθα ὅτι υἱός σού εἰμι· ἐὰν δὲ ἄλλῃ ἀπέλθωμεν, οὐκ ἔχουσι λέγειν ὅτι υἱός σού εἰμι. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ἔγειρε, ἄγωμεν ἐντεῦθεν. Καὶ ἀπῆλθον ἐν τῇ Θηβαΐδι. Ὡς δὲ λαβόντες κελλίον ἐκάθισαν ὀλίγας ἡμέρας, κἀκεῖ ὁ αὐτὸς γογγυσμὸς γέγονε περὶ τοῦ παιδίου. Τότε λέγει αὐτῷ ὁ πατὴρ αὐτοῦ· Ζαχαρία, ἔγειρε, ἄγωμεν ἐν τῇ Σκήτει. Καὶ ἐλθόντων αὐτῶν ἐν τῇ Σκήτει, καὶ ὀλίγων ἡμερῶν παρελθουσῶν, πάλιν γογγυσμὸς ἐγένετο περὶ αὐτοῦ. Τότε Ζαχαρίας ὁ παῖς, ἐλθὼν εἰς τὴν λίμνην τοῦ νίτρου, καὶ ἀποδυσάμενος, κατῆλθε κάτω μέχρι τῆς ῥινὸς αὐτοῦ καταβαπτίσας ἑαυτόν· καὶ μείνας ἐπὶ πολλὴν ὥραν, ὅσην ἠδύνατο, ἠφάνισε τὸ ἑαυτοῦ σῶμα· γέγονε γὰρ ὡς λελωβημένος. Καὶ ἀνελθὼν ἐφόρεσε τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπῆλθε πρὸς τὸν ἴδιον πατέρα· καὶ μόλις ἐπέγνω αὐτόν. Ἀπελθόντος δὲ αὐτοῦ εἰς τὴν ἁγίαν κοινωνίαν κατὰ τὸ ἔθος, ἀπεκαλύφθη τῷ ἁγίῳ Ἰσιδώρῳ τῷ πρεσβυτέρῳ τῆς Σκήτεως, ὅπερ ἐποίησε· καὶ ἰδὼν αὐτὸν καὶ θαυμάσας, εἶπε· Ζαχαρίας ὁ παῖς τῇ Κυριακῇ παρελθούσῃ ἦλθε καὶ ἐκοινώνησεν ὡς ἄνθρωπος, νῦν δὲ ὡς ἄγγελος ἐγένετο.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου