Τρίτη, 7 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Ἰωσὴφ τοῦ εἰς Πανεφώ.


Περὶ τοῦ ἀββᾶ Ἰωσὴφ τοῦ εἰς Πανεφώ.
αʹ. Ἀνῆλθόν τινες τῶν Πατέρων πρὸς τὸν ἀββᾶν Ἰωσὴφ εἰς Πανεφὼ, ἵνα ἐρωτήσωσιν αὐτὸν περὶ τῆς ἀπαντήσεως τῶν ἀδελφῶν τῶν ξενιζομένων πρὸς αὐτοὺς, εἰ χρὴ συγκαταβαίνειν καὶ παῤῥησιάζεσθαι πρὸς αὐτούς. Καὶ πρὸ τοῦ ἐρωτηθῆναι αὐτὸν, εἶπεν ὁ γέρων τῷ μαθητῇ αὐτοῦ· Κατανόησον ὃ μέλλω ποιεῖν σήμερον, καὶ ὑπόμεινον. Καὶ ἔθηκεν ὁ γέρων δύο ἐμβρίμια, ἓν ἐκ δεξιῶν, καὶ ἓν ἐξ ἀριστερῶν αὐτοῦ, καὶ εἶπε· Καθίσατε. Καὶ εἰσῆλθεν εἰς τὴν κέλλαν αὐτοῦ, καὶ ἐφόρεσεν ἱμάτια ἐπαιτικά· καὶ ἐξελθὼν ἐπέρασεν ἐν μέσῳ αὐτῶν. Καὶ πάλιν εἰσελθὼν, ἐφόρεσε τὰ ἵδια ἱμάτια· καὶ ἐξελθὼν πάλιν, ἐκάθισεν ἐν μέσῳ αὐτῶν. Αὐτοὶ δὲ ἐξέστησαν ἐπὶ τῷ ἔργῳ τοῦ γέροντος. Καὶ εἶπεν αὐτοῖς· Κατενοήσατε ὃ ἐποίησα; Λέγουσι· Ναί. Μὴ ἠλλάγην ἀπὸ τοῦ ἀτίμου φορέματος; Λέγουσιν· Οὔ. Καὶ λέγει αὐτοῖς· Εἰ οὖν αὐτὸς ἐγώ εἰμι ἐν ἀμφοτέροις· ὡς τὸ πρῶτον οὐκ ἤλλαξέ με, οὕτως οὐδὲ τὸ δεύτερον ἔβλαψέ με· οὕτως οὖν ὀφείλομεν ποιεῖν εἰς τὴν ὑποδοχὴν τῶν ξένων ἀδελφῶν, κατὰ τὸ ἅγιον Εὐαγγέλιον. Δότε γὰρ, φησὶ, τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ Ὅτε οὖν ἐστι παρουσία ἀδελφῶν, μετὰ παῤῥησίας δεξώμεθα αὐτούς. Ὅτε δὲ καταμόνας ἐσμὲν, χρείαν ἔχομεν τοῦ πένθους, ἵνα παραμείνῃ ἡμῖν. Οἱ δὲ ἀκούσαντες ἐθαύμασαν, ὅτι καὶ τὰ ἐν καρδίᾳ αὐτῶν εἶπεν αὐτοῖς πρὶν ἐρωτήσωσιν αὐτόν· καὶ ἐδόξασαν τὸν Θεόν.
βʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν τῷ ἀββᾷ Ἰωσήφ·
Εἰπέ μοι πῶς γένωμαι μοναχός; Καὶ εἶπεν· Εἰ θέλεις εὑρεῖν ἀνάπαυσιν καὶ ὧδε καὶ ἐκεῖ, ἐπὶ παντὶ πράγματι λέγε· Ἐγὼ τίς εἰμι; καὶ μὴ κρίνῃς τινά.
γʹ. Ὁ αὐτὸς πάλιν ἠρώτησε τὸν ἀββᾶν Ἰωσὴφ, λέγων· Τί ποιήσω, ὅταν προσεγγίζῃ τὰ πάθη; Ἀντιστῶ αὐτοῖς, ἢ ἀφήσω εἰσελθεῖν; Λέγει αὐτῷ ὁ γέρων· Ἄφες αὐτὰ εἰσελθεῖν, καὶ πολέμησον μετ' αὐτῶν. Ἀνακάμψας οὖν ἐν Σκήτει, ἐκάθητο· καὶ ἐλθών τις τῶν Θηβαίων ἐν Σκήτει, ἔλεγε τοῖς ἀδελφοῖς, ὅτι Ἠρώτησα τὸν ἀββᾶν Ἰωσὴφ, λέγων· Ἐὰν προσεγγίσῃ μοι πάθος, ἀντιστῶ αὐτῷ, ἢ ἀφήσω εἰσελθεῖν; Καὶ εἶπέ μοι· Μὴ ἀφήσῃς ὅλως εἰσελθεῖν τὰ πάθη, ἀλλ' εὐθέως ἔκκοψον αὐτά. Ἀκούσας δὲ ὁ ἀββᾶς Ποιμὴν, ὅτι οὕτως εἶπε τῷ Θηβαίῳ ὁ ἀββᾶς Ἰωσὴφ, ἀναστὰς ἀπῆλθε πρὸς αὐτὸν εἰς Πανεφὼ, καὶ λέγει αὐτῷ· Ἀββᾶ, ἐγὼ ἐπίστευσά σοι τοὺς λογισμούς μου· καὶ ἰδοὺ ἄλλως εἶπας ἐμοὶ, καὶ ἄλλως τῷ Θηβαίῳ. Λέγει αὐτῷ ὁ γέρων· Οὐκ οἶδας ὅτι ἀγαπῶ σε; Καὶ εἶπε· Ναί. Οὐ σὺ ἔλεγές μοι· Ὡς ἑαυτῷ εἰπέ μοι; Καὶ εἶπεν· Οὕτως ἔχει. Λέγει αὐτῷ ὁ γέρων· Ἐὰν γὰρ εἰσέλθῃ τὰ πάθη, καὶ δῷς καὶ λάβῃς μετ' αὐτῶν, δοκιμώτερόν σε καθιστῶσιν. Ἐγὼ δὲ ὡς ἐμαυτῷ ἐλάλησά σοι. Εἰσὶ δὲ ἄλλοι, οἷς οὐδὲ προσεγγίσαι τὰ πάθη συμφέρει· ἀλλ' εὐθέως ἐκκόψαι αὐτὰ χρείαν ἔχουσιν.
δʹ. Ἀδελφός τις ἠρώτησε ἀββᾶν Ἰωσὴφ, λέγων Τί ποιήσω, ὅτι οὔτε κακοπαθῆσαι δύναμαι, οὐδὲ ἐργάσασθαι καὶ δοῦναι ἀγάπην; Λέγει αὐτῷ ὁ γέρων· Εἰ οὐ δύνασαι τούτων οὐδὲ ἓν ποιῆσαι, κἂν τήρησον τὴν συνείδησίν σου ἀπὸ τοῦ πλησίον σου ἀπὸ παντὸς κακοῦ· καὶ σώζῃ.
εʹ. Ἔλεγέ τις τῶν ἀδελφῶν, ὅτι Παρέβαλόν ποτε εἰς Ἡρακλέος τὴν κάτω πρὸς τὸν ἀββᾶν Ἰωσήφ· καὶ εἶχεν ἐν τῷ μοναστηρίῳ συκάμινον ὡραῖον πάνυ. Καὶ λέγει μοι ἀπὸ πρωΐ· Ὕπαγε, φάγε· ἦν δὲ παρασκευὴ, καὶ οὐκ ἀπῆλθον διὰ τὴν νηστείαν. Καὶ παρακαλέσας αὐτὸν εἶπον· Διὰ τὸν Θεὸν, εἰπέ μοι τὸν λογισμὸν τοῦτον· ἰδοὺ σὺ ἔλεγές μοι· Ὕπαγε, φάγε· ἐγὼ δὲ διὰ τὴν νηστείαν οὐκ ἀπῆλθον, καὶ ἤμην αἰσχυνόμενος τὴν σὴν ἐντολὴν λογιζόμενος, Ποίῳ λογισμῷ ἔλεγέ μοι ὁ γέρων; Τί οὖν εἶχον ποιῆσαι; ὅτι ἐλεγές μοι, Ὕπαγε. Ὁ δὲ εἶπεν· Οἱ Πατέρες ἐξ ἀρχῆς οὐ λαλοῦσι τοῖς ἀδελφοῖς τὸ ὀρθὸν, ἀλλὰ μᾶλλον τὰ στρεβλά· καὶ ἐὰν ἴδωσιν ὅτι ποιοῦσι τὰ στρεβλὰ, οὐκ ἔτι λαλοῦσιν αὐτοῖς τὰ στρεβλὰ, ἀλλὰ τὴν ἀλήθειαν· εἰδότες, ὅτι εἰς πάντα ὑπήκοοί εἰσιν.
ϛʹ. Εἶπεν ὁ ἀββᾶς Ἰωσὴφ τῷ ἀββᾷ Λώτ· Οὐ δύνασαι γενέσθαι μοναχὸς, ἐὰν μὴ γένῃ ὡς πῦρ φλογιζόμενος ὅλος.
ζʹ. Παρέβαλεν ὁ ἀββᾶς Λὼτ τῷ ἀββᾷ Ἰωσὴφ, καὶ λέγει αὐτῷ· Ἀββᾶ κατὰ δύναμίν μου ποιῶ τὴν μικράν μου σύναξιν, καὶ τὴν μικρὰν νηστείαν μου, καὶ τὴν εὐχὴν, καὶ τὴν μελέτην, καὶ τὴν ἡσυχίαν, καὶ τὸ κατὰ δύναμίν μου καθαρεύω τοῖς λογισμοῖς. Τί οὖν ἔχω ποιῆσαι λοιπόν; Ἀναστὰς οὖν ὁ γέρων, ἥπλωσε τὰς χεῖρας εἰς τὸν οὐρανόν· καὶ γεγόνασιν οἱ δάκτυλοι αὐτοῦ, ὡς δέκα λαμπάδες πυρός· καὶ λέγει αὐ ῷ· Εἰ θέλεις, γενοῦ ὅλος ὡς πῦρ.
ηʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ἰωσὴφ, λέγων ὅτι, Θέλω ἐξελθεῖν ἀπὸ τοῦ κοινοβίου, καὶ καθίσαι καταμόνας. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ὅπου βλέπεις τὴν ψυχήν σου ἀναπαυομένην καὶ μὴ βλαπτομένην, κάθισον. Λέγει αὐτῷ ὁ ἀδελφός· Καὶ εἰς κοινόβιον ἀναπαύομαι, καὶ καταμόνας· τί οὖν θέλεις ποιήσω; Λέγει αὐτῷ ὁ γέρων· Εἰ ἀναπαύῃ εἰς τὸ κοινόβιον καὶ καταμόνας, στῆσον τοὺς δύο λογισμούς σου ὡς ἐν ζυγῷ· καὶ ὅπου βλέπεις ὅτι μᾶλλον ἐκεῖ ὠφελεῖται καὶ κατάγει ὁ λογισμός σου, τοῦτο ποίησον.
θʹ. Παρέλαβέ τις τῶν γερόντων πρὸς τὸν ἑταῖρον αὐτοῦ, ἵνα ἀπελθόντες ἐπισκέψωνται τὸν ἀββᾶν Ἰωσήφ· καὶ λέγει· Εἰπὲ τῷ μαθητῇ σου, ἵνα στρώσῃ ἡμῖν τὸν ὄνον. Καὶ λέγει· Φώνησον αὐτόν· καὶ εἴ τι θέλεις ποιεῖ. Λέγει· Τίς καλεῖται; Ὁ δὲ ἔφη· Οὐκ οἶδα, Καὶ λέγει αὐτῷ· Πόσον χρόνον ἔχει μετὰ σοῦ, ὅτι οὐκ οἶδας τὸ ὄνομα αὐτοῦ; Καὶ εἶπεν· Ἔχει δύο ἔτη. Ὁ δὲ ἔφη· Εἰ σὺ δύο ἔτη οὐκ οἶδας τὸ ὄνομα τοῦ μαθητοῦ σου, ἐγὼ εἰς μίαν ἡμέραν τί ἔχω χρείαν μαθεῖν αὐτό;
ιʹ. Συνήχθησαν ἀδελφοί ποτε πρὸς τὸν ἀββᾶν Ἰωσήφ· καὶ καθημένων αὐτῶν, καὶ ἐπερωτώντων αὐτὸν, ἔχαιρε· καὶ προθυμούμενος ἔλεγεν αὐτοῖς· Ἐγὼ βασιλεύς εἰμι σήμερον· ἐβασίλευσα γὰρ ἐπὶ τὰ πάθη.
ιαʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰωσὴφ τῆς Πανεφὼ, ὅτι μέλλοντος αὐτοῦ τελευτᾷν, καθημένων γερόντων, προσχὼν πρὸς τὴν θυρίδα, εἶδε τὸν διάβολον καθήμενον πρὸς τῇ θυρίδι· καὶ φωνήσας τῷ μαθητῇ αὐτοῦ, ἔλεγε· Φέρε τὴν ῥάβδον· νομίζει γὰρ οὗτος ὅτι ἐγήρασα, καὶ οὐκ ἔτι δύναμαι πρὸς αὐτόν. Καὶ ὡς κατέσχε τὴν ῥάβδον, εἶδον οἱ γέροντες ὅτι ἐχάλασεν ἑαυτὸν ὡς κύων διὰ τῆς θυρίδος, καὶ ἀφανὴς ἐγένετο.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου