Παρασκευή, 10 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Νικήτα.


Περὶ τοῦ ἀββᾶ Νικήτα.
Ἔλεγεν ὁ ἀββᾶς Νικήτας περί τινων ἀδελφῶν δύο, ὅτι συνῆλθον θέλοντες οἰκῆσαι ὁμοῦ. Ἐλογίσατο δὲ ὁ εἷς ἐν ἑαυτῷ, ὅτι Εἴ τι θέλει ὁ ἀδελφός μου, ἐκεῖνο ποιῶ. Ὁμοίως καὶ ὁ ἕτερος ἐλογίσατο, ὅτι Τὸ θέλημα τοῦ ἀδελφοῦ μου ποιήσω. Καὶ ἔζησαν ἐπὶ ἔτη πολλὰ μετὰ πολλῆς ἀγάπης. Ἰδὼν δὲ ὁ ἐχθρὸς, ἀπῆλθε θέλων χωρίσαι αὐτούς· καὶ σταθεὶς εἰς τὸ πρόθυρον, ἐφαίνετο τῷ ἑνὶ ὡσεὶ περιστερὰ, καὶ τῷ ἑτέρῳ ὡσεὶ κορώνη. Λέγει ὁ εἷς· Βλέπεις τὸ περιστέριον τοῦτο; Λέγει ἐκεῖνος· Κορώνη ἐστίν. Καὶ ἤρξαντο φιλονεικεῖν ἄλλος ἄλλῳ λέγων, καὶ ἀναστάντες, συνέβαλον μάχην μέχρις αἵματος, εἰς τελείαν χαρὰν τοῦ ἐχθροῦ, καὶ ἐχωρίσθησαν. Μετὰ δὲ τρεῖς ἡμέρας ἀνένευσαν εἰς ἑαυτοὺς ἐλθόντες· καὶ ποιήσαντες ἑαυτοῖς μετάνοιαν, ὡμολόγουν ὃ ἕκαστος αὐτῶν ἐλογίζετο τὸ ὁραθὲν πετηνόν· καὶ γνόντες τὸν πόλεμον τοῦ ἐχθροῦ, ἔμειναν μέχρι τέλους μὴ χωρισθέντες

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου