Παρασκευή, 3 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Εὐαγρίου.


Περὶ τοῦ ἀββᾶ Εὐαγρίου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Εὐάγριος· Καθεζόμενος ἐν τῷ κελλίῳ, συνάγαγέ σου τὸν λογισμόν· μνήσθητι ἡμέρας θανάτου· ἴδε τότε τοῦ σώματος τὴν νέκρωσιν· ἐννόει τὴν συμφοράν· λαβὲ τὸν πόνον· κατάγνωθι τῆς ἐν τῷ κόσμῳ ματαιότητος· ὅπως δυνηθῇς διαπαντὸς μένειν ἐν τῇ προθέσει τῆς ἡσυχίας, καὶ μὴ ἀσθενήσῃς. Μνήσθητι δὲ καὶ τῆς ἐν τῷ ᾅδῃ νῦν καταστάσεως· λογίζου τὸ πῶς εἰσιν ἐκεῖ αἱ ψυχαὶ, ἐν ποίᾳ δεινοτάτῃ σιωπῇ, ἐν ποίῳ πικροτάτῳ στεναγμῷ, καὶ πηλίκῳ φόβῳ καὶ ἀγῶνι καὶ προσδοκίᾳ· τὴν ἄπαυστον ὀδύνην, τὸ ψυχικὸν καὶ ἀπέραντον δάκρυον. Ἀλλὰ καὶ ἡμέρας ἀναστάσεως μνήσθητι, καὶ παραστάσεως τῆς πρὸς τὸν Θεόν· φαντάζου τὸ φρικῶδες καὶ φοβερὸν ἐκεῖνο κρῖμα. Ἄγε εἰς μέσον τὰ ἀποκείμενα τοῖς ἁμαρτάνουσιν, αἰσχύνην τὴν κατ' ἐνώπιον τοῦ Θεοῦ καὶ ἀγγέλων καὶ ἀρχαγγέλων καὶ πάντων ἀνθρώπων, τουτέστι κολαστήρια, πῦρ αἰώνιον, σκώληκα τὸν ἀκοίμητον, τὸν τάρταρον, τὸ σκότος, τὸν τῶν ὀδόντων βρυγμὸν, τοὺς φόβους καὶ τὰς βασάνους. Ἄγε δὴ καὶ τὰ τοῖς δικαίοις ἀποκείμενα ἀγαθὰ, παῤῥησίαν τὴν μετὰ Θεοῦ Πατρὸς καὶ Χριστοῦ αὐτοῦ, ἀγγέλων καὶ ἀρχαγγέλων, καὶ παντὸς δήμου τῶν ἁγίων, βασιλείαν οὐρανῶν, καὶ τὰ ταύτης δωρήματα τὴν χαρὰν καὶ τὴν ταύτης ἀπόλαυσιν. Ἑκατέρων τούτων τὴν μνήμην ἄγε σεαυτῷ· καὶ ἐπὶ μὲν τῇ τῶν ἁμαρτωλῶν κρίσει δάκρυσον, πένθησον, φοβούμενος μὴ καὶ σὺ αὐτὸς ἐν τούτοις γένῃ· ἐπὶ δὲ τοῖς ἀποκειμένοις τοῖς δικαίοις, χαῖρε καὶ εὐφραίνου. Καὶ τούτων μὲν σπούδασον ἐν ἀπολαύσει γενέσθαι, καὶ ἀλλοτριοῦσθαι ἐκείνων. Ὅρα μὴ ἐπιλάθῃ ποτὲ, κἂν ἔνδον τοῦ κελλίου σου τυγχάνῃς, κἂν ἔξω που, τῆς παροὺς καὶ βλαβεροὺς διαφεύξῃ λογισμούς.
βʹ. Εἶπε πάλιν· Κόπτε τῶν πολλῶν
τὰς σχέσεις· μή σου ὁ νοῦς περιστατικὸς γένηται, καὶ τὸν τῆς ἡσυχίας ταράξῃ τρόπον.
γʹ. Εἶπε πάλιν μέγα μὲν τὸ ἀπερισπάστως προσεύχεσθαι· μεῖζον δὲ καὶ τὸ ψάλλειν ἀπερισπάστως.
δʹ. Εἶπε πάλιν· Μέμνησο διαπαντὸς τῆς ἐξόδου σου, καὶ μὴ ἐπιλάθῃ κρίσεως αἰωνίου· καὶ οὐκ ἔσται πλημμέλεια ἐν τῇ ψυχῇ σου.
ε΄. Εἶπε πάλιν· Ἔπαρον τοὺς πειρασμοὺς, καὶ οὐδεὶς ὁ σωζόμενος.
ϛʹ. Εἶπε πάλιν, ὅτι Ἔλεγέ τις τῶν Πατέρων· Ἡ ξηροτέρα καὶ ἀνώμαλος δίαιτα, ἀγάπῃ συζευχθεῖσα, θᾶττον εἰσάγει τὸν μοναχὸν εἰς τὸν τῆς ἀπαθείας λιμένα.
ζʹ. Ἐγένετό ποτε συνέδριον εἰς τὰ Κελλία περὶ πράγματος, καὶ ἐλάλησεν ὁ ἀββᾶς Εὐάγριος. Λέγει αὐτῷ ὁ πρεσβύτερος· Οἴδαμεν, ἀββᾶ, ὅτι εἰ ᾖς ἐν τῇ χώρᾳ σου, καὶ ἐπίσκοπος πολλάκις καὶ κεφαλὴ πολλῶν εἶχες εἶναι· νῦν δὲ ὡς ξένος καθέζῃ ὧδε. Ὁ δὲ κατανυγεὶς οὐκ ἐταράχθη, ἀλλὰ κινήσας τὴν κεφαλὴν, λέγει αὐτῷ· Ἀληθῶς ἐστι, Πάτερ. Πλὴν ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου