Παρασκευή, 3 Αυγούστου 2012

Περὶ Εὐλογίου τοῦ πρεσβυτέρου.


Περὶ Εὐλογίου τοῦ πρεσβυτέρου.
Εὐλόγιός τις μαθητὴς γενόμενος τοῦ μακαρίου Ἰωάννου τοῦ ἐπισκόπου, πρεσβύτερος καὶ ἀσκητὴς μέγας, νηστεύων δύο δύο, πολλάκις δὲ καὶ τὴν ἑβδομάδα ἕλκων, ἄρτον μόνον ἐσθίων καὶ ἅλας, ἐδοξάζετο ὑπὸ τῶν ἀνθρώπων. Παρέβαλε δὲ τῷ ἀββᾷ Ἰωσὴφ εἰς τὴν Πανεφὼ, προσδοκῶν τι πλέον σκληραγωγίαν ἰδεῖν παρ' αὐτῷ. Καὶ δεξάμενος αὐτὸν ὁ γέρων μετὰ χαρᾶς, εἴ τι δ' ἂν εἶχεν ἐποίησε παράκλησιν γενέσθαι. Καὶ λέγουσιν οἱ μαθηταὶ Εὐλογίου· Οὐκ ἐσθίει πρεσβύτερος πλὴν ἄρτου καὶ ἅλατος. Ὁ δὲ ἀββᾶς Ἰωσὴφ σιωπῶν ἔτρωγε. Καὶ ποιήσαντες ἡμέρας τρεῖς, οὐκ ἤκουσαν αὐτῶν ψαλλόντων ἢ εὐχομένων· κρυπτὴ γὰρ ἦν ἡ ἐργασία αὐτῶν. Καὶ ἐξῆλθον μὴ ὠφεληθέντες. Κατ' οἰκονομίαν δὲ γίνεται γνόφος, καὶ πλανηθέντες ὑπέστρεψαν πρὸς τὸν γέροντα. Καὶ πρὶν αὐτοὺς κροῦσαι, ἤκουσαν αὐτῶν ψαλλόντων· καὶ μείναντες ἐπὶ πολὺ, ὕστερον ἔκρουσαν. Οἱ δὲ σιωπήσαντες ἀπὸ ψαλμῳδίας, ἐδέξαντο αὐτοὺς χαίροντες. Καὶ διὰ τὸν καύσωνα, ἔβαλον οἱ μαθηταὶ Εὐλογίου εἰς τὸ βαυκάλιον ὕδωρ, καὶ ἔδωκαν αὐτῷ· ἦν δὲ μεμιγμένον τῆς θαλάσσης καὶ τοῦ ποταμοῦ· καὶ οὐκ ἠδυνήθη πιεῖν. Καὶ ἐν ἑαυτῷ γενόμενος, προσέπεσε τῷ γέροντι μαθεῖν θέλων τὴν διαγωγὴν αὐτοῦ, λέγων· Ἀββᾶ, τί ἐστι τοῦτο; ὅτι τὸ πρῶτον οὐκ ἐψάλλετε, ἀλλὰ νῦν μετὰ τὸ ἐξελθεῖν ἡμᾶς· καὶ τὸ βαυκάλιον δὲ νῦν λαβὼν, εὗρον τὸ ὕδωρ ἁλμυρόν. Λέγει αὐτῷ ὁ γέρων· Ὁ ἀδελφὸς σαλός ἐστι, καὶ κατὰ πλάνην ἔμιξεν αὐτὸ θαλάσσιον. Ὁ δὲ Εὐλόγιος παρεκάλει τὸν γέροντα, θέλων μαθεῖν τὴν ἀλήθειαν. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ἐκεῖνο τὸ μικρὸν ποτήριον τοῦ οἴνου, τῆς ἀγάπης ἦν· τοῦτο δὲ τὸ ὕδωρ, ὃ πίνουσιν οἱ ἀδελφοὶ διαπαντός. Καὶ ἐδίδαξεν αὐτὸν τὴν διάκρισιν τῶν λογισμῶν, καὶ ἔκοψεν ἀπ' αὐτοῦ πάντα τὰ ἀνθρώπινα. Καὶ γέγονεν οἰκονομικός· καὶ λοιπὸν ἤσθιε πάντα τὰ παρατιθέ μενα, καὶ ἔμαθε καὶ αὐτὸς ἐν τῷ κρυπτῷ ἐργάζεσθαι, καὶ εἶπε τῷ γέροντι· Ὄντως ἐν ἀληθείᾳ ἐστὶν ἡ ἐργασία ὑμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου