Πέμπτη, 9 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Λουκίου.


Περὶ τοῦ ἀββᾶ Λουκίου.
Παρέβαλόν ποτέ τινες τῷ ἀββᾷ Λουκίῳ εἰς τὸ Ἔνατον, οἱ λεγόμενοι Εὐκτῖται, μοναχοί· καὶ ἠρώτησεν αὐτοὺς ὁ γέρων· Τί τὸ ἐργόχειρον ὑμῶν; Οἱ δὲ εἶπον· Ἡμεῖς οὐ ψηλαφῶμεν ἐργόχειρον· ἀλλὰ, καθὼς λέγει ὁ Ἀπόστολος, ἀδιαλείπτως προσευχόμεθα. Καὶ λέγει ὁ γέρων· Οὐκ ἐσθίετε; Καὶ εἶπον· Ναί. Καὶ λέγει αὐτοῖς· Ὅτε οὖν ἐσθίετε, τίς εὔχεται ὑπὲρ ὑμῶν; Πάλιν οὖν εἶπεν αὐτοῖς· Οὐ κοιμᾶσθε; Καὶ εἶπον· Ναί. Καὶ λέγει ὁ γέρων· Ὅτε οὖν κοιμᾶσθε, τίς εὔχεται περὶ ὑμῶν; Καὶ οὐχ εὗρον πρὸς ταῦτα ἀποκρίνασθαι αὐτῷ. Καὶ εἶπεν αὐτοῖς· Συγχωρήσατέ μοι, ἰδοὺ οὐ ποιεῖτε καθὼς λέγετε. Ἐγὼ δὲ δεικνύω ὑμῖν, ὅτι ἐργαζόμενος τὸ ἐργόχειρόν μου ἀδιαλείπτως προσεύχομαι. Καθέζομαι σὺν Θεῷ βρέξας τὰ μικρά μου θαλλία· καὶ πλέκων αὐτὰ σειρὰν, λέγω· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Καὶ λέγει αὐτοῖς· Οὐκ ἔστιν εὐχὴ τοῦτο; Καὶ εἶπον· Ναί. Καὶ εἶπεν αὐτοῖς· Ὅταν οὖν ἐμμείνω δι' ὅλης ἡμέρας ἐργαζόμενος καὶ εὐχόμενος, ποιῶ πλεῖον ἢ ἔλαττον δεκαὲξ νουμία· καὶ παρέχω ἐξ αὐτῶν εἰς τὴν θύραν δύο, καὶ τὰ λοιπὰ ἐσθίω· καὶ εὔχεται ὑπὲρ ἐμοῦ ὁ λαβὼν τὰ δύο νουμία ὅτε ἐσθίω ἢ ὅτε κοιμῶμαι· καὶ διὰ τῆς χάριτος τοῦ Θεοῦ πληροῦταί μοι τὸ ἀδιαλείπτως προσεύχεσθαι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου