Κυριακή, 12 Αυγούστου 2012

Περὶ τῆς ἀμμᾶς Συγκλητικῆς.


Περὶ τῆς ἀμμᾶς Συγκλητικῆς.
αʹ. Εἶπεν ἡ ἀμμᾶς Συγκλητική· Ἀγών ἐστι καὶ κόπος πολὺς τοῖς προσερχομένοις τῷ Θεῷ, τὰ πρῶτα· ἔπειτα δὲ, χαρὰ ἀνεκλάλητος. Ὥσπερ γὰρ οἱ πῦρ ἐξάψαι βουλόμενοι, πρῶτον καπνίζονται καὶ δακρύουσι, καὶ οὕτως τοῦ ζητουμένου ἐπιτυγχάνουσι (καὶ γάρ φησιν, Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστίν)· οὕτως δεῖ καὶ ἡμᾶς εἰς ἑαυτοὺς τὸ θεῖον ἐξάψαι πῦρ μετὰ δακρύων καὶ πόνων.
βʹ. Εἶπε πάλιν, ὅτι Δεῖ ἡμᾶς τοὺς τὸ ἐπάγγελμα τοῦτο ἐπανῃρημένους, σωφροσύνην τὴν εἰς ἄκρον κατέχειν. Καὶ γὰρ παρὰ τοῖς κοσμικοῖς σωφροσύνη δοκεῖ πολιτεύεσθαι, ἀλλὰ συμπάρεστιν αὐτῇ καὶ ἀφροσύνη, διὰ τὸ ταῖς ἄλλαις πάσαις αἰσθήσεσιν ἁμαρτάνειν. Καὶ γὰρ ὁρῶσιν ἀπρεπῶς, καὶ γελῶσιν ἀτάκτως.
γʹ. Εἶπε πάλιν· Ὥσπερ τὰ ἰοβόλα θηρία τὰ δριμύτερα τῶν φαρμάκων ἀπελαύνει· οὕτως καὶ λογισμὸν πονηρὸν εὐχὴ μετὰ νηστείας ἀπελαύνει.
δʹ. Εἶπε πάλιν· Μή σε δελεάσῃ τῶν κοσμικῶν πλουσίων τρυφὴ, ὡς χρήσιμόν τι ἔχουσα, ἡδονῆς κενῆς ἕνεκεν. Ἐκεῖνοι τὴν ὀψαρτυτικὴν τιμῶσι τέχνην· νηστείᾳ καὶ αὐτὸς διὰ τῶν εὐτελῶν τὴν ἐκείνων εὐπορίαν τῶν τροφῶν ὑπερβάλλεις. Φησὶ γάρ· Ψυχὴ ἐν τρυφῇ οὖσα κηρίοις ἐμπαίζει. Μὴ κορεσθῇς ἄρτου, καὶ οὐκ ἐπιθυμήσεις οἴνου.
εʹ. Ἠρωτήθη ἡ μακαρία Συγκλητικὴ, εἰ τέλειον ἀγαθὸν ἡ ἀκτημοσύνη. Ἡ δὲ εἶπε· Πάνυ τέλειον τοῖς δυναμένοις. Οἱ γὰρ ὑπομένοντες τοῦτο, θλίψιν μὲν ἔχουσι
τῇ σαρκὶ, τῇ δὲ ψυχῇ ἀνάπαυσιν. Ὥσπερ γὰρ τὰ στερεὰ ἱμάτια, πατούμενα καὶ βιαίως στρεφόμενα, πλύνεται· οὕτως καὶ ψυχὴ ἰσχυρὰ, διὰ τῆς ἐκουσίου πενίας, ἐπὶ πλεῖον κρατύνεται.
ϛʹ. Εἶπε πάλιν· Ἐὰν ἐν κοινοβίῳ τυγχάνῃς, μὴ μεταλλάξῃς τὸν τόπον· βλαβήσῃ γὰρ μεγάλως. Ὥσπερ γὰρ ὄρνις, ἐξανισταμένη τῶν ὠῶν, οὔρια ταῦτα καὶ ἄγονα παρασκευάζει· οὕτως καὶ μοναχὸς ἢ παρθένος ψύγεται καὶ νεκροῦται τῆς πίστεως, τόπον ἐκ τόπου περιερχόμενος.
ζʹ. Εἷπε πάλιν· Πολλὰ τοῦ διαβόλου τὰ ἔνεδρα. Διὰ πενίας οὐ μετεκίνησε ψυχήν; πλοῦτον προσάγει δέλεαρ. Δι' ὕβρεων καὶ ὀνειδισμῶν οὐκ ἴσχυσεν; ἐπαίνους καὶ δόξαν προβάλλεται. Διὰ τῆς ὑγείας ἡττηθεὶς, νοσοποιεῖ τὸ σῶμα. Ταῖς γὰρ ἡδοναῖς μὴ δυνηθεὶς ἀπατῆσαι, διὰ τῶν ἀκουσίων πόνων τὴν παρατροπὴν ποιῆσαι πειρᾶται. Νόσους γάρ τινας βαρυτάτας ἐξ αἰτήσεως, πρὸς τὸ διὰ τούτων ὀλιγωρήσαντας ἐπιθολῶσαι αὐτῶν τὴν πρὸς Θεὸν ἀγάπην, προσάγει. Ἀλλὰ καὶ κατατέμνεται τὸ σῶμα πυρετοῖς σφοδροτάτοις, καὶ δίψει ἀσχέτῳ ἀνιᾶται. Εἰ μὲν ἁμαρτωλὸς ὢν ταῦτα ὑφίστασαι, ὑπομνήσθητι καὶ τῆς μελλούσης κολάσεως, καὶ τοῦ αἰωνίου πυρὸς, καὶ τῶν δικαστικῶν τιμωριῶν, καὶ οὐ μὴ ὀλιγωρήσῃς πρὸς τὰ παρόντα. Χαῖρε ὅτι ἐπεσκόπησέ σε ὁ Θεός· καὶ τὸ εὔφημον δὲ ἐκεῖνο ῥητὸν ἐπὶ τῆς γλώττης ἔχε, ὡς Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, καὶ τῷ θανάτῳ οὐ παρέδωκέ με. Σίδηρος ἐτύγχανες· ἀλλὰ διὰ τοῦ πυρὸς τὸν ἰὸν ἀποβάλλεις. Εἰ δὲ καὶ δίκαιος ὢν ἀῤῥωστεῖς, ἀπὸ τῶν μεγάλων ἐπὶ τὰ μείζονα προκόπτεις. Χρυσὸς εἶ; ἀλλὰ διὰ τοῦ πυρὸς δοκιμώτερος γίνῃ. Ἐδόθη σοι ἄγγελος τῇ σαρκί; ἀγαλλιῶ· βλέπε τίνι ὅμοιος γέγονας· τῆς γὰρ Παύλου μερίδος ἠξιώθης. Διὰ τοῦ πυρετοῦ δοκιμάζῃ; διὰ ῥίγους παιδεύῃ; ἀλλά φησιν ἡ Γραφή· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Ἔτυχες τοῦ πρώτου; προσδόκα τὸ δεύτερον. Πράττων τὴν ἀρετὴν, βόα τὰ τοῦ ἁγίου ῥήματα· φησὶ γάρ· Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ. Τέλειος γενήσῃ διὰ ταύτης τῶν θλίψεων τῆς δυάδος· φησὶ γάρ· Ἐν θλίψει ἐπλάτυνάς με. Ἐν τούτοις μᾶλλον τοῖς γυμνασίοις τὰς ψυχὰς ἀσκηθῶμεν· ἐπ' ὀφθαλμῶν γὰρ ὁρῶμεν τὸν ἀντίπαλον.
ηʹ. Εἶπε πάλιν· Ἐὰν ἀσθένεια ὀχλῇ ἡμῖν, μὴ λυπηθῶμεν, ὡς διὰ τὴν ἀσθένειαν καὶ τὴν πληγὴν τοῦ σώματος μὴ δυνάμενοι ψάλλειν μετὰ φωνῆς· ταῦτα γὰρ πάντα ἡμῖν ἠνύετο, πρὸς καθαίρεσιν ἐπιθυμιῶν. Καὶ γὰρ ἡ νηστεία καὶ ἡ χαμευνία διὰ τὰς ἡδονὰς ἡμῖν νενομοθέτηται. Εἰ οὖν ἡ νόσος ταύτας ἤμβλυνε, περιττὸς ὁ λόγος. Αὕτη γάρ ἐστιν ἡ μεγάλη ἄσκησις, τὸ ἐν τοῖς νόσοις ἐγκαρτερεῖν, καὶ εὐχαριστηρίους ὕμνους ἀναπέμπειν τῷ Θεῷ.
θʹ. Εἶπε πάλιν· Νηστεύων μὴ προφασίσῃ νόσον· καὶ γὰρ οἱ μὴ νηστεύοντες τοῖς αὐτοῖς πολλάκις περιέπεσον νοσήμασιν. Ἤρξω τοῦ καλοῦ; μὴ ἀναχαιτίσῃς τοῦ ἐχθροῦ σε ἐκκόψαντος· αὐτὸς γὰρ τῇ ὑπομονῇ σου καταργεῖται. Καὶ γὰρ οἱ πλεῖν ἀρχόμενοι πρῶτον μὲν δεξιοῦ πνεύματος τυγχάνουσιν· ἁπλώσαντες δὲ τὰ ἱστία, αὖθις ἐναντίῳ ἀπαντῶσιν ἀνέμῳ, ἀλλ' οἱ ναῦται διὰ τὸ παρεμπεσὸν πνεῦμα οὐκ ἀποσκευάζουσι τὴν ναῦν· μικρὸν δὲ ἡσυχάσαντες ἢ καὶ ἀπομαχησάμενοι τῇ ζάλῃ, πάλιν τὸν πλοῦν ποιοῦνται. Οὕτω καὶ ἡμεῖς, ἐναντίου πνεύματος προσπεσόντος, τὸν σταυρὸν ἀντὶ ἱστίου τανύσαντες, ἀδεῶς τὸν πλοῦν ἐκτελέσωμεν.
ιʹ. Εἶπε πάλιν· Οἱ μὲν τὸν αἰσθητὸν πλοῦτον ἐκ κόπων καὶ κινδύνων θαλάσσης συνάγοντες, πολλὰ κερδήσαντες, τῶν πλειόνων ἐφίενται· καὶ τὰ μὲν παρόντα ὡς οὐδὲν ἡγοῦνται· πρὸς δὲ τὰ μὴ παρόντα ἐπεκτείνονται. Ἡμεῖς δὲ καὶ τῶν ζητουμένων μηδὲν ἔχοντες, οὐδὲν θέλομεν κτήσασθαι διὰ τὸν φόβον τοῦ Θεοῦ.
ιαʹ. Εἶπε πάλιν· Μίμησαι τὸν Τελώνην, ἵνα μὴ τῷ Φαρισαίῳ συγκατακριθῇς· καὶ Μωσέως τὸ πρᾶον ἐπίλεξαι, ἵνα τὴν καρδίαν σου ἀκρότομον οὖσαν εἰς πηγὰς ὑδάτων μεταβάλῃς.
ιβʹ. Εἶπε πάλιν· Ἐπικίνδυνον, τὸν μὴ διὰ τοῦ πρακτικοῦ βίου ἀναχθέντα διδάσκειν. Ὥσπερ γὰρ ἐὰν ᾖ τις οἰκίαν ἔχων σαθρὰν, ξένους ὑποδεξάμενος, βλάψει τῇ πτώσει τοῦ οἰκήματος, οὕτως καὶ οὗτοι, μὴ πρότερον ἑαυτοὺς οἰκοδομήσαντες, καὶ τοὺς προσελθόντας αὐτοῖς ἀπώλεσαν· τοῖς μὲν γὰρ λόγοις συνεκαλέσαντο εἰς σωτηρίαν, τῇ δὲ τοῦ τρόπου κακίᾳ τοὺς ἀθλητὰς μᾶλλον ἠδίκησαν.
ιγʹ. Εἶπε πάλιν· Καλὸν τὸ μὴ ὀργίζεσθαι· εἰ δὲ καὶ γένηται, οὐδὲ μέτρον σοι ἡμέρας πρὸς τὸ πάθος συνεχώρησεν, εἰπών· Μὴ ἐπιδυέτω ὁ ἥλιος. Σὺ οὖν ἐκδέχῃ ἕως πᾶς ὁ χρόνος σου δύῃ. Τί μισεῖς τὸν λυπήσαντα ἄνθρωπον; οὐκ αὐτός ἐστιν ὁ ἀδικήσας, ἀλλ' ὁ διάβολος. Μίσησον τὴν νόσον, καὶ μὴ τὸν νοσοῦντα.
ιδʹ. Εἶπε πάλιν· Ὅσον προκόπτουσιν οἱ ἀθληταὶ, τοσοῦτον συνάπτουσι ἀνταγωνιστῇ μείζονι.
ιεʹ. Εἶπε πάλιν· Ἔστι καὶ ἐκ τοῦ ἐχθροῦ ἐπιτεταμένη ἄσκησις· καὶ γὰρ οἱ αὐτοῦ μαθηταὶ τοῦτο ποιοῦσι. Πῶς οὖν διακρίνωμεν τὴν θείαν καὶ βασιλικὴν ἄσκησιν, τῆς τυραννικῆς καὶ δαιμονιώδους; δῆλον ὡς ἀπὸ τῆς συμμετρίας. Ἅπας σοι ὁ χρόνος εἷς κανὼν νηστείας ὑπαρχέτω. Μὴ τέσσαρας ἢ πέντε νηστεύσῃς, καὶ τὴν ἄλλην ἐν πλήθει τροφῶν καταλύσῃς· πανταχοῦ γὰρ ἡ ἀμετρία φθοροποιὸς τυγχάνει. Νέος ὢν καὶ ὑγιὴς νήστευσον· ἥξει γὰρ τὸ γῆρας μετὰ ἀσθενείας. Ὡς δύνῃ οὖν θησαύρισον τροφὰς, ἵνα ὅταν μὴ δύνῃ εὕρῃς ἀνάπαυσιν.
ιϛʹ. Εἶπε πάλιν· Ἐν κοινοβίῳ ὄντες, τὴν ὑπακοὴν τῆς ἀσκήσεως μᾶλλον προκρίνωμεν· ἡ μὲν γὰρ ὑπεροψίαν διδάσκει, ἡ δὲ ταπεινοφροσύνην.
ιζʹ. Εἶπε πάλιν· Δεῖ ἡμᾶς τῇ διακρίσει κυβερνᾷν τὴν ψυχήν· καὶ ἐν κοινοβίῳ ὄντας, μὴ τὰ ἑαυτῶν ζητεῖν, μήτε μὴν οἰκείᾳ δουλεύειν γνώμῃ, ἀλλὰ τῷ κατὰ πίστιν πατρὶ πειθαρχεῖν.
ιηʹ. Εἶπε πάλιν· Γέγραπται, ὅτι Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Τὸ μὲν γὰρ γίνεσθαι ὡς οἱ ὄφεις εἴρηται, πρὸς τὸ μὴ λανθάνειν ἡμᾶς τὰς ὁρμὰς καὶ τὰς μεθοδείας τοῦ διαβόλου· τὸ γὰρ ὅμοιον ἐκ τοῦ ὁμοίου ταχίστην ἔχει τὴν διάγνωσιν· τὸ δὲ ἀκέραιον τῆς περιστερᾶς δείκνυσι τὸ καθαρὸν τῆς πράξεως.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου