Δευτέρα, 13 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Φωκᾶ.


Περὶ τοῦ ἀββᾶ Φωκᾶ.
αʹ. Ἔλεγεν ὁ ἀββᾶς Φωκᾶς ὁ τοῦ κοινοβίου τοῦ ἀββᾶ Θεογνίου τοῦ πρώτου Ἱεροσολυμίτου, ὅτι Καθημένου μου ἐν Σκήτει, γέγονέ τις ἀββᾶς Ἰάκωβος νεώτερος ἐν τοῖς Κελλίοις, ἔχων καὶ πατέρα τὸν αὐτὸν σαρκικὸν ἅμα καὶ πνευματικόν. Ἔχει δὲ τὰ Κελλία ἐκκλησίας δύο· μίαν τῶν ὀρθοδόξων, ἔνθα καὶ ἐκοινώνει, καὶ μίαν τῶν ἀποσχιστῶν. Ἐπεὶ οὖν εἶχεν ὁ ἀββᾶς Ἰάκωβος τὴν χάριν τῆς ταπεινοφροσύνης, ἠγαπᾶτο παρὰ πάντων, καὶ τῶν ἐκκλησιαστικῶν, καὶ τῶν ἀποσχιστῶν. Ἔλεγον οὖν αὐτῷ οἱ ὀρθόδοξοι· Βλέπε, ἀββᾶ Ἰάκωβε, μὴ ἀπατήσωσί σε οἱ ἀποσχίσται, καὶ ἑλκύσωσί σε εἰς τὴν κοινωνίαν αὐτῶν. Ὁμοίως δὲ καὶ οἱ ἀποσχίσται ἔλεγον αὐτῷ· Ἵνα οἶδας, ἀββᾶ Ἰάκωβε, ὅτι μετὰ τῶν Διφυσιτῶν κοινωνῶν, ἀπόλλεις τὴν ψυχήν σου· Νεστοριανοὶ γάρ εἰσι, καὶ συκοφαντοῦσι τὴν ἀλήθειαν. Ὁ δὲ ἀββᾶς Ἰάκωβος ἀκέραιος ὢν, καὶ στενωθεὶς ἐκ τῶν λεγομένων αὐτῷ ἐξ ἀμφοτέρων, καὶ ἀπορηθεὶς, ἦλθεν ἐπὶ τὸ παρακαλέσαι τὸν Θεόν. Καὶ δὴ ἀπέκρυψεν ἑαυτὸν ἐν κελλίῳ ἔξω τῆς λαύρας ἡσυχάζοντι, ἐνδυσάμενος τὰ ἐντάφια αὐτοῦ, ὡς μέλλων ἀποθνήσκειν. Ἔχουσι γὰρ ἔθος οἱ Αἰγύπτιοι Πατέρες, τὸν λεβίτωνα εἰς ὃν λαμβάνουσι τὸ ἅγιον σχῆμα, καὶ τὸ κουκούλιον, φυλάττειν ἕως θανάτου, καὶ ἐν αὐτοῖς ἐνταφιάζεσθαι, κατὰ Κυριακὴν μόνον εἰς τὴν ἁγίαν κοινωνίαν φοροῦντες αὐτὰ, καὶ εὐθέως συστέλλοντες. Ἀπελθὼν οὖν ἐν τῷ κελλίῳ ἐκείνῳ, παρακαλῶν τὸν Θεὸν, καὶ ἐξατονήσας τῇ νηστείᾳ, ἔπεσεν εἰς τὸ ἔδαφος, καὶ ἔμεινε κείμενος. Πολλὰ δὲ ἔλεγε πεπονθέναι ἐν ταῖς ἡμέραις ἐκείναις ὑπὸ τῶν δαιμόνων, μάλιστα κατὰ διάνοιαν. Τεσσαράκοντα δὲ ἡμερῶν διελθουσῶν, ὁρᾷ παιδίον εἰσελθὸν πρὸς αὐτὸν περιχαρὲς, καὶ λέγει αὐτῷ· Ἀββᾶ Ἰάκωβε, τί ποιεῖς ὧδε; Παραχρῆμα δὲ φωτισθεὶς, καὶ λαβὼν δύναμιν ἐκ τῆς αὐτοῦ θέας, εἶπεν αὐτῷ· Δέσποτα, σὺ γινώσκεις τί ἔχω. Ἐκεῖνοι λέγουσί μοι, Μὴ ἀφῇς τὴν Ἐκκλησίαν· καὶ οἱ ἄλλοι λέγουσί μοι, Πλανῶσί σε οἱ Διφυσῖται κἀγὼ ἀπορούμενος, καὶ μὴ εἰδὼς τί δράσω, ἦλθον εἰς τὸ πρᾶγμα τοῦτο. Ἀποκρίνεται αὐτῷ ὁ Κύριος· Ὅπου εἶ, καλῶς εἶ. Καὶ εὐθέως σὺν τῷ λόγῳ, εὑρέθη πρὸ τῶν θυρῶν τῆς ἁγίας Ἐκκλησίας τῶν ὀρθοδόξων τῶν συνοδικῶν.
βʹ. Εἶπε πάλιν ὁ ἀββᾶς Φωκᾶς, ὅτι Μετελθὼν εἰς Σκῆτιν ὁ ἀββᾶς Ἰάκωβος, ἐπολεμήθη κραταιῶς ὑπὸ τοῦ δαίμονος τῆς πορνείας· καὶ ἐγγὺς ὢν τοῦ κινδυνεῦσαι, ἦλθε πρὸς μὲ, καὶ ἀνέθετο τὰ καθ' ἑαυτὸν, καὶ λέγει μοι· Εἰς τόδε τὸ σπήλαιον ἀπέρχομαι ἀπὸ τῆς δευτέρας· παρακαλῶ δέ σε διὰ τὸν Κύριον, μηδενὶ εἰπεῖν, μηδὲ τῷ πατρί μου· ἀλλὰ μέτρησον τεσσαράκοντα ἡμέρας, καὶ ὅταν πληρωθῶσι, ποίησον ἀγάπην, καὶ δεῦρο πρὸς μὲ βαστάζων τὴν ἁγίαν κοινωνίαν. Καὶ εἰ μὲν εὕρῃς με θανόντα, θάψον με· εἰ δὲ ἔτι ζῶντα, ἵνα μεταλάβω τῆς ἁγίας κοινωνίας. Ταῦτα οὗν ἀκούσας ἐγὼ παρ' αὐτοῦ, πληρωθείσης τῆς τεσσαρακοστῆς, λαβὼν τὴν ἁγίαν κοινωνίαν, καὶ ἄρτον κοινὸν καθαρὸν μετὰ ὀλίγου οἴνου, ἀπῆλθον πρὸς αὐτόν· καὶ ὡς μόνον ἐπλησίασα τῷ σπηλαίῳ, δυσωδίας πολλῆς ὠσφράνθην, ἥτις ἐγένετο ἐκ τοῦ στόματος αὐτοῦ. Καὶ εἶπον ἐν ἑαυτῷ, ὅτι Ἀνεπάη ὁ μακάριος. Εἰσελθὼν δὲ πρὸς αὐτὸν, εὗρον αὐτὸν ἡμιθανῆ. Καὶ ὡς εἶδέ με, κινήσας τὴν δεξιὰν χεῖρα ὀλίγον, ὅσον ἠδύνατο, ἐσήμανε διὰ τοῦ σχήματος τῆς χειρὸς περὶ τῆς ἁγίας κοινωνίας. Ἐγὼ δὲ εἶπον· Ἔχω. Ἠθέλησα οὖν ἀνοῖξαι τὸ στόμα αὐτοῦ, καὶ εὐρέθη σφηνωθέν· καὶ ἀπορῶν τί ποιῆσαι, ἐξῆλθον εἰς τὴν ἔρημον, καὶ εὗρον ξυλάριον ἀπὸ θάμνου· καὶ πολλὰ κοπιάσας, μόλις ἠδυνήθην ἀνοῖξαι τὸ στόμα αὐτοῦ μικρόν. Καὶ ἐνέχεα τοῦ τιμίου σώματος καὶ αἵματος, ὅσον ἐνδέχεται καταλεπτύνας αὐτό. Καὶ ἔλαβε δύναμιν ἐκ τῆς μεταλήψεως τῆς ἁγίας κοινωνίας. Καὶ μετ' ὀλίγον βρέξας ὀλίγα ψιχία ἐκ τοῦ κοινοῦ ἄρτου, προσήνεγκα αὐτῷ· καὶ μετ' ὀλίγον πάλιν ἄλλα, καθ' ὃ ἠδύνατο λαβεῖν. Καὶ οὕτως διὰ τῆς χάριτος τοῦ Θεοῦ μετὰ μίαν ἡμέραν σὺν ἐμοὶ ἦλθεν, ὁδεύων ἐπὶ τὸ ἴδιον κελλίον, ἀπαλλαγεὶς σὺν Θεῷ τοῦ ὀλεθρίου πάθους τῆς πορνείας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου