Παρασκευή, 10 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Νίκωνος.


Περὶ τοῦ ἀββᾶ Νίκωνος.
Ἀδελφὸς ἠρώτησέ τινα τῶν Πατέρων, λέγων· Πῶς ὁ διάβολος τοὺς πειρασμοὺς φέρει ἐπάνω τῶν ἁγίων; Καὶ λέγει αὐτῷ ὁ γέρων, ὅτι Ἦν τις τῶν Πατέρων, ὀνόματι Νίκων, οἰκῶν εἰς τὸ ὄρος τὸ Σινᾶ. Καὶ ἰδού τις ἀπελθὼν εἰς σκηνὴν Φαρανίτου τινὸς, καὶ εὑρὼν τὴν θυγατέρα αὐτοῦ μόνην, ἔπεσε μετ' αὐτῆς. Καὶ λέγει αὐτῇ· Εἰπὲ, ὅτι ὁ ἀναχωρητὴς ὁ ἀββᾶς Νίκων ἐποίησέ μοι οὕτως. Καὶ ἡνίκα ἦλθεν ὁ πατὴρ αὐτῆς, καὶ ἔμαθε, λαβὼν τὸ ξίφος ἀπῆλθεν ἐπάνω τοῦ γέροντος. Καὶ κρούσαντος αὐτοῦ, ἐξῆλθεν ὁ γέρων. Καὶ ἐκτείναντος αὐτοῦ τὸ ξίφος τοῦ φονεῦσαι αὐτὸν, ἀπεξηράνθη ἡ χεὶρ αὐτοῦ. Καὶ ἀπελθὼν ὁ Φαρανίτης, εἶπε τοῖς πρεσβυτέροις· καὶ ἔπεμψαν ἐπ' αὐτόν· καὶ ἦλθεν ὁ γέρων· καὶ ἐπιθέντες αὐτῷ πολλὰς πληγὰς, ἤθελον διῶξαι. Καὶ παρεκάλεσε, λέγων· Ἄφετέ με ὧδε διὰ τὸν Θεὸν, ἵνα μετανοήσω. Καὶ χωρίσαντες αὐτὸν τρία ἔτη, ἔδωκαν ἐντολὴν ἵνα μηδεὶς αὐτῷ παραβάλῃ. Καὶ ἐποίησε τρία ἔτη, ἐρχόμενος κατὰ Κυριακὴν μετανοῶν· καὶ παρεκάλει πάντας, λέγων· Εὔξασθε ὑπὲρ ἐμοῦ. Ὕστερον δὲ ἐδαιμονίσθη ὁ ποιήσας τὴν ἁμαρτίαν, καὶ τὸν πειρασμὸν ἐπάνω τοῦ ἀναχωρητοῦ βαλών· καὶ ὡμολόγησεν εἰς τὴν ἐκκλησίαν, ὅτι Ἐγὼ ἐποίησα τὴν ἁμαρτίαν, καὶ εἶπον συκοφαντῆσαι τὸν δοῦλον τοῦ Θεοῦ. Καὶ ἀπελθὼν πᾶς ὁ λαὸς, μετενόησε τῷ γέροντι, λέγοντες· Συγχώρησον ἡμῖν, ἀββᾶ. Καὶ λέγει αὐτοῖς· Τὸ μὲν συγχωρῆσαι, συγκεχώρηται ὑμῖν· τὸ δὲ μεῖναι, οὐκ ἔτι μένω ὧδε μεθ' ὑμῶν, ὅτι οὐχ εὑρέθη εἷς ἔχων διάκρισιν, συμπαθῆσαι μετ' ἐμοῦ. Καὶ οὕτως ἀνεχώρησεν ἐκεῖθεν. Καὶ εἶπεν ὁ γέρων· Θεωρεῖς πῶς ὁ διάβολος φέρει τοὺς πειρασμοὺς ἐπάνω τῶν ἁγίων.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου