Σάββατο, 11 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Παφνουτίου.


Περὶ τοῦ ἀββᾶ Παφνουτίου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Παφνούτιος, ὅτι Διοδεύων ἐν τῇ ὁδῷ, γέγονέ με ἀποπλανηθῆναι ἀπὸ δρόσου, καὶ εὑρεθῆναι πλησίον κώμης. Καὶ εἶδόν τινας ὁμιλοῦντας ἀλλήλοις· καὶ ἐστάθην δεόμενος περὶ τῶν ἁμαρτιῶν μου. Καὶ ἰδοὺ ἄγγελος ἦλθεν ἔχων ῥομφαίαν, καὶ λέγει μοι· Παφνούτιε, πάντες οἱ κρίνοντες τοὺς ἀδελφοὺς αὐτῶν, ἐν ταύτῃ τῇ ῥομφαίᾳ ἀπολοῦνται· σὺ δὲ ὅτι οὐκ ἔκρινας, ἀλλ' ἐταπείνωσας ἑαυτὸν ἐνώπιον τοῦ Θεοῦ, ὡς σὺ τὴν ἁμαρτίαν ποιήσας, διὰ τοῦτο τὸ ὄνομά σου ἐγγέγραπται ἐν βίβλῳ ζώντων.
βʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Παφνουτίου, ὅτι οὐ ταχέως ἔπινεν οἶνον. Ὁδεύων δέ ποτε εὑρέθη ἐπάνω κοληγίου λῃστῶν, καὶ εὗρεν αὐτοὺς πίνοντας οἶνον. Ἐγνώριζε δὲ αὐτὸν ὁ ἀρχιλῃστὴς, καὶ ᾔδει ὅτι οὐ πίνει οἶνον. Καὶ θεωρῶν αὐτὸν ἀπὸ μεγάλου κόπου, ἐγέμισε ποτήριον οἴνου, καὶ τὸ ξίφος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ λέγει τῷ γέροντι· Ἐὰν μὴ πίῃς, φονεύω σε. Γνοὺς δὲ ὁ γέρων ὅτι ἐντολὴν Θεοῦ θέλει ποιῆσαι, βουλόμενος αὐτὸν κερδῆσαι, ἔλαβε καὶ ἔπιεν. Ὁ δὲ ἀρχιλῃστὴς μετενόησεν αὐτῷ, λέγων· Συγχώρησόν μοι, ἀββᾶ, ὅτι ἔθλιψά σε. Καὶ λέγει ὁ γέρων· Πιστεύω τῷ Θεῷ, ὅτι διὰ τὸ ποτήριον τοῦτο ποιεῖ μετὰ σοῦ ἔλεος καὶ ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι αἰῶνι. Λέγει ὁ ἀρχιλῃστής· Πιστεύω τῷ Θεῷ, ὅτι ἀπὸ τοῦ νῦν οὐ μὴ κακοποιήσω τινά. Καὶ ἐκέρδησεν ὁ γέρων ὅλον τὸν κολήγιον, ἀφεὶς τὸ θέλημα αὐτοῦ δια τὸν Κύριον.
γʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι ἔλεγεν ὁ ἀββᾶς Παφνούτιος· Εἰς πάσας τὰς ἡμέρας τῆς ζωῆς τῶν γερόντων, δὶς τὸν μῆνα παρέβαλον αὐτοῖς, ἔχων ἀπ' αὐτῶν τὸ διάστημα μίλια δώδεκα, καὶ πάντα λογισμὸν ἔλεγον αὐτοῖς, καὶ οὐδέν μοι ἕτερον ἔλεγον, ἢ τοῦτο, ὅτι Εἰς ὃν ἃν τόπον ἀπέλθῃς, μὴ μετρεῖς ἑαυτὸν, καὶ ἔσῃ ἀναπαυόμενος.
δʹ. Ἦν τις ἀδελφὸς εἰς Σκῆτιν μετὰ τοῦ ἀββᾶ Παφνουτίου, καὶ ἐπολεμεῖτο εἰς πορνείαν, καὶ ἔλεγεν· Ἐὰν λάβω δέκα γυναῖκας, οὐ πληρῶ τὴν ἐπιθυμίαν μου. Ὁ δὲ γέρων παρεκάλει λέγων· Μὴ, τέκνον· πόλεμός ἐστι τῶν δαιμόνων. Καὶ οὐκ ἐπείσθη· ἀλλὰ ἀπῆλθεν εἰς Αἴγυπτον, καὶ ἔλαβε γυναῖκα. Μετὰ δὲ χρόνον ἐγένετο ἀναβῆναι τὸν γέροντα εἰς Αἴγυπτον, καὶ ἀπαντῆσαι αὐτὸν βαστάζοντα σπυρίδια ὀστράκων· ὁ δὲ γέρων οὐκ ἐγνώρισεν αὐτόν· ἀλλ' αὐτὸς λέγει αὐτῷ· Ἐγώ εἰμι ὁ δεῖνα ὁ μαθητής σου. Καὶ ἰδὼν αὐτὸν ὁ γέρων ἐν τῇ ἀτιμίᾳ ἐκείνῃ, ἔκλαυσε, καὶ εἶπε· Πῶς ἀφῆκας τὴν τιμὴν ἐκείνην, καὶ ἦλθες εἰς τὴν ἀτιμίαν ταύτην; πλὴν ἔλαβες τὰς δέκα γυναικας; Καὶ στενάξας εἶπε· Φύσει μίαν ἔλαβον, καὶ ταλαιπωρῶ πῶς αὐτὴν χορτάσω ἄρτον. Καὶ λέγει αὐτῷ ὁ γέρων· Δεῦρο πάλιν μεθ' ἡμῶν. Καὶ εἶπεν· Ἔνι μετάνοια, ἀββᾶ; Ὁ δὲ εἶπεν· Ἔνι. Καὶ καταλείψας πάντα, ἠκολούθησεν αὐτόν· καὶ εἰσελθὼν εἰς Σκῆτιν, ἀπὸ τῆς πείρας γέγονε δόκιμος μοναχός.
εʹ. Ἀδελφῷ ἐν τῇ ἐρήμῳ καθημένῳ τῆς Θηβαΐδος, ἦλθεν αὐτῷ λογισμὸς, λέγων· Τί κάθῃ ἄκαρπος; ἀνάστα, ὕπαγε εἰς κοινόβιον, καὶ ἐκεῖ ποιεῖς καρπόν. Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν ἀββᾶν Παφνούτιον, καὶ ἀνήγγειλεν αὐτῷ τὸν λογισμόν. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ὕπαγε, κάθου εἰς τὸ κελλίον σου· καὶ ποίει μίαν εὐχὴν πρωῒ, καὶ μίαν ἑσπέρας, καὶ μίαν τὴν νύκτα· καὶ ὅταν πεινᾷς, φάγε, καὶ ὅταν διψᾷς, πίε, καὶ ὅταν νυστάζῃς, κοιμῶ· καὶ μένε εἰς γῆν ἔρημον· καὶ μὴ πεισθῇς αὐτῷ. Ἦλθε δὲ καὶ πρὸς τὸν ἀββᾶν Ἰωάννην, καὶ ἀνήγγειλε τὰ ῥήματα τοῦ ἀββᾶ Παφνουτίου. Καὶ λέγει ὁ ἀββᾶς Ἰωάννης· Μὴ ποιήσῃς ὅλως εὐχὴν, μόνον κάθου εἰς τὸ κελλίον σου. Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν ἀββᾶν Ἀρσένιον, καὶ ἀνήγγειλεν αὐτῷ πάντα. Καὶ λέγει αὐτῷ ὁ γέρων· Κράτει ὡς οἱ Πατέρες σοι εἶπαν· πλεῖον γὰρ τούτων, οὐκ ἔχω σοί τι εἰπεῖν. Καὶ πληροφορηθεὶς ἀπῆλθεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου