Παρασκευή, 10 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Μωτίου.


Περὶ τοῦ ἀββᾶ Μωτίου.
αʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Μώτιον, λέγων· Ἐὰν ἀπέλθω μεῖναι εἰς τόπον, πῶς θέλεις διάξω ἐκεῖ; Λέγει αὐτῷ ὁ γέρων· Ἐὰν οἰκήσῃς εἰς τόπον, μὴ θελήσῃς ἐκβαλεῖν σεαυτῷ ὄνομα ἔν τινι, ὅτι οὐκ ἐξέρχομαι εἰς σύναξιν, ἢ εἰς ἀγάπην οὐκ ἐσθίω. Ταῦτα γὰρ ὄνομα ποιοῦσι κενὸν, καὶ ὕστερον εὑρίσκεις ὄχλησιν. Οἱ γὰρ ἄνθρωποι, ὅπου εὑρίσκουσι ταῦτα, ἐκεῖ τρέχουσι. Λέγει οὖν αὐτῷ ὁ ἀδελφός· Τί οὖν ποιήσω; Λέγει ὁ γέρων· Ὅπου ἐὰν καθίσῃς, ἴσως μετὰ πάντων ἀκολούθει· καὶ εἴ τι βλέπεις τοὺς εὐλαβεῖς ποιοῦντας εἰς οὓς πληροφορῇ, ποίησον, καὶ ἀναπαύῃ. Τοῦτο γὰρ ταπείνωσίς ἐστι, τὸ εἶναί σε ἐπίσης αὐτῶν. Καὶ οἱ ἄνθρωποι θεωροῦντές σε ἐκβαίνοντα, ἔχουσί σε ἐπίσης πάντων· καὶ οὐδείς σοι ὀχλεῖ.
βʹ. Διηγήσατο περὶ τοῦ ἀββᾶ Μωτίου ὁ μαθητὴς αὐτοῦ ἀββᾶς Ἰσαάκ· ἀμφότεροι δὲ ἐγένοντο ἐπίσκοποι· ὅτι πρῶτος ᾠκοδόμησε μοναστήριον ὁ γέρων εἰς τὸν Ἡρακλᾶν· καὶ ὡς ἀνεχώρησεν ἐκεῖθεν, ἀπῆλθεν εἰς ἕτερον τόπον, καὶ ᾠκοδόμησεν ἐκεῖ πάλιν. Καὶ κατ' ἐνέργειαν τοῦ διαβόλου, εὑρέθη ἀδελφός τις ἐχθραίνων αὐτῷ, καὶ θλίβων αὐτόν. Καὶ ἀναστὰς ὁ γέρων ἀνεχώρησεν εἰς τὴν ἰδίαν κώμην· καὶ ἐποίησεν ἑαυτῷ μοναστήριον, καὶ ἐνέκλεισεν ἑαυτόν. Καὶ μετὰ χρόνον ἦλθον οἱ γέροντες τοῦ τόπου ὅθεν ἐξῆλθε, καὶ λαβόντες καὶ τὸν ἀδελφὸν ὅπου εἶχε πρὸς αὐτὸν τὴν λύπην, ἀπῆλθον παρακαλέσαι αὐτὸν, ἵνα ἐνέγκωσιν αὐτὸν εἰς τὴν μονὴν αὐτοῦ. Ὡς δὲ ἤγγισαν ὅπου ἦν ὁ ἀββᾶς Σώρης, ἀφῆκαν τὰ μηλωτάρια αὐτῶν ἐγγὺς αὐτοῦ, καὶ τὸν ἀδελφὸν τὸν ἔχοντα τὴν λύπην. Καὶ ὡς ἔκρουσαν, βάλλει ὁ γέρων τὸ κλιμάκιον, καὶ παρακύπτει, καὶ γνωρίζει αὐτοὺς, καὶ λέγει· Ποῦ τὰ μηλωτάρια ὑμῶν; Οἱ δὲ εἶπον· Ἰδοὺ ὧδε μετὰ τοῦδε τοῦ ἀδελφοῦ. Ὡς δὲ ἤκουσε τὸ ὄνομα τοῦ ἀδελφοῦ τοῦ λυπήσαντος αὐτὸν, ὁ γέρων ἀπὸ χαρᾶς ἔβαλε πέλεκυν, καὶ κατέστρεψε τὴν θύραν, καὶ ἐξῆλθε τρέχων ὅπου ἦν ὁ ἀδελφός· καὶ ἔβαλεν αὐτῷ μετάνοιαν πρῶτος, καὶ ἠσπάσατο αὐτόν· καὶ εἰσήνεγκεν αὐτὸν εἰς τὸ κελλίον αὐτοῦ· καὶ ἐπὶ τρεῖς ἡμέρας εὔφρανεν αὐτούς· καὶ αὐτὸς μετ' αὐτῶν· ὅπερ οὐκ εἶχε συνήθειαν ποιεῖν· καὶ ἀναστὰς ἐπορεύθη μετ' αὐτῶν. Καὶ μετὰ ταῦτα ἐπίσκοπος γέγονεν. Ἦν γὰρ σημειοφόρος. Καὶ τὸν μαθητὴν αὐτοῦ ἐποίησεν ἐπίσκοπον ὁ μακάριος Κύριλλος τὸν ἀββᾶν Ἰσαάκ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου