Παρασκευή, 3 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Ἐλαδίου.


Περὶ τοῦ ἀββᾶ Ἐλαδίου.
αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἐλαδίου, ὅτι ἐποίησεν εἴκοσι ἔτη εἰς τὰ Κελλία, καὶ οὐκ ἦρέ ποτε τοὺς ὀφθαλμοὺς ἄνω, ἰδεῖν τὴν στέγην τῆς ἐκκλησίας.
βʹ. Ἔλεγον περὶ τοῦ αὐτοῦ ἀββᾶ Ἐλαδίου, ὅτι ἄρτον καὶ ἅλας ἤσθιεν. Ὅτε οὖν ἦλθε τὸ Πάσχα, ἔλεγεν, ὅτι Οἱ ἀδελφοὶ ἄρτον καὶ ἅλας ἐσθίουσιν· ἐγὼ δὲ ὤφειλον μικρὸν κόπον ποιῆσαι διὰ τὸ Πάσχα. Ἐπειδὴ τὰς ἄλλας ἡμέρας καθήμενος ἐσθίω· νῦν ὅτι Πάσχα ἐστὶ, ποιήσω τὸν κόπον, ἱστάμενος ἐσθίων.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου