Σάββατο, 11 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Πιστάμωνος.


Περὶ τοῦ ἀββᾶ Πιστάμωνος.
Ἠρώτησέ τις ἀδελφὸς τὸν ἀββᾶν Πιστάμωνα, λέγων· Τί ποιήσω, ὅτι θλίβομαι εἰς τὸ πωλῆσαι τὸ ἐργόχειρόν μου; Καὶ ἀποκριθεὶς ὁ γέρων, εἶπεν, ὅτι Καὶ ὁ ἀββᾶς Σισόης καὶ οἱ λοιποὶ ἐπώλουν τὸ ἐργόχειρον αὐτῶν· τοῦτο οὐκ ἔστι βλάβος· ἀλλ' ὅταν πωλῇς, εἰπὲ ἅπαξ τὴν τιμὴν τοῦ σκεύους· λοιπὸν ἐὰν θέλῃς μικρὸν ἀφῆσαι τῆς τιμῆς, ἐν σοί ἐστιν. Οὕτω ἂν εὑρήσεις ἀνάπαυσιν. Πάλιν εἶπεν αὐτῷ ὁ ἀδελφός· Ἐὰν ἔχω τὴν χρείαν μου ὅθεν δήποτε, θέλεις ἵνα φροντίσω ἐργόχειρον; Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπεν· Ἐὰν ἔχῃς ὅσον δήποτε, μὴ καταλείψῃς τὸ ἐργόχειρόν σου· ὅσον δύνασαι ποίησον, μόνον μὴ μετὰ ταραχῆς.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου