Σάββατο, 11 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Πίωρ.


Περὶ τοῦ ἀββᾶ Πίωρ.
αʹ. Ὁ μακάριος Πίωρ ἐργασάμενος εἰς τὸ θέρος παρά τινι, ὑπεμίμνησκε λαβεῖν τὸν μισθόν· τοῦ δὲ ὑπερθεμένου, εἰς τὴν μονὴν ἐπανῆλθε. Πάλιν τοῦ καιροῦ καλέσαντος, θερίσας παρ' αὐτῷ, καὶ μετὰ προθυμίας ἐργασάμενος, οὐδὲν ἐκείνου παρασχόντος, ἐπανῆλθεν εἰς τὴν μονὴν αὐτοῦ. Τοῦ δὲ τρίτου συμπληρωθέντος ἔτους, τὴν συνήθη ἐργασίαν τελέσας ὁ γέρων, ἀνεχώρησε μηδὲν εἰληφώς. Καὶ τοῦ Κυρίου ἐτάσαντος τὸν ἐκείνου οἶκον, ἐπιφερόμενος τὸν μισθὸν, εἰς τὰ μοναστήρια περιῆγε ζητῶν τὸν ἅγιον. Καὶ μόλις εὑρὼν αὐτὸν, προσέπεσε τοῖς ποσὶν αὐτοῦ· καὶ ἀποδιδοὺς ἔφασκεν, ὅτι Ἐμοὶ ὁ Κύριος ἀπέδωκεν. Ὁ δὲ ἐπέτρεψεν αὐτῷ παρασχεῖν αὐτὰ εἰς τὴν ἐκκλησίαν τῷ πρεσβυτέρῳ.
βʹ. Ὁ ἀββᾶς Πίωρ περιπατῶν ἤσθιε. Πυθομένου δέ τινος, Διατί οὕτως ἐσθίεις; Οὐ βούλομαι, ἔφη, ὡς ἔργῳ τῷ βρώματι χρήσασθαι, ἀλλ' ὡς παρέργῳ. Πρὸς ἕτερον δὲ περὶ τούτου ἐρωτήσαντα ἀπεκρίνατο· Ἵνα μηδὲ ἐν τῷ ἐσθίειν, φησὶν, ἡδονῆς σωματικῆς αἰσθάνηται ἡ ψυχή μου.
γʹ. Ἐγένετό ποτε συνέδριον ἐν Σκήτει περὶ σφαλέντος ἀδελφοῦ· καὶ ἐλάλουν οἱ Πατέρες· ὁ δὲ ἀββᾶς Πίωρ ἐσιώπα· ὕστερον δὲ ἀναστὰς ἐξῆλθε, καὶ λαβὼν σάκκον, ἐπλήρωσε ψάμμου, καὶ ἐβάστασεν εἰς τὸν ὦμον αὐτοῦ· καὶ λαβὼν εἰς μαλάκιν μικρὸν τῆς ψάμμου, ἐβάστασεν ἔμπροσθεν. Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Πατέρων, τί ἄν εἴη τοῦτο, λέγει· Οὗτος ὁ σάκκος ὁ ἔχων τὴν πολλὴν ψάμμον τὰ ἐμά ἐστι πλημμελήματα, ὅτι πολλά ἐστι· καὶ ἀφῆκα αὐτὰ ὀπίσω μου, τοῦ μὴ πονῆσαι περὶ αὐτῶν καὶ κλαῦσαι· καὶ ἰδοὺ ταῦτα τὰ μικρὰ τοῦ ἀδελφοῦ μου ἔμπροσθέν μού εἰσι, καὶ εἰς αὐτὰ ἀδολεσχῶ κρίνων αὐτόν. Οὐ χρὴ δὲ οὕτως ποιεῖν, ἀλλὰ μᾶλλον τὰ ἐμὰ ἔμπροσθέν μου ἐνεγκεῖν, καὶ αὐτῶν φροντίσαι, καὶ παρακαλεῖν τὸν Θεὸν συγχωρῆσαί μοι. Καὶ ἀναστάντες οἱ Πατέρες εἶπον· Ὄντως αὕτη ἐστὶν ἡ ὁδὸς τῆς σωτηρίας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου