Πέμπτη, 9 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Λογγίνου.


Περὶ τοῦ ἀββᾶ Λογγίνου.
αʹ. Ἠρώτησεν ὁ ἀββᾶς Λογγῖνος τὸν ἀββᾶν Λούκιόν ποτε τρεῖς λογισμοὺς λέγων· Θέλω ξενιτεῦσαι. Λέγει αὐτῷ ὁ γέρων· Ἐὰν μὴ κρατήσῃς τῆς γλώσσης σου, οὐκ εἶ ξένος, ὅπου ἐὰν ἀπέλθῃς. Καὶ ὧδε οὖν κράτησον τῆς γλώσσης σου, καὶ ξένος εἶ. Λέγει αὐτῷ πάλιν· Θέλω νηστεῦσαι. Ἀπεκρίθη ὁ γέρων· Εἶπεν Ἡσαΐας ὁ προφήτης· Ἐὰν κάμψῃς ὡς κλοιὸν καὶ κρίκον τὸν τράχηλόν σου, οὐδὲ οὕτως κληθήσεται νηστεία δεκτή· ἀλλὰ μᾶλλον κράτησον τῶν πονηρῶν λογισμῶν. Λέγει αὐτῷ τὸ τρίτον· Θέλω φυγεῖν τοὺς ἀνθρώπους. Ἀπεκρίθη ὁ γέρων· Ἐὰν μὴ πρῶτον κατορθώσῃς μετὰ τῶν ἀνθρώπων, οὐδὲ καταμόνας δύνασαι κατορθῶσαι.
βʹ. Εἶπεν ὁ ἀββᾶς Λογγῖνος· Ἅπαξ κακωθεὶς λέγε, Καὶ κακώθητι, καὶ ἀπόθανον· ἐὰν δὲ ἀπαιτήσῃς με παρὰ καιρὸν φαγεῖν οὐδὲ τὴν καθημερινήν σοι τροφὴν προσφέρω.
γʹ. Γυνή τις ἔχουσα πάθος κατὰ τοῦ μασθοῦ αὐτῆς, τὸ λεγόμενον καρκίνον, ἀκούσασα περὶ τοῦ ἀββᾶ Λογγίνου, ἐζήτησε συντυχεῖν αὐτῷ. Ἐκάθητο οὖν οὗτος ἐν τῷ ἐνάτῳ σημείῳ Ἀλεξανδρείας. Ἐπιζητούσης δὲ τῆς γυναικὸς, συνέβη τὸν μακάριον ἐκεῖνον συλλέγειν ξύλα παρὰ τὴν θάλασσαν. Καὶ εὑροῦσα αὐτὸν, λέγει αὐτῷ· Ἀββᾶ, ποῦ μένει ὁ ἀββᾶς Λογγῖνος ὁ δοῦλος τοῦ Θεοῦ; μὴ εἰδυῖα ὅτι αὐτός ἐστιν. Ὁ δέ φησι· Τί θέλεις τὸν ἐπιθέτην ἐκεῖνον; μὴ ἀπέλθῃς πρὸς αὐτόν· ἐπιθέτης γάρ ἐστι. Τί δέ ἐστιν ὃ ἔχεις; Ἡ δὲ γυνὴ ἔδειξε τὸ πάθος. Ὁ δὲ σφραγίσας τὸν τόπον, ἀπέλυσεν αὐτὴν, εἰπών· Ἄπελθε, καὶ ὁ Θεός σε θεραπεύει· Λογγῖνος γὰρ οὐδέν σε δύναται ὠφελῆσαι. Ἀπῆλθε δὲ ἡ γυνὴ πιστεύσασα τῷ λόγῳ, καὶ ἐθεραπεύθη παραχρῆμα. Μετὰ ταῦτα διηγησαμένη τισὶ τὸ πρᾶγμα, καὶ τὰ σημεῖα εἰποῦσα τοῦ γέροντος, μανθάνει ὅτι αὐτός ἐστιν ὁ ἀββᾶς Λογγῖνος.
δʹ. Ἄλλοτε πάλιν φέρουσιν αὐτῷ τινες δαιμονιῶντα. Ὁ δέ φησιν πρὸς αὐτούς· Ἐγώ τι ποιῆσαι ὑμῖν οὐκ ἔχω· ἀλλὰ μᾶλλον ἀπέλθετε πρὸς τὸν ἀββᾶν Ζήνωνα. Εἶτα ὁ ἀββᾶς Ζήνων ἤρξατο ἐπικεῖσθαι τῷ δαίμονι ἐκδιώκων αὐτόν. Καὶ ἤρξατο βοᾷν ὁ δαίμων· Ἄρτι νομίζεις, ἀββᾶ Ζήνων, ὅτι διὰ σὲ ἐξέρχομαι· ἰδοὺ ὁ ἀββᾶς Λογγῖνος ἐκεῖ προσεύχεται, κατ' ἐμοῦ ἐντυγχάνων· καὶ φοβούμενος τὰς εὐχὰς αὐτοῦ ἐξέρχομαι, ἐπεὶ οὐκ ἐδίδουν σοι ἀπόκρισιν.
εʹ. Εἶπεν ὁ ἀββᾶς Λογγῖνος τῷ ἀββᾷ Ἀκακίῳ· Ἡ γυνὴ τότε γινώσκει ὅτι συνέλαβεν, ὅταν σταλῇ τὸ αἷμα αὐτῆς. Οὕτως οὖν καὶ ἡ ψυχὴ, τότε γινώσκει ὅτι συνέλαβε Πνεῦμα ἅγιον, ὅταν σταλῇ τὰ ῥέοντα ἀπ' αὐτῆς κάτωθεν πάθη. Ἐν ὅσῳ δὲ ἐνέχεται ἐν αὐτοῖς, πῶς δύναται κενοδοξεῖν ὡς ἀπαθής; Δὸς αἷμα, καὶ λάβε πνεῦμα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου