Δευτέρα, 6 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Ἡρακλείου.


Περὶ τοῦ ἀββᾶ Ἡρακλείου.
Ἀδελφὸς πολεμηθεὶς, ἀπήγγειλε τῷ ἀββᾷ Ἡρακλείῳ. Καὶ λέγει αὐτῷ ἐκεῖνος στηρίζων αὐτὸν, ὅτι Τὶς γέρων ἔσχε μαθητὴν ὑπήκοον πάνυ ἐπὶ πολλὰ ἔτη. Μιᾷ οὖν πολεμηθεὶς ἔβαλε μετάνοιαν τῷ γέροντι, λέγων· Ποίησόν με γενέσθαι μοναχόν. Καὶ λέγει αὐτῷ ὁ γέρων· Βλέπε τόπον, καὶ ποιοῦμέν σοι κελλίον. Κὶ ἀπελθὼν ἀπὸ σημείου ἑνὸς εὗρε. Καὶ ἀπελθόντες ἐποίησαν κελλίον. Καὶ λέγει τῷ ἀδελφῷ· Εἴ τί σοι λέγω, τοῦτο ποίησον. Ὅταν πεινᾷς, φάγε, πίε, κοιμῶ· μόνον τοῦ κελλίου σου μὴ ἐξέλθῃς ἕως τοῦ σαββάτου· τότε ἔρχου ἐγγύς μου. Ὁ δὲ ἀδελφὸς ἐποίησε τὰς δύο ἡμέρας κατὰ τὴν ἐντολήν· καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀκηδιάσας, λέγει· Τί τοῦτο ἐποίησέ μοι ὁ γέρων; καὶ ἀναστὰς, ἔψαλλε πλείστους ψαλμούς· καὶ μετὰ τὸ δῦναι τὸν ἥλιον ἔφαγε· καὶ ἀναστὰς ἀπῆλθε κοιμηθῆναι εἰς τὸ ψιάθιον αὐτοῦ. Καὶ θεωρεῖ Αἰθίοπα κείμενον τρίζοντα τοὺς ὀδόντας κατ' αὐτοῦ. Καὶ δρομαῖος φόβῳ πολλῷ ἦλθε πρὸς τὸν γέροντα· καὶ κρούσας τὴν θύραν, εἶπεν· Ἀββᾶ, ἐλέησόν με, καὶ ἄνοιξον. Ὁ δὲ γέρων, γνοὺς ὅτι οὐκ ἐφύλαξε τὸ ῥῆμα αὐτοῦ, οὐκ ἤνοιξεν αὐτῷ ἕως πρωῒ, καὶ ἀνοίξας τῷ πρωῒ, εὗρεν αὐτὸν ἔξω παρακαλοῦντα· καὶ οἰκτηρήσας εἰσήνεγκεν αὐτόν. Τότε λέγει· Δέομαί σου, Πάτερ· Αἰθίοπα μέλανα εἶδον ἐπὶ τὸ ψιάθιόν μου, ὡς ἀπῆλθον κοιμηθῆναι. Ὁ δὲ εἶπε· Τοῦτο ἔπαθες, ὅτι οὐκ ἐφύλαξας τὸ ῥῆμά μου. Τότε τυπώσας αὐτῷ πρὸς τὴν δύναμιν, τὸ ἀκόλουθον τοῦ μονήρους βίου, κατὰ μικρὸν γέγονε μοναχὸς καλός

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου