Κυριακή, 12 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Σαρματᾶ.


Περὶ τοῦ ἀββᾶ Σαρματᾶ.
αʹ. Εἶπεν ὁ ἀββᾶς Σαρματᾶς· Θέλω ἄνθρωπον ἁμαρτήσαντα, εἰ οἶδεν ὅτι ἥμαρτε, καὶ μετανοεῖ, ὑπὲρ ἄνθρωπον μὴ ἁμαρτήσοντα, καὶ ἔχοντα ἑαυτὸν ὡς δικαιοσύνην ποιοῦντα.
βʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σαρματᾶ, ὅτι πολλάκις ἐλάμβανε τεσσαράκοντα ἡμέρας τῇ βουλῇ τοῦ ἀββᾶ Ποιμένος· καὶ ὡς οὐδὲν ἐπληροῦντο αἱ ἡμέραι ἐνώπιον αὐτοῦ. Ἦλθεν οὖν ὁ ἀββᾶς Ποιμὴν πρὸς αὐτὸν, καὶ λέγει αὐτῷ· Εἰπέ μοι, τί ἑώρακας ποιῶν τὸν τοσοῦτον κόπον; Ὁ δὲ πρὸς αὐτὸν ἔλεγεν· Οὐδὲν πλέον. Λέγει αὐτῷ ὁ ἀββᾶς Ποιμήν· Οὐκ ἀφῶ σε, ἐὰν μή μοι εἴπῃς. Ὁ δὲ εἶπεν· Ἓν μόνον εὗρον, ὅτι ἐὰν εἴπω τῷ ὕπνῳ, Ὕπαγε, ὑπάγει, καὶ ἐὰν εἴπω, Ἐλθὲ, ἔρχεται.
γʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σαρματᾶν, λέγων· Οἱ λογισμοὶ λέγουσί μοι· Μὴ ἐργάσῃ, ἀλλὰ φάγε, πίε, κοιμῶ. Λέγει αὐτῷ ὁ γέρων· Ὅτε πεινᾷς, φάγε· ὅτε διψᾷς, πίε· ὅτε νυστάζεις, κοιμῶ. Ἄλλος δὲ γέρων κατ' εὐκαιρίαν ἦλθε πρὸς τὸν ἀδελφόν· καὶ εἶπεν αὐτῷ ὁ ἀδελφὸς ἃ εἶπεν ὁ ἀββᾶς Σαρματᾶς. Λέγει οὖν αὐτῷ ὁ γέρων· Τοῦτό ἐστιν ὃ εἶπέ σοι ὁ ἀββᾶς Σαρματᾶς· Ὅταν πεινᾷς τόνῳ, καὶ διψήσῃς ἕως μηκέτι δυνηθῇς, φάγε τότε καὶ πίε· καὶ ὅταν ἀγρυπνήσῃς πάνυ πολὺ καὶ νυστάξῃς, κοιμῶ. Τοῦτό ἐστιν ὃ ἔλεγέ σοι γέρων.
δʹ. Ἠρώτησε πάλιν ὁ αὐτὸς ἀδελφὸς τὸν ἀββᾶν Σαρματᾶν, λέγων· Οἱ λογισμοὶ λέγουσί μοι· Ὕπαγε ἔξω, καὶ παράβαλε τοῖς ἀδελφοῖς. Καὶ λέγει ὁ γέρων· Τοῦτο μὴ ἀκούσῃς αὐτῶν, ἀλλ' εἰπέ· Ἰδοὺ ἤκουσά σου τὸ πρῶτον, τοῦτο δὲ οὐ δύναμαί σου ἀκοῦσαι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου