Τρίτη, 7 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Ἰσχυρίωνος.


Περὶ τοῦ ἀββᾶ Ἰσχυρίωνος.
Οἱ ἅγιοι Πατέρες προεφήτευσαν περὶ τῆς ἐσχάτης γενεᾶς. Τί εἰργασάμεθα ἡμεῖς; φασί. Καὶ ἀποκριθεὶς εἷς ἐξ αὐτῶν μέγας ἀββᾶς Ἰσχυρίων, εἶπεν· Ἡμεῖς τὰς ἐντολὰς τοῦ Θεοῦ ἐποιήσαμεν. Καὶ ἀποκριθέντες εἶπον· Οἱ δὲ μεθ' ἡμᾶς, ἄρα τί ποιοῦσιν; Καὶ εἶπε· Μέλλουσιν εἰς τὸ ἥμισυ τοῦ ἔργου ἡμῶν ἔρχεσθαι. Καὶ εἶπον· Οἱ δὲ μετ' αὐτοὺς, τί; Εἶπεν· Οὐκ ἔχουσιν ὅλως ἔργον οἱ τῆς γενεᾶς ἐκείνης· μέλλει δὲ ἔρχεσθαι αὐτοῖς πειρασμός· καὶ οἱ εὑρισκόμενοι δόκιμοι ἐν τῷ καιρῷ ἐκείνῳ, μείζονες καὶ ἡμῶν καὶ τῶν Πατέρων ἡμῶν εὑρεθήσονται.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου