Σάββατο, 11 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Παύλου τοῦ μεγάλου.


Περὶ τοῦ ἀββᾶ Παύλου τοῦ μεγάλου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Παῦλος ὁ μέγας ὁ Γαλάτης, ὅτι Μοναχὸς ἔχων μικρὰς χρείας ἐν τῇ κέλλῃ αὐτοῦ, καὶ ἐξερχόμενος φροντίσαι, ἀπὸ δαιμόνων χλευάζεται· καὶ γὰρ κἀγὼ αὐτὸ ἔπαθον.
βʹ. Εἶπεν ὁ ἀββᾶς Παῦλος· Εἰς βόρβορόν εἰμι καταποντιζόμενος ἕως τραχήλου, καὶ κλαίω ἔμπροσθεν τοῦ Θεοῦ, λέγων· Ἐλέησόν με.
γʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Παύλου, ὅτι ἐποίησε τὴν Τεσσαρακοστὴν εἰς ματὶν φακοῦ καὶ λαγύνιον ὕδατος· καὶ εἰς ἓν μαλάκιον, αὐτὸ πλέκων καὶ ἀναλύων, ἕως τῆς ἑορτῆς ἐγκεκλεισμένος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου