Παρασκευή, 3 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Εὐπρεπίου.


Περὶ τοῦ ἀββᾶ Εὐπρεπίου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Εὐπρέπιος· Ἔχων, φησὶν, ἐν ἑαυτῷ, εἶναι πιστὸν τὸν Θεὸν καὶ δυνατὸν, πίστευε εἰς αὐτὸν, καὶ μεθέξεις τῶν αὐτοῦ. Εἰ δὲ ὀλιγωρεῖς, οὐ πιστεύεις Καὶ ὅτι πάντες πιστεύομεν δυνατὸν αὐτὸν εἶναι, καὶ πιστεύομεν ὅτι πάντα αὐτῷ ἐστι δυνατά. Ἀλλὰ καὶ ἐν τοῖς σοῖς πίστευε ἐν αὐτῷ πράγμασιν, ὅτι καὶ ἐν σοὶ ποιεῖ σημεῖα.
βʹ. Ὁ αὐτὸς συλούμενος συνεπῆρεν αὐτοῖς. Μετὰ δὲ τὸ ἀποβαστάξαι αὐτοὺς τὰ ἔνδον κείμενα, καταλειψάντων αὐτῶν τὴν ῥάβδον ἑαυτοῦ, ὡς ταύτην ἐθεάσατο ὁ ἀββᾶς Εὐπρέπιος, ἠχθέσθη· καὶ λαβὼν ἐπέτρεχε, βουλόμενος ἀποδοῦναι. Τῶν δὲ μὴ θελόντων δέξασθαι, ἀλλὰ δεδιότων μὴ ἄρα τι γέγονεν, περιτυχών τισι, ἠξίου ἀποδοθῆναι δι' αὐτῶν ῥάβδον, τὴν αὐτὴν ὁδευόντων ὁδόν.
γʹ. Εἶπεν ὁ ἀββᾶς Εὐπρέπιος, ὅτι τὰ σωματικὰ ὕλη εἰσίν. Ὁ ἀγαπῶν τὸν κόσμον ἀγαπᾷ προσκόμματα. Εἴπερ οὖν συμβῇ τίποτε ἀπολέσθαι, τοῦτο μετὰ χαρᾶς καὶ ἐξομολογήσεως δέχεσθαι δεῖ, ὡς φροντίδων ἀπαλλαγέντας.
δʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Εὐπρέπιον περὶ ζωῆς. Καὶ εἶπεν ὁ γέρων· Χόρτον φάγε, χόρτον φόρεσον, εἰς χόρτον κοιμοῦ, τουτέστι, πάντων καταφρόνει, τὴν δὲ καρδίαν κέκτησο σιδηρᾶν.
εʹ. Ἀδελφὸς ἠρώτησε τὸν αὐτὸν γέροντα. λέγων· Πῶς ἕρχεται ὁ φόβος τοῦ Θεοῦ εἰς τὴν ψυχήν; Καὶ εἶπεν ὁ γέρων· Ἐὰν ἔχῃ ἄνθρωπος τὴν ταπείνωσιν, καὶ τὴν ἀκτημοσύνην, καὶ τὸ μὴ κρίνειν, ἔρχεται αὐτῷ ὁ φόβος τοῦ Θεοῦ.
ϛʹ. Ὁ αὐτὸς εἶπε· Φόβος καὶ ταπείνωσις, καὶ ἔνδεια τροφῶν, καὶ πένθος διαμενέτω σοι.
ζʹ. Παρέβαλεν ἐν ἀρχῇ αὐτοῦ ὁ ἀββᾶς Εὐπρέπιός τινι γέροντι, καὶ λέγει αὐτῷ· Ἀββᾶ, εἰπέ μοι λόγον πῶς σωθῶ. Ὁ δὲ εἶπεν αὐτῷ· Ἐὰν θέλῃς σωθῆναι, ὅταν παραβάλῃς τινὶ, μὴ προλάβῃς λαλῆσαι πρὶν ἐξετάσει σε. Ὁ δὲ ἐπὶ τῷ λόγῳ κατανυγεὶς ἔβαλε μετάνοιαν, λέγων· Ὄντως πολλὰ βιβλία ἀνέγνων, καὶ τοιαύτην παιδείαν οὐδέπω ἔγνων. Καὶ πολλὰ ὠφεληθεὶς ἐξῆλθεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου