Παρασκευή, 3 Αυγούστου 2012

Περὶ τοῦ ἀγίου Ἐφραίμ.


Περὶ τοῦ ἀγίου Ἐφραίμ.
αʹ. Παιδίον ἦν ὁ ἀββᾶς Ἐφραὶμ καὶ εἶδεν ὄναρ εἴτ' οὖν ὀπτασίαν, ὅτι ἀνῆλθεν ἄμπελος ἐν τῇ γλώσσῃ αὐτοῦ, καὶ ηὔξησε, καὶ ἐπλήρωσε πᾶσαν τὴν ὑπ' οὐρανὸν, εὔκαρπος πάνυ· καὶ ἤρχοντο πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἤσθιον ἐκ τοῦ καρποῦ τῆς ἀμπέλου· καὶ πρὸς ὃ ἤσθιον, ἐπλεόναζεν ὁ καρπὸς αὐτῆς.
βʹ. Ἄλλοτε πάλιν εἶδέ τις τῶν ἁγίων ἐν ὁράματι, ἀγγέλων τάγμα ἐκ τοῦ οὐρανοῦ κατερχόμενον κατὰ πρόσταξιν Θεοῦ, ἔχον ἐπὶ χεῖρας κεφαλίδα, τουτέστι τόμον γεγραμμένον ἔσωθεν καὶ ἔξωθεν· καὶ ἔλεγον πρὸς ἀλλήλους· Τίς ὀφείλει τοῦτο ἐγχειρισθῆναι; Καὶ οἱ μὲν ἔλεγον, Ὅσδε· οἱ δὲ ἔλεγον ἕτερον. Ἀπεκρίθησαν δὲ καὶ εἶπον· Ἀληθῶς ἅγιοί εἰσι καὶ δίκαιοι· πλὴν τοῦτο οὐδεὶς δύναται ἐγχειρισθῆναι, εἰ μὴ Ἐφραίμ. Καὶ ὁρᾷ ὁ γέρων ὅτι τῷ Ἐφραὶμ ἐπέδωκαν τὴν κεφαλίδα· καὶ ἀναστὰς πρωῒ, ἤκουσε τοῦ Ἐφραὶμ ὥσπερ πηγὴν βρύουσαν ἐκ τοῦ στόματος αὐτοῦ καὶ συντάσσοντος, καὶ ἔγων ὅτι ἐκ Πνεύματος ἁγίου ἐστὶ τὰ ἐκπορευόμενα διὰ χειλέων Ἐφραίμ.
γʹ. Ἄλλοτε πάλιν παριόντος τοῦ Ἐφραὶμ, ἐξ ὑποβολῆς τινος ἔρχεται μία ἑταιρὶς κολακεύειν αὐτὸν εἰς αἰσχρὰν μίξιν, εἰ δὲ μὴ, κἂν εἰς ἀγανάκτησιν κινῆσαι αὐτὸν, ὅτι οὐδεποτέ τις εἶδεν αὐτὸν ὀργιζόμενον. Καὶ λέγει πρὸς αὐτήν· Ἀκολούθει μοι· πλησιάσας δὲ τόπῳ πολυοχλουμένῳ, εἶπεν αὐτῇ· Ἐν τῷ τόπῳ τούτῳ δεῦρο καθὼς ἠθέλησας. Ἐκείνη δὲ θεασαμένη τὸν ὄχλον, λέγει αὐτῷ· Πῶς δυνάμεθα τοῦτο ποιῆσαι, τοσούτου ὄχλου ἑστῶτος, καὶ οὐκ αἰσχυνόμεθα; Ὁ δὲ λέγει πρὸς αὐτήν· Εἰ ἀνθρώπους αἰσχυνόμεθα, πολλῷ μᾶλλον ὀφείλομεν αἰσχύνεσθαι τὸν Θεὸν, τὸν τὰ κρυπτὰ τοῦ σκότους ἐλέγχοντα. Ἡ δὲ ἐντραπεῖσα ἀπῆλθεν ἄπρακτος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου