Σάββατο, 11 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Παύλου.


Περὶ τοῦ ἀββᾶ Παύλου.
Διηγήσατό τις τῶν Πατέρων περί τινος ἀββᾶ Παύλου, ὅτι ἦν ἐκ τῶν κάτω μερῶν τῆς Αἰγύπτου, οἰκῶν δὲ ἐν Θηβαΐδι· ὅτι οὗτος ἐκράτει ταῖς χερσὶν αὐτοῦ τοὺς κεράστας καὶ τοὺς ὄφεις, καὶ ἔσχιζεν αὐτοὺς μέσους. Καὶ ἔβαλον αὐτῷ οἱ ἀδελφοὶ μετάνοιαν, λέγοντες· Εἰπὲ ἡμῖν ποίαν ἐργασίαν ἐποίησας, ἵνα λάβῃς τὴν χάριν ταύτην. Ὁ δὲ ἔφη· Συγχωρήσατέ μοι, Πατέρες· ἐάν τις κτήσηται καθαρότητα, πάντα ὑποτάσσεται αὐτῷ, ὡς τῷ Ἀδὰμ ὅτε ἦν ἐν παραδείσῳ, πρὶν ἢ παραβῆναι τὴν ἐντολήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου